Humanitext Reader

亚里士多德 · 动物的产生 §2.1#1

生成的目的因与按繁殖方式的动物分类

第 22 段,共 93 段 · 希腊语

内容简介

亚里士多德论证说,由于生命的永恒只能通过物种的延续而非个体来达成,因而动物的生育是必需的,且更优越的形式原理(雄性)与质料原理(雌性)相分离是更好的安排。他还根据动物是胎生、卵生还是幼虫生来对它们进行分类,并论述了这些生殖方式与动物体型、热力及完备程度的关系。

§2.1#1Τὸ δὲ θῆλυ καὶ τὸ ἄρρεν ὅτι μέν εἰσιν ἀρχαὶ γενέσεως εἴρηται πρότερον, καὶ τίς ἡ δύναμις καὶ ὁ λόγος τῆς οὐσίας αὐτῶν·
雌性与雄性是生育的原理,以及它们的能力和实质(本性)的定义(逻各斯)是什么,在前面已经说过了。
διὰ τί δὲ γίνεται καὶ ἔστι τὸ μὲν θῆλυ τὸ δ’ ἄρρεν, ὡς μὲν ἐξ ἀνάγκης καὶ τοῦ πρώτου κινοῦντος καὶ ὁποίας ὕλης, προϊόντα πειρᾶσθαι δεῖ φράζειν τὸν λόγον, ὡς δὲ διὰ τὸ βέλτιον καὶ τὴν αἰτίαν τὴν ἕνεκά τινος, ἄνωθεν ἔχει τὴν ἀρχήν.
但是关于为什么一者产生并成为雌性而另一者成为雄性,一方面从必然性、第一推动者以及何种质料的角度,我们必须在讨论进行中试着说明其理由;另一方面,从更好以及目的因(为了某物的因)的角度,它在更高处拥有其原理。
ἐπεὶ γάρ ἐστι τὰ μὲν ἀΐδια καὶ θεῖα τῶν ὄντων, τὰ δ’ ἐνδεχόμενα καὶ εἶναι καὶ μὴ εἶναι, τὸ δὲ καλὸν καὶ τὸ θεῖον αἴτιον ἀεὶ κατὰ τὴν αὑτοῦ φύσιν τοῦ βελτίονος ἐν τοῖς ἐνδεχομένοις, τὸ δὲ μὴ ἀΐδιον ἐνδεχόμενόν ἐστι καὶ εἶναι καὶ μεταλαμβάνειν καὶ τοῦ χείρονος καὶ τοῦ βελτίονος, βέλτιον δὲ ψυχὴ μὲν σώματος, τὸ δ’ ἔμψυχον τοῦ ἀψύχου διὰ τὴν ψυχήν, καὶ τὸ εἶναι τοῦ μὴ εἶναι καὶ τὸ ζῆν τοῦ μὴ ζῆν, διὰ ταύτας τὰς αἰτίας γένεσις ζῴων ἐστίν.
因为在存在的事物中,有些是永恒和神圣的,而另一些则是既可以存在也可以不存在的(生灭的事物),且美与神圣在其自身自然中,在可能性事物中始终是更好的状态的原因。 而非永恒的事物既可以存在,也可以分有较劣和较优。 而灵魂优于肉体,有灵魂的因其灵魂而优于无灵魂的,存在优于不存在,生命优于非生命。 由于这些原因,便有了动物的产生。
ἐπεὶ γὰρ ἀδύνατος ἡ φύσις τοῦ τοιούτου γένους ἀΐδιος εἶναι, καθ’ ὃν ἐνδέχεται τρόπον, κατὰ τοῦτόν ἐστιν ἀΐδιον τὸ γινόμενον.
因为既然这一类事物的自然不可能永恒,那么在可能的方式上,产生出来的东西就是永恒的。
ἀριθμῷ μὲν οὖν ἀδύνατον (ἡ γὰρ οὐσία τῶν ὄντων ἐν τῷ καθ’ ἕκαστον· τοιοῦτον δ’ εἴπερ ἦν, ἀΐδιον ἂν ἦν), εἴδει δ’ ἐνδέχεται.
因此,在数量上(作为个体而永恒)是不可能的(因为存在事物的实质存在于个体之中,如果个体是这样的,它就会是永恒的),但在物种上是可能的。
διὸ γένος ἀεὶ ἀνθρώπων καὶ ζῴων ἐστὶ καὶ φυτῶν.
所以,人类、动物和植物的类别始终存在。
ἐπεὶ δὲ τούτων ἀρχὴ τὸ θῆλυ καὶ τὸ ἄρρεν, ἕνεκα τῆς γενέσεως ἂν εἴη τὸ θῆλυ καὶ τὸ ἄρρεν ἐν τοῖς οὖσιν.
既然这些事物的原理是雌性与雄性,那么雌性与雄性在存在物之中就是为了生育。
βελτίονος δὲ καὶ θειοτέρας τὴν φύσιν οὔσης τῆς αἰτίας τῆς κινούσης πρώτης, ᾗ ὁ λόγος ὑπάρχει καὶ τὸ εἶδος τῆς ὕλης, βέλτιον καὶ τὸ κεχωρίσθαι τὸ κρεῖτἐνδέχεται, τον τοῦ χείρονος.
由于第一推动原因(逻各斯和形式所属于的)在自然上比质料更优越、更神圣,所以优者与劣者相分离也是更好的。
διὰ τοῦτ’ ἐν ὅσρισ ἐνδέχεται καὶ καθ’ ὅσον κεχώρισται τοῦ θήλεος τὸ ἄρρεν.
因此,在所有可能且在可能限度内的事物中,雄性与雌性都是分离的。
βέλτιον γὰρ καὶ θειότερον ἡ ἀρχὴ τῆς κινήσεως, ἣ ἄρρεν ὑπάρχει τοῖς γινομένοις· ὕλη δὲ τὸ ἣ θῆλυ.
因为运动的原理是更好和更神圣的,这在产生的事物中属于雄性,而雌性则是质料。
συνέρχεται δὲ καὶ μίγνυται πρὸς τὴν ἐργασίαν τῆς γενέσεως τῷ θήλει τὸ ἄρρεν· αὕτη γὰρ κοινὴ ἀμφοτέροις.
雄性为了生育的工作与雌性结合并混合,因为这一工作是两者所共有的。
κατὰ μὲν οὖν τὸ μετέχειν τοῦ θήλεος καὶ τοῦ ἄρρενος ζῇ, διὸ καὶ τὰ φυτὰ μετέχει ζωῆς· κατὰ δὲ τὴν αἴσθησιν τὸ τῶν ζῴων ἐστὶ γένος.
因此,就分有雌性与雄性而言,它们具有生命(所以植物也分有生命);而就感觉而言,则是动物的类别。
τούτων δὲ σχεδὸν ἐν πᾶσι τοῖς πορευτικοῖς κεχώρισται τὸ θῆλυ καὶ τὸ ἄρρεν διὰ τὰς εἰρημένας αἰτίας· καὶ τούτων τὰ μέν, ὥσπερ ἐλέχθη, προΐεται σπέρμα, τὰ δ’ οὐ προΐεται ἐν τῷ συνδυασμῷ.
而在这些动物中,几乎所有能行走的动物,由于上述原因,雌性与雄性都是分离的;在这些动物中,有些如前所述排出精液,而另一些在交配中则不排出。
τούτου δ’ αἴτιον ὅτι τὰ τιμιώτερα καὶ αὐταρκέστερα τὴν φύσιν ἐστίν, ὥστε μεγέθους μετειληφέναι.
其原因在于,它们在自然上更高贵、更自足,从而分有了巨大的体型。
τοῦτο δ’ ὀυκ ἄνευ θερμότητος ψυχικῆς· ἀνάγκη γὰρ τὸ μεῖζον ὑπὸ πλείονος κινεῖσθαι δυνάμεως, τὸ δὲ θερμὸν κινητικόν.
而这并非没有灵魂的热力(生命热);因为更大的东西必须由更大的力量来推动,而热具有推动的性质。
διόπερ, ὡς ἐπὶ τὸ πᾶν βλέψαντας εἰπεῖν, τὰ ἔναιμα μείζω τῶν ἀναίμων καὶ τὰ πορευτικὰ τῶν μονίμων ζῴων· ἅπερ προΐεται σπέρμα διὰ τὴν θερμότητα καὶ τὸ μέγεθος.
因此,从总体来看可以说,有血动物大于无血动物,能行走的动物大于不动的动物;这些动物由于其热力和体型而排出精液。
Καὶ περὶ μὲν ἄρρενος καὶ θήλεος, δι’ ἣν αἰτίαν ἐστὶν ἑκάτερον, εἴρηται.
关于雄性和雌性,各自因何种原因存在,已经说过了。
τῶν δὲ ζῴων τὰ μὲν τελεσιουργεῖ καὶ ἐκπέμπει θύραζε ὅμοιον ἑαυτῷ, οἷον ὅσα ζῳοτοκεῖ εἰς τοὐμφάνες, τὰ δὲ ἀδιάρθρωτον ἐκτίκτει καὶ οὐκ ἀπειληφὸς τὴν αὑτοῦ μορφήν.
而在动物中,有些在自身内部完成并向外排出与自身相似的动物,例如所有向外胎生的动物;另一些则产下未分化且未获得自身形态的产物。
τῶν δὲ τοιούτων τὰ μὲν ἔναιμα ᾠοτοκεῖ, τὰ δ’ ἄναιμα σκωληκοτοκεῖ.
在这些产物中,有血动物产卵(卵生),而无血动物产蛆(幼虫生)。
διαφέρει δ’ ᾠὸν καὶ σκώληξ· ᾠὸν μὲν γάρ ἐστιν ἐξ οὗ γίνεται τὸ γινόμενον ἐκ μέρους, τὸ δὲ λοιπόν ἐστι τροφὴ τῷ γινομένῳ, σκώληξ δ’ ἐξ οὗ τὸ γινόμενον ὅλου ὅλον γίνεται.
卵与幼虫不同;因为卵是指产生之物从其一部分中产生,而其余部分则是产生之物的营养;而幼虫则是指产生之物整体从其整体中产生。
τῶν δὲ εἰς τὸ φανερὸν ὅμοιον ἀποτελούντων ζῷον καὶ ζῳοτοκούντων τὰ μὲν εὐθὺς ἐν αὑτοῖς ζῳοτοκεῖ, οἷον ἄνθρωπος καὶ ἵππος καὶ βοῦς καὶ τῶν θαλαττίων δὲ δελφὶς καὶ τἆλλα τὰ τοιαῦτα, τὰ δ’ ἐν αὑτοῖς ᾠοτοκήσαντα πρῶτον οὕτω ζῳοτοκεῖ θύραζε, οἷον τὰ σελάχη καλούμενα.
在那些向外完成相似动物且胎生的动物中,有些是直接在自身内胎生的,例如人、马、牛,以及海洋动物中的海豚及其他此类动物;另一些则是先在自身内产卵,然后向外胎生,例如所谓的软骨鱼类。
τῶν δ’ ᾠοτοκούντων τὰ μὲν τέλειον προΐεται τὸ ᾠόν, οἷον ὄρνιθες καὶ ὅσα τετράποδα ᾠοτοκεῖ καὶ ὅσα ἄποδα, οἷον σαῦραι καὶ χελῶναι καὶ τῶν ὄφεων τὸ πλεῖστον γένος (τὰ γὰρ τούτων ᾠὰ ὅταν ἐξέλθῃ, οὐκέτι λαμβάνει αὔξησιν), τὰ δ’ ἀτελῆ, οἷον οἵ τ’ ἰχθύες καὶ τὰ μαλακόστρακα καὶ τὰ μαλάκια καλούμενα· τούτων γὰρ τὰ ᾠὰ αὐξάνεται ἐξελθόντα.
而在卵生动物中,有些排出完整的卵,例如鸟类、所有卵生四足动物以及所有无足动物,例如蜥蜴、龟和大部分蛇类(因为它们的卵在排出后就不再生长);另一些排出不完整的卵,例如鱼类、软甲类和所谓的软体动物;因为它们的卵在排出后还会生长。
πάντα δὲ τὰ ζῳοτοκοῦντα ἢ ᾠοτοκοῦντα ἔναιμά ἐστιν, καὶ τὰ ἔναιμα ἢ ζῳοτοκεῖ ἢ ᾠοτοκεῖ, ὅσα μὴ ὅλως ἄγονά ἐστιν.
所有胎生或卵生的动物都是有血动物,而有血动物,只要不是完全不育的,要么胎生,要么卵生。

词汇与语法注释

  1. §2.1#1τὸ κρεῖτἐνδέχεται, τον — 抄本中的损坏或误写。本应为“τὸ κρεῖττον”(更优者),其后混入了“ὅπου ἐνδέχεται”或“ἐνδέχεται”(可能)等词并发生破损。结合上下文,此处应理解为“较优者与较劣者相分离(κεχωρίσθαι)”。
  2. §2.1#1ἀριθμῷ μὲν οὖν ἀδύνατον... εἴδει δ’ ἐνδέχεται — 其中的“ἀριθμῷ”(在数量上)和“εἴδει”(在物种上)均为表示限定或尊重的与格。这表达了亚里士多德的形而上学观点:尽管个体的永恒(数量上的同一)对于生灭之物是不可能的,但它们可以通过物种的延续(物种上的同一)来分有永恒。
  3. §2.1#1τῶν δὲ εἰς τὸ φανερὸν ὅμοιον ἀποτελούντων ζῷον καὶ ζῳοτοκούντων — 这一长串属格分词短语起着部分属格的作用,限定了主句主语“τὰ μὲν... τὰ δ'”(有些……另一些……)的范围,意思是“在那些向外完成相似动物且胎生的动物中”。

引用这一段

亚里士多德, 动物的产生 §2.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:2.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。