Humanitext Reader

亚里士多德 · 动物的产生 §1.8-1.10

子宫位置的差异与卵生及胎生方式

第 5 段,共 93 段 · 希腊语

内容简介

阐述雌性子宫位置的多样性,并根据动物产下的是发育完全的卵还是未发育完全的卵,解释这些位置配置的合理性,最后指出胎生动物在胎生方式上的差异。

§1.8Τοῖς δὲ θήλεσι τὰ περὶ τὰς ὑστέρας ἀπορήσειεν ἄν τις ὃν τρόπον ἔχει· πολλαὶ γὰρ ὑπεναντιώσεις ὑπάρχουσιν αὐτοῖς.
关于雌性,人们可能会对子宫周围部分的状况产生疑问;因为在它们之中存在着许多相反的情况。
οὔτε γὰρ τὰ ζῳοτοκοῦντα ὁμοίως ἔχει πάντα, ἀλλ’ ἄνθρωποι μὲν καὶ τὰ πεζὰ πάντα κάτω πρὸς τοῖς ἄρθροις, τὰ δὲ σελάχη ζῳοτοκοῦντα ἄνω πρὸς τῷ ὑποζώματι, οὔτε τὰ ᾠοτοκοῦντα, ἀλλ’ οἱ μὲν ἰχθύες κάτω καθάπερ ἄνθρω πος καὶ τὰ ζῳοτοκοῦντα τῶν τετραπόδων, οἱ δ’ ὄρνιθες ἄνω, καὶ ὅσα ᾠοτοκεῖ τῶν τετραπόδων.
因为并非所有胎生动物的子宫配置都相同,人类和所有陆生动物都将其长在下方靠近关节的地方,而软骨鱼类虽是胎生,却将其长在上方靠近横隔膜的地方;卵生动物也同样并非都相同,鱼类的子宫长在下方,正如人类和四足胎生动物一样,而鸟类以及所有四足卵生动物则将其长在上方。
οὐ μὴν ἀλλ’ ἔχουσι καὶ αὗται αἱ ὑπεναντιώσεις κατὰ λόγον, πρῶτον μὲν γὰρ τὰ ᾠοτοκοῦντα ᾠοτοκεῖ διαφερόντως.
然而,这些相反的情况也是合乎道理的。 因为首先,卵生动物产卵的方式各不相同。
τὰ μὲν γὰρ ἀτελῆ προΐεται τὰ ᾠά, οἷον οἱ ἰχθύες. ἔξω γὰρ ἐπιτελεῖται καὶ λαμβάνει αὔξησιν τὰ τῶν ἰχθύων.
有些动物排出的是未发育完全的卵,例如鱼类;因为鱼类的卵是在体外完成发育并长大的。
αἴτιον δ’ ὅτι πολύγονα ταῦτα, καὶ τοῦτ’ ἔργον αὐτῶν ὥσπερ τῶν φυτῶν.
其原因在于这些动物是多产的,而这正是它们的生理功能,就像植物一样。
εἰ οὖν ἐν αὑτοῖς ἐτελεσιούργουν, ἀναγκαῖον ὀλίγα τῷ πλήθει εἶναι· νῦν δὲ τοσαῦτα ἴσχουσιν ὥστε δοκεῖν ᾠὸν εἶναι τὴν ὑστέραν ἑκατέραν ἔν γε τοῖς μικροῖς ἰχθυδίοις.
因此,如果它们在体内使卵发育完全,那么卵的数量必然会很少;但实际上,它们拥有的卵如此之多,以至于至少在微小的鱼类中,两个子宫中的每一个看起来都像是一个卵。
ταῦτα γὰρ πολυγονώτατά ἐστιν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀνάλογον τούτοις ἐχόντων τὴν φύσιν, καὶ ἐν φυτοῖς καὶ ἐν ζῴοις· ἡ γὰρ τοῦ μεγέθους αὔξησις τρέπεται εἰς τὸ σπέρμα τούτοις.
因为这些鱼类是最为多产的,就像在植物和动物中与它们具有类似本性的其他事物一样;因为在这些事物中,体型的增长被转向了生殖物质。
οἱ δ’ ὄρνιθες καὶ τὰ τετράποδα τῶν ᾠοτόκων τέλεια ᾠὰ τίκτουσιν, ἃ δεῖ πρὸς τὸ σώζεσθαι σκληρόδερμα εἶναι· μαλακόδερμα γάρ, ἕως ἂν αὔξησιν ἔχῃ, ἐστίν.
但是鸟类和四足卵生动物产下的是发育完全的卵,为了保存,这些卵必须具有硬壳;因为在它们生长的过程中,卵壳是软的。
τὸ δ’ ὄστρακον γίνεται ὑπὸ θερμότητος ἐξικμαζούσης τὸ ὑγρὸν ἐκ τοῦ γεώδους.
而卵壳是由热量将泥土质物质中的水分蒸发出来而形成的。
ἀναγκαῖον οὖν θερμὸν εἶναι τὸν τόπον ἐν ᾧ τοῦτο συμβήσεται.
因此,这一过程发生的地方必须是温热的。
τοιοῦτος δ’ ὁ περὶ τὸ ὑπόζωμα· καὶ γὰρ τὴν τροφὴν πέττει οὗτος.
横隔膜周围正是这样的地方;因为这里也消化食物。
εἰ οὖν, τὰ ᾠὰ ανάγκη ἐν τῇ ὑστέρᾳ εἶναι, καὶ τὴν ὑστέραν ἀνάγκη πρὸς τῷ ὑποζώματι εἶναι τοῖς τέλεια τὰ ᾠὰ τίκτουσι, τοῖς δ’ ἀτελῆ κάτω· πρὸ ὁδοῦ γὰρ οὕτως ἔσται.
因此,如果说卵必须在子宫内,那么对于产下发育完全之卵的动物来说,子宫就必然在横隔膜附近,而对于产下未发育完全之卵的动物来说,子宫则必然在下方;因为这样才会处于便于排出的通道上。
καὶ πέφυκε δὲ μᾶλλον ἡ ὑστέρα κάτω εἶναι ἢ ἄνω, ὅπου μή τι ἐμποδίζεα ἕτερον ἔργον τῆς φύσεως· κάτω γὰρ αὐτῆς καὶ τὸ πέρας ἐστίν· §1.9ὅπου δὲ τὸ πέρας, τὸ ἔργον· αὐτὴ δ’ οὗ τὸ ἔργον.
而且,除非自然的其他功能有所阻碍,否则子宫的本性更倾向于在下方而不是在上方;因为子宫的出口也在下方;而在出口所在的地方,就有其功能;子宫本身就在其功能所在的地方。
ἔχει δὲ καὶ τὰ ζῳοτοκοῦντα πρὸς ἄλληλα διαφοράν.
此外,胎生动物彼此之间也有差异。
τὰ μὲν γὰρ οὐ μόνον θύραζε ζῳοτοκεῖ ἀλλὰ καὶ ἐν αὑτοῖς, οἷον ἄνθρωποί τε καὶ ἵπποι καὶ κύνες καὶ πάντα τὰ τρίχας ἔχοντα, καὶ τῶν ἐνύδρων δελφῖνές τε, καὶ φάλαιναι καὶ τὰ τοιαῦτα κήτη.
因为有些动物不仅在体外胎生,而且在体内也是胎生,例如人类、马、狗以及所有长毛的动物,还有水生动物中的海豚、鲸鱼和此类鲸豚类动物。
§1.10τὰ δὲ σελάχη καὶ οἱ ἔχεις θύραζε μὲν ζῳοτοκοῦσιν, ἐν αὑτοῖς δ’ ᾠοτοκοῦσι πρῶτον.
另一方面,软骨鱼类和蝮蛇在体外虽然是胎生,但在体内首先是卵生。
ᾠοτοκοῦσι δὲ τέλειον ᾠόν· ὅτως γὰρ γεννᾶται ἐκ τοῦ ᾠοῦ τὸ ζῷον, ἐξ ἀτελοῦς δὲ οὐθέν.
它们产下的是发育完全的卵;因为只有这样,动物才能从卵中诞生,而从发育不全的卵中什么也生不出来。
θύραζε δὲ οὐκ ᾠοτοκοῦσι διὰ τὸ ψυχρὰ τὴν φύσιν εἶναι καὶ οὐχ ὥς τινές φασι θερμά.
它们不在体外产卵,是因为它们的本性是寒冷的,而不是像某些人所说的那样是温热的。

词汇与语法注释

  1. 1.8Τοῖς δὲ θήλεσι — 句首的与格用作关系与格,提示整个句子所涉及的对象,并松散地修饰主句的主动词 `ἀπορήσειεν ἄν`(潜在希求语气)。此外,其后的 `τὰ περὶ τὰς ὑστέρας` 作为间接疑问从句 `ὃν τρόπον ἔχει` 的实质主语被提前,形成了先行先取(prolepsis)结构。
  2. 1.8πρὸ ὁδοῦ — 由前置词 `πρό` 和属格 `ὁδοῦ` 构成的成语,字面意思是“在道路的前方”,引申为形容词或副词意义的“便利的”、“合乎目的的”。在此处指对于产下未完成卵的鱼类等,子宫位于下方在物理排出路径上“更为便利”。
  3. 1.9αὐτὴ δ’ οὗ — 这是一个极度压缩的省略句,需补出系动词 `ἐστί`,理解为 `αὐτὴ δὲ [ἐστὶν ἐνταῦθα] οὗ τὸ ἔργον [ἐστίν]`(“而它自身[即子宫,用阴性代词 αὐτή 指代]则在它的生理功能所在的地方”)。它与前句 `ὅπου δὲ τὸ πέρας, τὸ ἔργον` 相呼应,简练地表达了器官位置与其目的论功能之间的内在联系。

引用这一段

亚里士多德, 动物的产生 §1.8-1.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:1.8-1.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。