§1.23Ἐν μὲν οὖν τοῖς ζῴοις πᾶσι τοῖς πορευτικοῖς κεχώρισται τὸ θῆλυ τοῦ ἄρρενος, καὶ ἔστιν ἕτερον ζῷον θῆλυ καὶ ἕτερον ἄρρεν, τῷ δὲ εἴδει ταὐτόν, οἷον ἄνθρωπος ἀμφότερα·
因此,在所有能行走的动物中,雌性与雄性是分离开的,一个是雌性动物,另一个是雄性动物,但它们在物种上是相同的,例如两者都是人。
ἐν δὲ τοῖς φυτοῖς μεμιγμέναι αὗται αἱ δυνάμεις εἰσί, καὶ οὐ κεχώρισται τὸ θῆλυ τοῦ ἄρρενος.
而在植物中,这些能力是结合在一起的,雌性并不与雄性分离开来。
διὸ καὶ γέννᾷ αὐτὰ ἐξ αὑτῶν, καὶ προΐεται οὐ γονὴν ἀλλὰ κύημα τὰ καλούμενα σπέρματα.
因此,它们也从自身中生育,排出的不是精液,而是被称为种子(胚胎)的东西。
καὶ τοῦτο καλῶς λέγει Ἐμπεδοκλῆς ποιήσας "οὕτω δ᾽ ᾠοτοκεῖ μακρὰ δένδρεα πρῶτον ἐλαίας.
关于这一点,恩培多克勒说得很好,他在诗中写道:『因此高大的橄榄树最先产卵。
"τὸ τε γὰρ ᾠὸν κύημά ἐστι, καὶ ἔκ τινος αὐτοῦ γίγνεται τὸ ζῷον, τὸ δὲ λοιπὸν τροφή, καὶ ἐκ τοῦ σπέρματος καὶ ἐκ μέρους γίγνεται τὸ φυόμενον, τὸ δὲ λοιπὸν τροφὴ γίγνεται τῷ βλαστῷ καὶ τῇ ῥίζῃ τῇ πρώτῃ.
』因为卵是胚胎,动物从它的某一部分中产生,其余部分则作为食物;同样,从种子中,生长的植物也是从其一部分中产生,其余部分则成为幼芽和最初根系的食物。
τρόπον δέ τινα ταῦτα συμπερ ἐν τοῖς φυτοῖς, καὶ βούλεται ἡ φύσις αὐτῶν ἓν γίνεσθαι· ὅπερ ἐμφαίνεται κατὰ τὴν ὄψιν μιγνυμένων καὶ συνδυαζομένων, ἕν τι ζῷον γίγνεσθαι ἐξ ἀμφοῖν.
在某种程度上,这些情况也发生在植物中,它们的自然也希望它们合而为一;这一点在它们混合和交配的外观上表现出来,即两者结合成为一个动物。
καὶ τὰ μὲν κεν, ἕως ἂν συστήσῃ τὸ κύημα, οἷον τὰ συνδυαζόμενα τῶν ἐντόμων· τὰ δ’, ἕως ἂν ἀποπέμψῃ τι τῶν ἐπεισάκτων αὐτοῦ μορίων, ὃ συστήσει τὸ κύημα ἐν πλείονι χρόνῳ, οἷον ἐπὶ τῶν ἐναίμων.
有些动物确实保持结合直到胚胎形成,例如交配中的昆虫;而另一些动物则保持结合,直到排出其引入的器官的某些部分,这部分将在更长的时间内构成胚胎,例如在有血动物中。
τὰ μὲν γὰρ ἡμέρας τι μόριον συνέχεται, ἡ δὲ γονὴ ἐν ἡμέραις συνίστησι πλείοσιν· προϊέμενα δὲ τὸ τοιοῦτον ἀπολύεται.
因为前者只在一天的某一部分时间里结合,而精液则需要几天的时间来构成胚胎;在排出这种东西后,它们就分离了。
καὶ ἀτεχνῶς ἔοικε τὰ ζῷα ὥσπερ φυτὰ εἶναι διαιρετά, οἷον εἴ τις κἀκεῖνα, ὅτε σπέρμα ἐξενέγκειεν, διαλύσειε καὶ χωρίσειεν εἰς τὸ ἐνυπάρχον θῆλυ καὶ ἄρρεν.
而事实上,动物似乎就像是被分割开的植物,好比在植物结出种子时,有人将它们分解并区分为其中并存的雌性和雄性一样。
καὶ ταῦτα πάντα εὐλόγως ἡ φύσις δημιουργεῖ.
自然以合乎理性的方式创造了所有这些。
τῆς μὲν γὰρ τῶν φυτῶν οὐσίας οὐθέν ἐστιν ἄλλο ἔργον οὐδὲ πρᾶξις οὐδεμία πλὴν ἡ τοῦ σπέρματος γένεσις, ὥστ’ ἐπεὶ τοῦτο διὰ τοῦ θήλεος γίνεται καὶ τοῦ ἄρρενος συνδεδυασμένων, μίξασα ταῦτα διέθηκε μετ’ ἀλλήλων·
因为对于植物的实质来说,除了产生种子之外,没有任何其它的功能或活动;所以,由于这产生是通过雌雄结合进行的,自然便将它们混合并安排在一起。
διὸ ἐν τοῖς φυτοῖς ἀχώριστον τὸ θῆλυ καὶ τὸ ἄρρεν.
因此,在植物中,雌性与雄性是不可分离的。
ἀλλὰ περὶ μὲν φυτῶν ἐν ἑτέροις ἐπέσκεπται, τοῦ δὲ ζῴου οὐ μόνον τὸ γεννῆσαι ἔργον (τοῦτο μὲν γὰρ κοινὸν τῶν ζώντων πάντων), ἀλλὰ καὶ γνώσεώς τινος πάντα μετέχουσι, τὰ μὲν πλείονος, τὰ δ’ ἐλάττονος, τὰ δὲ πάμπαν μικρᾶς.
不过关于植物,已在其它著作中进行了考察;而动物的功能不仅是生育(因为这是所有生物所共有的),而且它们都分有着某种认识,有的多一些,有的少一些,有的则极少。
αἴσθησιν γὰρ ἔχουσιν, ἡ δ’ αἴσθησις γνῶσίς τις.
因为它们具有感觉,而感觉就是一种认识。
ταύτης δὲ τὸ τίμιον καὶ ἄτιμον πολὺ διαφέρει σκοποῦσι πρὸς φρόνησιν καὶ πρὸς τὸ τῶν ἀψύχων γένος.
而当我们相对于智慧以及无生物的类别来考察时,这种认识的尊贵与卑贱便有很大的不同。
πρὸς μὲν γὰρ τὸ φρονεῖν ὥσπερ οὐδὲν εἶναι δοκεῖ τὸ κοινωνεῖν ἁφῆς καὶ γεύσεως μόνον, πρὸς δὲ ἀναισθησίαν βέλτιστον· ἀγαπητὸν γὰρ ἂν δόξειε καὶ ταύτης τυχεῖν τῆς γνώσεως, ἀλλὰ μὴ κεῖσθαι τεθνεὸς καὶ μὴ ὄν.
因为比起思考来,仅仅分享触觉和味觉似乎微不足道,但比起无感觉来,这却是极好的;因为能够获得这种认识也是令人满意的,总比像死物一样躺着、不复存在要好。
διαφέρει δ’ αἰσθήσει τὰ ζῷα τῶν ζώντων μόνον.
美中不足的是,动物与其它生物的唯一区别,就在于感觉。
ἐπεὶ δ’ ἀνάγκη καὶ ζῆν, ἐὰν ᾗ ζῷον, ὅταν δεήσῃ ἀποτελεῖν τὸ τοῦ ζῶντος ἔργον, τότε συνδυάζεται καὶ μίγνυται καὶ γίγνεται ὡσπερανεὶ φυτόν, καθάπερ εἴπομεν.
但既然如果是动物就也必须生存,那么当需要完成生物的功能时,它就会交配并混合,正如我们所说,变得宛如植物一般。
τὰ δ’ ὀστρακόδερμα τῶν ζῴων μεταξὺ ὄντα τῶν ζῴων καὶ τῶν φυτῶν, ὡς ἐν ἀμφοτέροις ὄντα τοῖς γένεσιν, οὐδετέρων ποιεῖ τὸ ἔργον·
而动物中的贝壳类介于动物和植物之间,仿佛同时存在于这两个类别中,却不履行其中任何一方的功能。
ὡς μὲν γὰρ φυτὸν ὂν οὐκ ἔχει τὸ θῆλυ καὶ τὸ ἄρρεν καὶ οὐ γεννᾷ εἰς ἕτερον, ὡς δὲ ζῷον οὐ φέρει ἐξ αὐτοῦ καρπὸν ὥσπερ τὰ φυτά, ἀλλὰ συνίσταται καὶ γέννᾶται ἔκ τινος συστάσεως γεοειδοῦς καὶ ὑγρᾶς.
因为作为植物,它不具有雌和雄,也不在另一者中生育;但作为动物,它又不像植物那样从自身结出果实,而是从某种泥土状和湿润的混合物中构成和产生的。
ἀλλὰ περὶ μὲν τῆς τούτων γενέσεως ὕστερον λεκτέον.
不过,关于这些动物的生育,我们必须在以后再谈。