§1.11μαλακόδερμα γοῦν τὰ ᾠὰ γεννῶσιν· διὰ γὰρ τὸ εἶναι ὀλιγόθερμα οὐ ξηραίνει αὐτῶν ἡ φύσις τὸ ἔσχατον.
总之,它们产下的是软壳蛋;因为由于缺乏热量,它们的本性没有使卵的最外层干燥。
διὰ μὲν οὖν τὸ ψυχρὰ εἶναι μαλακόδερμα γεννῶσι, διὰ δὲ τὸ μαλακόδερμα οὐ θύραζε· διεφθείρετο γὰρ ἄν, ὅταν δὲ ζῷον ἐκ τοῦ ᾠοῦ γίγνηται, τὸν αὐτὸν τρόπον τὰ πλεῖστα γίγνεται ὅνπερ ἐν τοῖς ὄρνισιν· καταβαίνει γὰρ κάτω, καὶ γίγνεται ζῷα πρὸς τοῖς ἄρθροις, καθάπερ καὶ τοῖς ἐξ ἀρχῆς εὐθὺς ζῳοτοκοῦσιν.
因此,由于它们是寒冷的,所以产下软壳蛋,而由于是软壳,它们不向体外产卵;因为(如果产在体外)卵就会损坏。 当动物从卵中产生时,大多数情况是以与鸟类完全相同的方式发生的;因为卵下降到下方,并在关节附近成为动物,正如那些从一开始就直接胎生的动物一样。
διὸ καὶ τὴν ὑστέραν τὰ τοιαῦτα ἔχει ἀνομοίαν καὶ τοῖς ζῳοτόκοις καὶ τοῖς ᾠοτόκοις, διὰ τὸ ἀμφοτέρων μετέχειν τῶν εἰδῶν· καὶ γὰρ πρὸς τῷ ὑποζώματι ἔχουσι καὶ κάτω πάρηκουσαν πάντα τὰ σελαχώδη.
因此,此类动物的子宫既不同于胎生动物,也不同于卵生动物,因为它们兼具两者的特征;因为所有软骨鱼类的子宫既在横隔膜附近,又一直延伸到下方。
δεῖ δὲ καὶ περὶ ταύτης καὶ περὶ τῶν ἄλλων ὑστερῶν, ὃν τρόπον ἔχουσιν, ἔκ τε τῶν ἀνατομῶν τεθεωρηκέναι καὶ τῶν ἱστοριῶν.
关于这种子宫以及其他子宫的构造状况,必须通过解剖图和《动物志》来进行考察。
ὥστε διὰ μὲν τὸ ᾠοτόκα εἶναι τελείων ᾠῶν ἄνω ἔχει, διὰ δὲ τὸ ζῳοτοκεῖν κάτω, καὶ ἀμφοτέρων μετειλήφασιν.
因此,因为是产下发育完全之卵的卵生动物,它们将子宫长在上方,而因为是胎生,又长在下方,它们兼具了这两者。
τὰ δ’ εὐθὺς ζῳοτοκοῦντα πάντα κάτω· οὐ γὰρ ἐμποδίζει τῆς φύσεως οὐδὲν ἔργον, οὐδὲ διττογονεῖ, πρὸς δὲ τούτοις ἀδύνατον ζῷα γίγνεσθαι πρὸς τοῖς ὑποζώμασιν· τὰ μὲν γὰρ ἔμβρυα βάρος ἔχειν ἀναγκαῖον, καὶ κίνησιν, ὁ δὲ τόπος ἐπίκαιρος ὢν τοῦ ζῆν οὐκ ἂν δύναιτο ταῦθ’ ὑπενεγκεῖν.
但是那些直接胎生的动物则全部长在下方;因为自然的任何功能都不起阻碍作用,它们也不进行双重生殖;此外,在横隔膜附近产生动物是不慢的;因为胚胎必然具有重量和运动,而那个作为生命关键部位的区域无法承受这些。
ἔτι δ’ ἀνάγκη δυστοκίαν εἶναι διὰ τὸ μῆκος τῆς φορᾶς, ἐπεὶ καὶ νῦν ἐπὶ τῶν γυναικῶν, ἐὰν περὶ τὸν τόκον ἀνασπάσωσι χασμησάμεναι ἤ τι τοιοῦτον ποιήσασαι, δυστοκοῦσιν.
此外,由于运输路径的长度,必然会导致难产,因为即使在现在,对于妇女来说,如果在分娩时由于打哈欠或做类似的事情而将子宫向上拉升,就会导致难产。
καὶ κεναὶ δ᾽ οὖσαι αἱ ὑστέραι ἄνω προσιστάμεναι πνίγουσιν· καὶ γὰρ ἀνάγκη τὰς μελλούσας ζῷον ἕξειν ἰσχυροτέρας εἶναι, διὸ σαρκώδεις εἰσὶν αἱ τοιαῦται πᾶσαι, αἱ δὲ πρὸς τοῖς ὑποζώμασιν ὑμενώδεις.
而且,当子宫排空并向上挤压时,就会引起窒息;因为将要怀胎的子宫必然更加强壮,因此所有此类子宫都是肉质的,而靠近横隔膜的则是膜状的。
καὶ ἐπ’ αὐτῶν δὲ τῶν διγονίαν ποιουμένων ζῴων φανερὸν τοῦτο συμβαῖνον· τὰ μὲν γὰρ ᾠὰ ἄνω καὶ ἐν τῷ πλαγίῳ ἴσχουσι, τὰ δὲ ζῷα ἐν τῷ κάτω μέρει τῆς ὑστέρας.
而这一点在那些进行双重生殖的动物自身中显然也是发生着的:因为它们将卵保持在上方和侧面,而将动物保持在子宫的下方。
Δι’ ἣν μὲν οὖν αἰτίαν ὑπεναντίως ἔχουσι τὰ περὶ τὰς ὑστέρας ἔνια τῶν ζῴων, καὶ ὅλως διὰ τί τοῖς μὲν κάτω τοῖς δὲ ἄνω πρὸς τῷ ὑποζώματί εἰσιν, εἴρηται.
因此,某些动物的子宫部位处于相反状态的原因,以及总的来说为什么有些长在下方,有些长在上方靠近横隔膜的地方,已经阐明了。
§1.12διότι δὲ τὰς μὲν ὑστέρας ἔχουσι πάντα ἐντός, τοὺς δ’ ὄρχεις τὰ μὲν ἐκτὸς τὰ δ’ ἐντός, αἴτιον τοῦ μὲν τὰς ὑστέρας ἐντὸς εἶναι πᾶσιν, ὅτι ἐν ταύταις ἐστὶ τὸ γινόμενον, ὃ δεῖται φυλακῆς καὶ σκέπης καὶ πέψεως, ὁ δ’ ἐκτὸς τοῦ σώματος τόπος εὔβλαπτος καὶ ψυχρός.
至于为什么所有雌性都将子宫长在内部,而至于睾丸,有些动物长在外部,有些长在内部:子宫在所有动物中都长在内部的原因是,正在发育的胚胎处于子宫中,它需要保护、遮蔽和成熟,而身体外部的地方容易受损且寒冷。
οἱ δ’ ὄρχεις τοῖς μὲν ἐντὸς τοῖς δ’ ἐκτὸς διὰ τὸ δεῖσθαι καὶ τούτους σκέπης καὶ καλύμματος πρός τε σωτηρίαν καὶ πρὸς τὴν τοῦ σπέρματος πέψιν· ἀδύνατον γὰρ ἐψυγμένους καὶ πεπηγότας ἀνασπάσθαι καὶ προΐεσθαι τὴν γονήν.
而睾丸在有些动物中在内,在有些在外部,是因为它们也需要遮蔽和保护,既是为了安全,也是为了精液的成熟;因为如果它们被冷却和凝固,就无法收缩并排出精液。
διόπερ ὅσοις ἐν φανερῷ εἰσὶν οἱ ὄρχεις, ἔχουσι σκέπην δερματικὴν τὴν καλουμένην ὀσχέαν.
因此,凡是睾丸显露在外的地方,都拥有被称为阴囊的皮肤遮蔽物。
ὅσοις δ’ ἡ τοῦ δέρματος φύσις ἐναντιοῦται διὰ σκληρότητα πρὸς τὸ μὴ περιληπτικὴν εἶναι μηδὲ μαλθακὴν καὶ δερματικήν, οἷον τοῖς τ’ ἰχθυῶδες ἔχουσι τὸ δέρμα καὶ τοῖς φολιδωτόν, τούτοις δ’ ἀναγκαῖον ἐντὸς ἔχειν.
但是,对于那些由于皮肤硬度而无法起到包裹作用、也不柔软和皮质化的动物(如具有鱼样皮肤者和具鳞甲者),它们就必须将睾丸长在内部。
διόπερ οἵ τε δελφῖνες καὶ ὅσα τῶν κητωδῶν ὄρχεις ἔχουσιν, ἐντὸς ἔχουσι, καὶ τὰ ᾠοτόκα καὶ τετράποδα τῶν φολιδωτῶν.
因此,海豚以及凡是具有睾丸的鲸豚类动物,都将睾丸长在内部,具鳞甲的四足卵生动物也是如此。
καὶ τὸ τῶν ὀρνίθων δὲ δέρμα σκληρόν, ὥστε κατὰ μέγεθος ἀσύμμετρον εἶναι περιλαβεῖν, καὶ ταύτην αἰτίαν εἶναι πᾶσι τούτοις πρὸς ταῖς εἰρημέναις πρότερον ἐκ τῶν περὶ τὰς ὀχείας συμβαινόντων ἀναγκαίων.
鸟类的皮肤也很硬,以至于无法按照其大小适当地包裹起来,除了先前从交配有关的必然情况中阐明的原因之外,这也是所有这些动物的共同原因。
διὰ τὴν αὐτὴν δ’ αἰτίαν καὶ ὁ ἐλέφας καὶ ὁ ἐχῖνος ἔχουσιν ἐντὸς τοὺς ὄρχεις· οὐδὲ γὰρ τούτοις εὐφυὲς τὸ δέρμα πρὸς τὸ χωριστὸν ἔχειν τὸ σκεπαστικὸν μόριον, κεῖνται δὲ καὶ τῇ θέσει ὑπεναντίως αἱ ὑστέραι τοῖς τε ζῳοτοκοῦσιν ἐν αὑτοῖς καὶ τοῖς ᾠοτοκοῦσι θύραζε, καὶ τούτων τοῖς τε τὰς ὑστέρας ἔχουσι κάτω καὶ τοῖς πρὸς τῷ ὑποζώματι, οἷον τοῖς ἰχθύσι πρός τε τοὺς ὄρνιθας καὶ τὰ ᾠοτόκὰ τῶν τετραπόδων, καὶ τοῖς κατ’ ἀμφοτέρους τοὺς τρόπους γεννῶσιν, ἐν ἑαυτοῖς μὲν ᾠοτοκοῦσιν, εἰς δὲ τὸ φανερὸν ζῳοτοκοῦσιν.
由于同样的原因,大象和刺猬也将睾丸长在内部;因为在它们身上,皮肤也不适合长出一个独立的分离遮蔽器官。 此外,子宫在位置上也处于相反的配置:在体内胎生的动物与在体外卵生的动物之间;在后者之中,在子宫长在下方的动物与长在横隔膜附近的动物之间(例如鱼类与鸟类及四足卵生动物相比);以及与那些以两种方式进行生殖的动物之间(即在体内卵生但在体外显露的地方胎生)。
τὰ μὲν γὰρ ζῳοτοκοῦντα καὶ ἐν αὐτοῖς καὶ ἐκτὸς ἐπὶ τῆς γαστρὸς ἔχει τὰς ὑστέρας, οἷον ἄνθρωπος καὶ βοῦς καὶ κύων καὶ τἆλλα τὰ τοιαῦτα· πρὸς γὰρ τὴν τῶν ἐμβρύων σωτηρίαν καὶ αὔξησιν συμφέρει μηθὲν ἐπεῖναι βάρος ἐπὶ ταῖς ὑστέραις.
因为在体内和体外都是胎生的动物,其子宫长在腹部,例如人类、牛、狗以及其他此类动物;因为为了胚胎的安全和生长,子宫上方没有承受任何重量是有利的。