Humanitext Reader

亚里士多德 · 动物的产生 §2.1#3

昆虫的生成过程与胚胎器官形成顺序

第 24 段,共 93 段 · 希腊语

内容简介

作者解释了更寒冷动物及昆虫的生育过程(如蛹化),进而提出了关于胚胎如何从种子中产生这一核心生理学与哲学问题,探讨了各器官产生是同时还是顺次发生。

§2.1#3τὰ δ’ ἔτι τούτων ψυχροτέραν ἔχοντα τὴν φύσιν ᾠὸν μὲν γεννᾳ οὐ τέλειον δὲ ᾠόν, ἀλλ’ ἔξω τελειοῦται, καθάπερ τὸ τῶν λεπιδωτῶν ἰχθύων γένος καὶ τὰ μαλακόστρακα καὶ τὰ μαλάκια.
而那些本性比这些更寒冷的动物,产下卵,但产下的是不完全的卵,并在外部得以完成,就像具硬鳞的鱼类、软甲类和软体动物。
τὸ δὲ πέμπτον γένος καὶ ψυχρότατον οὐδ’ ᾠοτοκεῖ ἐξ αὑτοῦ, ἀλλὰ καὶ τὸ τοιοῦτον ἔξω συμβαίνει πάθος αὐτῷ, ὥσπερ εἴρηται.
第五个也是最寒冷的类,自身甚至不产卵,而是这种现象在外部发生于它们,正如已经说过的。
τὰ γὰρ ἔντομα σκωληκοτοκεῖ τὸ πρῶτον· προελθὼν δ’ ᾠώδης γίνεται ὁ σκώληξ (ἡ γὰρ χρυσαλλὶς καλουμένη δύναμιν ᾠοῦ ἔχει)· εἶτ’ ἐκ τούτου γίνεται ζῷον, ἐν τῇ τρίτῃ μεταβολῇ λαβὸν τὸ τῆς γενέσεως τέλος.
因为昆虫类最初产下幼虫;而在发育过程中,幼虫变得像卵一样(因为所谓的蛹具有卵的能力);然后从中产生出动物,在第三次变态中获得生育的完成。
τὰ μὲν οὖν οὐ γίνεται τῶν ζῴων ἀπὸ σπέρματος, ὥσπερ ἐλέχθη καὶ πρότερον· τὰ δ’ ἔναιμα πάντα γίνεται ἀπὸ σπέρματος, ὅσα ἐκ συνδυασμοῦ γίνεται, προϊεμένου τοῦ ἄρρενος εἰς τὸ θῆλυ γονήν, ἧς εἰσελθούσης τὰ ζῷα συνίσταται καὶ λαμβάνει τὴν οἰκείαν μορφήν, τὰ μὲν ἐν αὐτοῖς τοῖς ζῴοις ὅσα ζῳοτοκεῖ, τὰ δ’ ἐν ᾠοῖς καὶ σπέρμασι καὶ τοιαύταις ἄλλαις ἀποκρίσεσιν.
因此,正如前面所说,有些动物不是由种子产生的;但所有有血动物,凡是由交配产生的,都是由种子产生的,即雄性向雌性内部排出精液,精液进入后,动物便得以构成并获得其固有的形状,有些是在行胎生的动物自身内部,有些是在卵、种子和其他此类分泌物中。
περὶ ὧν ἐστὶν ἀπορία πλείων, πῶς ποτὲ γίνεται ἐκ τοῦ σπέρματος τὸ φυτὸν ἢ τῶν ζῴων ὁτιοῦν.
关于这些,存在着更大的困难:植物或动物中的任何一种究竟是如何从种子中产生的。
ἀνάγκη γὰρ τὸ γιγνόμενον καὶ ἔκ τινος γίνεσθαι καὶ ὑπό τινος καὶ τί.
因为产生之物必然既由某种东西产生,又由某种东西制造,且作为某种东西产生。
ἐξ οὗ μὲν οὖν ἐστὶν ὕλη, ἣν ἔνια μὲν ζῷα ἔχει πρώτην ἐν αὑτοῖς, λαμβάνοντα ἐκ τοῦ θήλεος, οἷον ὅσα μὴ ζῳοτοκεῖται ἀλλὰ σκωληκοτοκεῖται ἢ ᾠοτοκεῖται, τὰ δὲ μέ χρι πόρρω ἐκ τοῦ θήλεος λαμβάνει διὰ τὸ θηλάζειν, ὥσπερ ὅσα ζῳοτοκεῖται μὴ μόνον ἐκτὸς ἀλλὰ καὶ ἐντός.
它由之产生的那个东西就是质料,有些动物最初在自身内部拥有它,是从雌性那里获得的,例如那些不是胎生而是产幼虫或卵生的动物;而另一些动物则通过哺乳在很长一段时间内从雌性那里获得它,就像那些不仅在外部而且在内部也行胎生的动物一样。
ἐξ ποιεῖ, ἢ ἐνυπάρχει τι ἐν τῇ γονῇ καὶ σπέρματι· καὶ τοῦτ’ ἐστὶν ἢ μέρος τι ψυχῆς ἢ ψυχὴ ἢ ἔχον ἂν εἴη ψυχήν.
由什么制造,还是在精液和种子中预先存在着某种东西;而这或者是魂的某个部分,或者是魂,或者是具有魂的东西。
τῶν μὲν οὖν ἔξωθέν τι ποιεῖν ἕκαστον ἢ τῶν σπλάγχνων ἢ τῶν ἄλλων μερῶν ἄλογον ἂν δόξειεν· κινεῖν τε γὰρ μὴ ἁπτόμενον ἀδύνατον καὶ μὴ κινοῦντος πάσχειν τι ὑπὸ τούτου.
因此,如果外部的某种东西制造了内脏的每一个或其他的每一个部分,这似乎是不合理的;因为不接触就无法使之运动,而不运动的东西也无法受其影响。
ἐν αὐτῷ ἄρα τῷ κυήματι ἐνυπάρχει τι, ἢ δὴ αὐτοῦ μόριον ἢ κεχωρισμένον.
因此,在胚胎本身之中预先存在着某种东西,它确实或者是它的一个部分,或者是分离的。
τὸ μὲν οὖν ἄλλο τι εἶναι κεχωρισμένον ἄλογον.
然而,说它是另一个分离的东西是不合理的。
γεννηθέντος γὰρ τοῦ ζῴου πότερον φθείρεται ἢ ἐμμένει;
因为当动物出生时,它是消灭了还是存留着?
ἀλλ’ οὐδὲν τοιοῦτον φαίνεται ἐνὸν ὃ οὐ μόριον τοῦ ὅλου ἢ φυτοῦ ἢ ζῴου ἐστίν.
但在它内部似乎没有这样一种既不是整体、也不是植物或动物之部分的东西存在。
ἀλλὰ μὴν καὶ τὸ φθείρεσθαί γε ποιῆσαν εἴτε πάντα τὰ μέρη εἴτε τινὰ ἄτοπον· τὰ λοιπὰ γὰρ τί ποιήσει;
但是,制造它们的东西在制造了全部部分或某些部分之后消灭,这也是奇怪的;因为其余的部分将由什么来制造呢?
εἰ γὰρ ἐκεῖνο μὲν τὴν καρδίαν, εἶτ’ ἐφθάρη, αὕτη δ’ ἕτερον, τοῦ αὐτοῦ λόγου ἢ πάντα φθείρεσθαι ἢ πάντα μένειν.
因为如果那个东西制造了心脏,然后消灭了,而心脏又制造了另一个部分,根据同样的道理,要么全部消灭,要么全部存留。
σώζεται ἄρα.
因此它得以保存。
αὐτοῦ ἄρα μόριόν ἐστιν, ὃ εὐθὺς ἐνυπάρχει ἐν τῷ σπέρματι.
因此它是它自身的一个部分,预先存在于种子之中。
εἰ δὲ δὴ μή ἐστι τῆς ψυχῆς μηθὲν ὃ μὴ τοῦ σώματός ἐστιν ἔν τινι μορίῳ, καὶ ἔμψυχον ἄν τι εἴη μόριον εὐθύς.
而如果确实魂的任何部分若不在身体的某个部分中就无法存在,那么从一开始就会有某个具有魂的部分。
τὰ οὗν ἄλλα πῶς;
那么,其他部分又是如何产生的呢?
ἢ γάρ τοι ἅμα πάντα γίγνεται τὰ μόρια, οἷον καρδία πλεύμων ἧπαρ ὀφθαλμὸς καὶ τῶν ἄλλων ἕκαστον, ἢ ἐφεξῆς, ὥσπερ ἐν τοῖς καλουμένοις Ὀρφέως ἔπεσιν· ἐκεῖ γὰρ ὁμοίως φησὶ γίγνεσθαι τὸ ζῷον τῇ τοῦ δικτύου πλοκῇ.
因为是所有的部分(例如心、肺、肝、眼和其余的每一个部分)同时产生,还是顺次产生,就像在所谓的奥菲斯诗篇中所说的那样;因为在那里他说,动物的产生方式类似于网的编织。
ὅτι μὲν οὖν οὐχ ἅμα, καὶ τῇ αἰσθήσει ἐστὶ φανερόν· τὰ μὲν γὰρ φαίνεται ἐνόντα ἤδη τῶν μορίων, τὰ δ’ οὔ.
它们不是同时产生,这通过感觉也是显而易见地;因为某些部分显现出已经存在,而另一些则没有。
ὅτι δ’ οὐ διὰ μικρότητα οὐ φαίνεται, δῆλον· μείζων γὰρ τὸ μέγεθος ὢν ὁ πνεύμων τῆς καρδίας ὕστερον φαίνεται τῆς καρδίας ἐν τῇ ἐξ ἀρχῆς γενέσει.
它们没有显现并非因为弱小,这也是显而易见的;因为肺在大小上比心脏大,但在最初的产生中却比心脏更晚显现。
ἐπεὶ δὲ τὸ μὲν πρότερον τὸ δ’ ὕστερον, πότερον θάτερον ποιεῖ θάτερον, καὶ ἔστι διὰ τὸ ἐχόμενον, ἢ μᾶλλον μετὰ τόδε γίνεται τόδε;
既然一个在前,另一个在后,那么是一个制造了另一个(且后一个因前一个而存在),还是这一个在这一之后产生?
λέγω δ’ οἷον οὐχ ἡ καρδία γενομένη ποιεῖ τὸ ἧπαρ, τοῦτο δ’ ἑτερόν τι, ἀλλὰ τόδε μετὰ τόδε, ὥσπερ μετὰ τὸ παῖς ἀνὴρ γίνεται, ἀλλ’ οὐχ ὑπ’ ἐκείνου.
我的意思是,例如,并不是心脏产生后制造了肝,而肝又制造了其他东西,而是这一个在这一之后产生,就像男人在男孩之后产生,而不是由他产生一样。
λόγος δὲ τούτου, ὅτι ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος τὸ δυνάμει ὂν γίνεται ἐν τοῖς φύσει ἢ τέχνῃ γινομένοις, ὥστε δέοι ἂν τὸ εἶδος καὶ τὴν μορφὴν ἐν ἐκείνῳ εἶναι, οἷον ἐν τῇ καρδίᾳ τὸ τοῦ ἥπατος.
其原因在于,在通过自然或技术产生的事物中,潜在存在之物是由现实存在之物产生的,因此形相和形状必须在那个东西中,例如在心脏中存在着肝的形相。
καὶ ἄλλως δ’ ἄτοπος καὶ πλασματίας ὁ λόγος.
而在其他方面,这种论据也是不合理和虚构的。
ἀλλὰ μὴν καὶ τὸ ἐν τῷ σπέρματι εὐθὺς ἐνυπάρχειν τι μόριον τοῦ ζῴου ἢ φυτοῦ γεγενημένον, εἴτε δυνάμενον ποιεῖν τἆλλα εἴτε μή, ἀδύνατον, εἰ πᾶν ἐκ σπέρματος καὶ γονῆς γίγνεται.
然而,如果一切都是从种子和精液中产生的,那么动物或植物的某个部分已经生成并预先存在于种子之中,无论它是否能够制造其他部分,都是不可能的。
δῆλον γὰρ ὅτι ὑπὸ τοῦ τὸ σπέρμα ποιήσαντος ἐγένετο, εἴπερ εὐθὺς ἐνυπάρχει.
因为显而易见,如果是预先存在的话,它是由制造种子的那个东西产生的。
ἀλλὰ σπέρμα δεῖ γενέσθαι πρότερον, καὶ τοῦτ’ ἔργον τοῦ γεννῶντος.
但种子必须先产生,而这是生育者的工作。

词汇与语法注释

  1. §2.1#3ἐξ ποιεῖ — 此处暗示抄本存在损坏(可能脱落了 ὑφ’ οὗ δὲ ποιεῖ,“由什么制造”)。我们将其解释为探讨动力因问题的开始,以对应前文的“由什么产生……由什么制造”。
  2. §2.1#3δύναμιν ᾠοῦ — 表示蛹虽然在形态上不是卵,但实质上具备了在下一阶段发育成成虫的“潜在能力/可能性(δύναμις)”,这是亚里士多德的哲学表达。
  3. §2.1#3σπέρμασι — 与有血胎生动物的精液(γονή)相对比;此处指广义上的“种子”或“胚状分泌物”,指卵生、产幼虫动物及植物在胚胎发育初期排出或形成的物质。

引用这一段

亚里士多德, 动物的产生 §2.1#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:2.1%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。