Humanitext Reader

亚里士多德 · 动物的产生 §1.5-1.7

各类动物生殖器官的配置与交配方式

第 4 段,共 93 段 · 希腊语

内容简介

本文阐释了四足动物、鸟类、无足动物及刺猬生殖器官的配置与作用。尤其是结合其生态特征、呼吸与身体构造,说明了不具睾丸的鱼类和蛇类为何需要迅速完成交尾。

§1.5Ἔτι δὲ τὸ ὄργανον τὸ πρὸς τὸν συνδυασμὸν τὰ μὲν τέτράποδα ἔχει· ἐνδέχεται γὰρ αὐτοῖς ἔχειν· τοῖς δ’ ὄρνισι καὶ τοῖς ἄποσιν οὐκ ἐνδέχεται διὰ τὸ τῶν μὲν τὰ σκέλη ὑπὸ μέσην εἶναι τὴν γαστέρα, τὰ δ’ ὅλως ἀσκελῆ εἶναι, τὴν δὲ τοῦ αἰδοίου φύσιν ἠρτῆσθαι ἐντεῦθεν καὶ τῇ θέσει κεῖσθαι ἐνταῦθα.
此外,四足动物拥有用于交尾的器官;因为它们拥有它是可能的;但对于鸟类和无足动物来说则是不可能的,因为前者的腿在腹部正中下方,而后者则完全没有腿,且生殖器的自然构造悬挂于该处(腿的接合部)并在位置上处于该处。
διὸ καὶ ἐν τῇ ὁμιλίᾳ ἡ σύντασις γίνεται τῶν σκελῶν· τό τε γὰρ ὄργανον νευρῶδες καὶ ἡ φύσις τῶν σκελῶν νευρώδης.
因此,在交尾时,腿部也会产生协调运动;因为该器官是腱质的,且腿部的性质也是腱质的。
ὥστ’ ἐπεὶ τοῦτ’ οὐκ ἐνδέχεται ἔχειν, ἀνάγκη καὶ ὄρχεις ἢ μὴ ἔχειν ἢ μὴ ἐνταῦθ’ ἔχειν· τοῖς γὰρ ἔχουσιν ἡ αὐτὴ θέσις ἀμφοτέρων αὐτῶν.
因此,既然它们不可能拥有这个器官,那么它们也必然要么没有睾丸,要么不把睾丸长在那个地方;因为在拥有它们的动物中,这两者的位置是相同的。
ἔτι δὲ τοῖς γε τοὺς ὄρχεις ἔχουσιν ἔξω διὰ τῆς κινήσεως θερμαινομένου τοῦ αἰδοίου προέρχεται τὸ σπέρμα συναθροισθέν, ἀλλ’ οὐχ ὡς ἕτοιμον ὃν εὐθὺς θιγοῦσιν, ὥσπερ τοῖς ἰχθύσιν.
此外,在睾丸长在外部的动物中,由于生殖器因运动而变温热,精液会聚集并排出,而不是像鱼类那样,在接触时立刻就准备就绪。
πάντα δ’ ἔχει τὰ ζῳοτόκα τοὺς ὄρχεις ἐν τῷ πρόσθεν ἢ ἔξω, πλὴν ἐχίνου· οὗτος δὲ πρὸς τῇ ὀσφύϊ μόνος, διὰ τὴν αὐτὴν αἰτίαν δι’ ἥνπερ καὶ οἱ ὄρνιθες.
所有的胎生动物,除了刺猬以外,其睾丸都长在前部(下腹内)或外部;唯独刺猬将其长在腰部附近,这与鸟类的原因完全相同。
ταχὺν γὰρ ἀναγκαῖον γίνεσθαι τὸν συνδυασμὸν αὐτῶν· οὐ γὰρ ὥσπερ τὰ τετράποδα ἐπὶ τὰ πρανῆ ἐπιβαίνει, ἀλλ’ ὀρθοὶ μίγνυνται διὰ τὰς ἀκάνθας.
因为它们交尾必须迅速;因为它们不能像其他四足动物那样从背面骑跨,而是由于身上的刺,只能直立着交配。
δι’ ἣν μὲν οὖν αἰτίαν ἔχουσι τὰ ἔχοντα ὄρχεις, εἴρηται, καὶ δι’ ἣν αἰτίαν τὰ μὲν ἔξω τὰ δ’ ἐντός.
因而,拥有睾丸的动物因何种原因拥有它们,以及为何有些长在外部,有些长在内部,已经说明了。
§1.6ὅσα δὲ μὴ ἔχει, καθάπερ εἴρηται, διά τε τὸ μὴ εὖ ἀλλὰ τὸ ἀναγκαῖον μόνον οὐκ ἔχει τοῦτο τὸ μόριον, καὶ διὰ τὸ ἀναγκαῖον εἶναι ταχεῖαν γίνεσθαι τὴν ὀχείαν· τοιαύτη δ’ ἐστὶν ἡ τῶν ἰχθύων φύσις καὶ ἡ τῶν ὄφεων.
另一方面,正如已说过的,那些没有睾丸的动物,既是因为这个器官并非为了更好而是仅出于必然才不拥有,也是因为它们的交尾必须迅速;而鱼类和蛇类的本性正是如此。
οἱ μὲν γὰρ ἰχθύες ὀχεύουσι παραπίπτοντες καὶ ἀπολύονται ταχέως.
因为鱼类是通过相互摩擦来交尾的,并且迅速分离。
ὥσπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων καὶ πάντων τῶν τοιούτων ἀνάγκη κατασχόντας τὸ πνεῦμα προΐεσθαι τὴν γονήν· τοῦτο δ’ ἐκείνοις συμβαίνει μὴ δεχομένοις τὴν θάλατταν, εἰσὶ δὲ εὔφθαρτοι τοῦτο μὴ ποιοῦντες.
因为正如在人类和所有此类动物中,必须屏住呼吸来排出精液一样,鱼类也是在不吸入海水的状态下发生这种情况(屏气)的,如果它们不迅速完成,就很容易死亡。
οὔκουν δεῖ ἐν τῷ συνδυασμῷ τὸ σπέρμα πέττειν αὐτούς, ὥσπερ τὰ πέζὰ καὶ ζῳοτόκα, ἀλλ’ ὑπὸ τῆς ὥρας τὸ σπέρμα πεπεμμένον ἀθρόον ἔχουσιν, ὥστε μὴ ἐν τῷ θιγγάνειν ἀλλήλων ποιεῖν, ἀλλὰ προΐεσθαι πεπεμμένον.
因此,它们不需要像陆生胎生动物那样在交尾过程中使精液成熟,而是由于季节的关系,已经拥有了大量成熟的精液,从而不至于在相互接触时才去制造它,而是直接排出已经成熟的精液。
διὸ ὄρχεις οὐκ ἔχουσιν, ἀλλ’ εὐθεῖς καὶ ἀπλοῦς τοὺς πόρους, οἷον μικρὸν μόριον τοῖς τετράποσιν ὑπάρχει περὶ τοὺς ὄρχεις.
因而,它们没有睾丸,而是拥有笔直且单纯的通道,就像四足动物睾丸周围存在的一小部分器官一样。
τῆς γὰρ ἐπαναδιπλώσεως τοῦ πόρου τὸ μὲν ἔναιμον μέρος ἐστὶ τὸ δ’ ἄναιμον, ὃ δέχεται καὶ δι’ οὗ ἤδη σπέρμα ὂν πορεύεται, ὥσθ’ ὅταν ἐνταῦθα ἔλθῃ ἡ γονή, ταχεῖα καὶ τούτοις γίνεται ἡ ἀπόλυσις.
因为在通道的折叠部分中,一部分是有血的,另一部分是无血的,后者接收精液且已成为精液的物质通过它流动,所以当精液到达此处时,这些动物的排出也会变得迅速。
τοῖς δ’ ἰχθύσι τοιοῦτος ὁ πόρος πᾶς ἐστὶν οἷος ἐπὶ τῶν ἀνθρώπων καὶ τῶν τοιούτων ζῴων κατὰ τὸ ἕτερον μέρος τῆς ἐπαναδιπλώσεως.
而在鱼类中,整个通道都像人类和此类动物通道折叠部分的另一半(无血部分)那样。
§1.7οἱ δὲ ὄφεις ὀχεύονται περιελιττόμενοι ἀλλήλοις, οὐκ ἔχουσι δ’ ὄρχεις οὐδ’ αἰδοῖον, ὥσπερ εἴρηται πρότερον, αἰδοῖον μὲν ὅτι ὀυδε σκέλη, ὄρχεις δὲ διὰ τὸ μῆκος, ἀλλὰ πόρους, ὥσπερ οἱ ἰχθύες·
另一方面,蛇类通过相互缠绕来交尾,但正如之前所说,它们既没有睾丸也没有生殖器——没有生殖器是因为它们没有腿,没有睾丸则是由于它们的身体长——而是像鱼类一样拥有通道。
διὰ γὰρ τὸ εἶναι αὐτῶν προμήκη τὴν φύσιν, εἰ ἔτι ἐπίστασις ἐγίγνετο περὶ τοὺς ὄρχεις, ἐψύχετ’ ἂν ἡ γονὴ διὰ τὴν βραδυτῆτα.
因为由于它们的自然身体细长,如果精液在睾丸处再发生停留,就会因为流速缓慢而变冷。
ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν μέγα τὸ αἰδοῖον ἐχόντων· ἀγονώτεροι γάρ εἰσι τῶν μετριαζόντων διὰ τὸ μὴ γόνιμον εἶναι τὸ σπέρμα τὸ ψυχρόν, ψύχεσθαι δὲ τὸ φερόμενον λίαν μακράν.
这也同样发生在生殖器过大的人身上;因为他们比适中大小的人更不易生育,这是由于寒冷的精液不具生育力,而输送距离过长的精液会被冷却。
δι’ ἣν μὲν οὗν αἰτίαν τὰ μὲν ὄρχεις ἔχει τὰ δ’ οὐκ ἔχει τῶν ζῴων, εἴρηται·
因而,动物中有些拥有睾丸而有些没有,其原因已经说明了。
περιπλέκονται δ’ ἀλλήλοις οἱ ὄφεις διὰ τὴν ἀφυΐαν τῆς παραπτώσεως.
另一方面,蛇类相互缠绕是由于并排贴合时的不便。
μικρῷ γὰρ προσαρμόττοντες μορίῳ λίαν μακροὶ ὄντες οὐκ εὐσυνάρμοστοί εἰσιν· ἐπεὶ οὖν οὐκ ἔχουσι μόρια οἷς περιλήψονται, ἀντὶ τούτων τῇ ὑγρότητι χρῶνται τοῦ σώματος, περιελιττόμενοι ἀλλήλοις.
因为它们身体极长,在试图让微小的部位相贴合时并不容易对齐;因此,既然它们没有可以用来合抱的肢体,便用身体的柔韧性代替它们,相互缠绕在一起。
διὸ καὶ δοκοῦσι βραδύτερον ἀπολύεσθαι τῶν ἰχθύων, οὐ μόνον διὰ τὸ μῆκος τῶν πόρων ἀλλὰ καὶ διὰ τὴν περὶ ταῦτα σκευωρίαν.
因此,它们看起来也比鱼类分离得更慢,这不仅是因为通道的长,也是因为这种姿势的复杂过程。

词汇与语法注释

  1. §1.5διὰ τὸ τῶν μὲν τὰ σκέλη... — 在 διὰ τὸ 控制下并列了三个不定式分句。第一个是 τῶν μὲν τὰ σκέλη ὑπὸ μέσην εἶναι τὴν γαστέρα(逻辑主语是 τὰ σκέλη,τῶν μὲν 指代鸟类);第二个是 τὰ δ’ ὅλως ἀσκελῆ εἶναι(逻辑主语是 τὰ δ’,指代无足动物);第三个是 τὴν δὲ τοῦ αἰδοίου φύσιν ἠρτῆσθαι ἐντεῦθεν...(逻辑主语是 τὴν δὲ τοῦ αἰδοίου φύσιν)。整理这一并列结构有助于明确全句的因果关系。
  2. §1.7εἰ ἔτι ἐπίστασις ἐγίγνετο περὶ τοὺς ὄρχεις, ἐψύχετ’ ἂν ἡ γονὴ διὰ τὴν βραδυτῆτα. — 这是一个使用直说过去时态的虚拟条件句(条件从句用 εἰ + 未完成过去时 ἐγίγνετο,结论从句用 ἄν + 未完成过去时 ἐψύχετο)。它表达了与当前事实相反或在自然设计中被避免的“不可能情景”:“如果真的在睾丸处产生停留(实际上没有,因为蛇没有睾丸),精液就会变冷。”
  3. §1.7διὰ τὴν ἀφυΐαν τῆς παραπτώσεως. — 属格 τῆς παραπτώσεως 在此作为名词 ἀφυΐαν(不便、笨拙)的宾格性属格起作用。意为“并排贴合(的困难)”,指蛇类由于缺乏四肢,在交尾时难以进行简单的身体对齐。

引用这一段

亚里士多德, 动物的产生 §1.5-1.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:1.5-1.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。