Humanitext Reader

亚里士多德 · 动物的产生 §1.2

作为发生原理的雌雄定义与功能

第 2 段,共 93 段 · 希腊语

内容简介

亚里士多德决定将植物移作另文考察,转而讨论动物产生中的“雌”与“雄”原理。他从定义(能力差异)和感觉(身体部位差异)两方面对它们进行了区分,并以阉割为例说明了生殖器官作为首要原理的重要性。

§1.2Περὶ μὲν οὖν φυτῶν, αὐτὰ καθ᾽ αὑτὰ χωρὶς ἐπισκεππτέον· περὶ δὲ τῶν ἄλλων ζῴων τῆς γενέσεως λεκτέον κατὰ τὸν ἐπιβάλλοντα λόγον καθ᾽ ἕκαστον αὐτῶν, ἀπὸ τῶν εἰρημένων συνείροντας.
关于植物,必须由其自身独立进行考察;但关于其他动物的产生,我们必须根据各自动物的适用讨论,结合已经说过的话来进行阐述。
καθάπερ γὰρ εἴπομεν, τῆς γενέσεως ἀρχὰς ἄν τις οὐχ ἥκιστα θείη τὸ θῆλυ καὶ τὸ ἄρρεν, τὸ μὲν ἄρρεν ὡς τῆς κινήσεως καὶ τῆς γενέσεως ἔχον τὴν ἀρχήν, τὸ δὲ θῆλυ ὡς ὕλης.
因为正如我们所说,人们完全可以将雌性和雄性确立为产生的最主要原理:雄性是持有运动和产生原理的,而雌性则是持有质料原理的。
τοῦτο δὲ μάλιστ’ ἄν τις πιστεύσειε θεωρῶν πῶς γίνεται τὸ σπέρμα καὶ πόθεν· ἐκ τούτου μὲν γὰρ τὰ φύσει γινόμενα συνίσταται, τοῦτο δὲ πῶς ἀπὸ τοῦ θήλεος καὶ τοῦ ἄρρενος συμβαίνει γίγνεσθαι, δεῖ μὴ λανθάνειν.
通过考察精液是如何以及从何处产生的,人们最能确信这一点;因为虽然自然产生之物是由此构成的,但我们绝不能忽视这精液是如何从雌性和雄性中产生出来的。
τῷ γὰρ ἀποκρίνεσθαι τὸ τοιοῦτον μόριον ἀπὸ τοῦ θήλεος καὶ τοῦ ἄρρενος, καὶ ἐν τούτοις τὴν ἀπόκρισιν εἶναι καὶ ἐκ τούτων, διὰ τοῦτο τὸ θῆλυ καὶ τὸ ἄρρεν ἀρχαὶ τῆς γενέσεώς εἰσιν.
因为正是由于此类部分从雌性和雄性中分泌出来,且分泌是在它们体内并源自它们,所以雌性和雄性才是产生的原理。
ἄρρεν μὲν γὰρ λέγομεν ζῷον τὸ εἰς ἄλλο γεννῶν, θῆλυ δὲ τὸ εἰς αὑτό· διὸ καὶ ἐν τῷ ὅλῳ τὴν τῆς γῆς φύσιν ὡς θῆλυ καὶ μητέρα νομίζουσιν, οὐρανὸν δὲ καὶ ἥλιον ἤ τι τῶν ἄλλων τῶν τοιούτων ὡς γεννῶντας καὶ πατέρας προσαγορεύουσιν.
因为我们称那在别处产生后代的动物为雄性,而在自身内产生后代的为雌性;因此在整个宇宙中,人们将大地的性质视为雌性和母亲,而将天、太阳或任何其他此类事物称为产生者和父亲。
τὸ δ᾽ ἄρρεν καὶ τὸ θῆλυ διαφέρει κατὰ μὲν τὸν λόγον τῷ δύνασθαι ἕτερον ἑκάτερον, κατὰ δὲ τὴν αἴσθησιν μορίοις τισίν, κατὰ μὲν τὸν λόγον τῷ ἄρρεν μὲν εἶναι τὸ δυνάμενον γεννᾶν εἰς ἕτερον, καθάπερ ἐλέχθη πρότερον, τὸ δὲ θῆλυ τὸ εἰς αὑτό, καὶ ἐξ οὗ γίνεται ἐνυπάρχον ἐν τῷ γεννῶντι τὸ γεννώμενον.
雄性和雌性在定义上的区别在于各自具有不同的能力,在感觉上的区别则在于某些特定的身体部分;在定义上,如前所述,雄性是能够向他者产生后代的,而雌性则是向自身内部,且被产生之物存在于产生者体内并由此产生。
ἐπεὶ δὲ δυνάμει διώρισται καὶ ἔργῳ τινί, δεῖται δὲ πρὸς πᾶσαν ἐργασίαν ὀργάνων, ὄργανα δὲ ταῖς δυνάμεσι τὰ μέρη τοῦ σώματος, ἀναγκαῖον εἶναι καὶ πρὸς τὴν τέκνωσιν καὶ τὸν συνδυασμὸν μόρια, καὶ ταῦτα διαφέροντ’ ἀλλήλων, καθὸ τὸ ἄρρεν διαίσει τοῦ θήλεος.
既然它们是由能力和某种功能所规定的,而任何功能的发挥都需要工具,且身体的部分正是能力的工具,那么对于生育和结合而言,必然存在着某些身体部分,且这些部分相互不同,雄性正是在这一点上与雌性不同。
εἰ γὰρ καὶ καθ’ ὅλου λέγεται τοῦ ζῴου τοῦ μὲν τὸ θῆλυ τοῦ δὲ τὸ ἄρρεν, ἀλλ᾽ vαι ὑστέραι, τοῦ δ’ ἄρρενος τὰ περὶ τοὺς ὄρχεις καὶ τοὺς περινέους ἐν πᾶσι τοῖς ἐναίμοις· τὰ μὲν γὰρ ὄρχεις ἔχει αὐτῶν, τὰ δὲ τοὺς τοιούτους πόρους.
因为即使对于动物整体而言,在一种情况下被称为雌性,在另一种情况下被称为雄性,但在所有有血动物中,雌性拥有子宫,雄性则拥有睾丸和会阴周围的部分;因为它们中有些拥有睾丸,有些则拥有此类通道。
εἰσὶ δὲ διαφοραὶ τοῦ θήλεος καὶ ἄρρενος καὶ ἐν τοῖς ἀναίμοις, ὅσα αὐτῶν ἔχει ταύτην τὴν ἐναντίωσιν.
在无血动物中,只要它们具有这种对立(雌雄之分),也存在着雌雄的区别。
διαφέρει δ’ ἐν τοῖς ἐναίμοις τὰ μέρη τὰ πρὸς τὴν μίξιν τοῖς σχήμασιν.
而在有血动物中,用于交配的部分在形状上各不相同。
δεῖ δὲ νοεῖν ὅτι μικρᾶς ἀρχῆς μετακινουμένης πολλὰ συμμεταβάλλειν εἴωθε τῶν μετὰ τὴν ἀρχήν.
但我们必须懂得,当微小的起点发生改变时,起点之后的许多事物通常也会随之改变。
δῆλον δὲ τοῦτο ἐπὶ τῶν ἐκτεμνομένων· τοῦ γεννητικοῦ γὰρ μορίου διαφθειρομένου μόνον ὅλη σχεδὸν ἡ μορφὴ συμμεταβάλλει τοῦτον ὥστε ἢ θῆλυ δοκεῖν εἶναι μικρὸν ἀπολείπειν, ὡς οὐ κατὰ τὸ τυχὸν μόριον οὐδὲ κατὰ τὴν τυχοῦσαν δύναμιν θῆλυ ὄν καὶ ἄρρεν τὸ ζῷον.
这在被阉割的动物身上是很明显的;因为仅仅当生殖部分被破坏时,几乎整个外形都会随之改变,以至于它们看起来像雌性,或者仅与雌性相差无几,这表明动物之成为雌性和雄性,并非取决于随意的部分或随意的能力。
φανερὸν οὗν ὅτι ἀρχή τις οὖσα φαίνεται τὸ θῆλυ καὶ τὸ ἄρρεν· πολλὰ γοῦν συμμεταβάλλει μεταβαλλόντων ᾗ θῆλυ καὶ ἄρρεν, ὡς ἀρχῆς μεταπιπτούσης.
因此很明显,雌性和雄性似乎是某种原理;至少当它们在雌性和雄性方面发生变化时,许多事物都会随之发生变化,就像原理发生改变一样。

词汇与语法注释

  1. §1.2τὸ μὲν ἄρρεν ὡς τῆς κινήσεως καὶ τῆς γενέσεως ἔχον τὴν ἀρχήν, τὸ δὲ θῆλυ ὡς ὕλης — 在该对偶结构中,后半句 τὸ δὲ θῆλυ ὡς ὕλης 省略了前半句的 ἔχον τὴν ἀρχήν(“持有原理的”),属格 ὕλης(“质料的”)充当被省略的 ἀρχήν 的宾格性属格。
  2. §1.2τῷ γὰρ ἀποκρίνεσθαι τὸ τοιοῦτον μόριον ἀπὸ τοῦ θήλεος καὶ τοῦ ἄρρενος, καὶ ἐν τούτοις τὴν ἀπόκρισιν εἶναι καὶ ἐκ τούτων — 表示原因、理由的与格冠词不定式 τῷ ... ἀποκρίνεσθαι 同时也支配着后半句的 καὶ ... εἶναι,形成并列的“对格加不定式”结构。τὸ τοιοῦτον μόριον 是前半句 ἀποκρίνεσθαι 的逻辑主语,而 τὴν ἀπόκρισιν 则是后半句 εἶναι 的逻辑主语。
  3. §1.2ἀλλ᾽ vαι ὑστέραι — 此处在抄本或文本传承中存在损坏(脱漏或拼写错误)。在标准的校勘本中,这里保留了从 ἀλλ’ οὐκ ἔστι... 到 τῇ μὲν αἱ ὑστέραι 的长句,但根据所提供的文本,必须在上下文中将其解释为“然而[雌性拥有]子宫……”。
  4. §1.2τοῦτον ὥστε ἢ θῆλυ δοκεῖν εἶναι μικρὸν ἀπολείπειν — 标准校勘本中写作 τοῦτο 的地方在此文本中为 τοῦτον,且 εἶναι 之后的 ἤ 被脱漏。在结果的 ὥστε 从句中,两个不定式 δοκεῖν 和 ἀπολείπειν 呈并列关系,意为“以至于看起来像雌性,或者仅与雌性相差无几”。

引用这一段

亚里士多德, 动物的产生 §1.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:1.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。