§1.3Ἔχεῖ δὲ τὰ περὶ τοὺς ὄρχεις καὶ τὰς ὑστέρας οὐχ ὁμοίως πᾶσι τοῖς ἐναίμοις ζῴοις, καὶ πρῶτον τὰ περὶ τοὺς ὄρχεις τοῖς ἄρρεσιν.
关于睾丸和子宫的部分,在所有有血动物中并不相同,首先是雄性关于睾丸的部分。
τὰ μὲν γὰρ ὅλως ὄρχεις οὐκ ἔχει τῶν τοιούτων ζῴων, οἷον τό τε τῶν ἰχθύων γένος καὶ τὸ τῶν ὄ φεων, ἀλλὰ πόρους μόνον δύο σπερματικούς· τὰ δ’ ἔχει μὲν ὄρχεις, ἐντὸς δ’ ἔχει τούτους πρὸς τῇ ὀσφύϊ κατὰ τὴν τῶν νεφρῶν χώραν, ἀπὸ δὲ τούτων ἑκατέρου πόρον, ὥσπερ ἐν τοῖς μὴ ἔχουσιν ὄρχεις, συνάπτοντας εἰς ἕν, καθάπερ καὶ ἐπ’ ἐκείνων, οἷον οἵ τε ὄρνιθες πάντες καὶ τὰ ᾠοτοκοῦντα τετράποδα τῶν δεχομένων τὸν ἀέρα καὶ πλεύμονα ἐχόντων.
因为此类动物中有些完全没有睾丸,例如鱼类和蛇类,而只有两条精液通道;有些则有睾丸,但长在体内靠近腰部、在肾脏的区域,并且从这两个睾丸中的每一个都延伸出一条通道,正如在没有睾丸的动物中那样,像它们一样结合为一,例如所有的鸟类以及在吸入空气并拥有肺部的动物中所有卵生的四足动物。
καὶ γὰρ ταῦτα πάντα ἐντὸς ἔχει πρὸς τῇ ὀσφύϊ τοὺς ὄρχεις, καὶ δύο πόρους ἀπὸ τούτων ὁμοίως τοῖς ὄφεσιν, οἷον σαῦροι καὶ χελῶναι καὶ τὰ φολιδωτὰ πάντα.
因为这些动物也都在体内靠近腰部的地方拥有睾丸,并从睾丸延伸出两条通道,与蛇类相似,例如蜥蜴、乌龟和所有有鳞的动物。
τὰ δὲ ζῳοτόκα πάντα μὲν ἐν τῷ ἔμπροσθεν ἔχει τοὺς ὄρχεις, ἀλλ’ ἕνια αὐτῶν ἔσω πρὸς τῷ τέλει τῆς γαστρός, οἷον ὁ δελφίς, καὶ οὐ πόρους ἀλλ’ αἰδοῖον ἀπὸ τούτων περαῖνον εἰς τὸ ἔξω, καθάπερ οἱ βόες, τὰ δ’ ἔξω καὶ τούτων τὰ μὲν ἀπηρτημένους, ὥσπερ ἄνθρωπος, τὰ δὲ πρὸς τῇ ἕδρᾳ, καθάπερ οἱ ὕες.
而胎生动物的睾丸都长在身体的前部,但其中有些长在体内靠近腹部末端,例如海豚,而且从睾丸延伸出来的不是通道而是通向外部的生殖器,就像公牛一样;另一些则长在外部,而在这些外部长有睾丸的动物中,有些是悬空分离的,如人类,有些则靠近肛门,如猪。
διώρισται δὲ περὶ αὐτῶν ἀκριβέστερον ἐν ταῖς ἱστορίαις ταῖς περὶ τῶν ζῴων.
关于这些,在《动物志》中已有更精确的规定。
αἱ δ’ ὑστέραι πᾶσαι μέν εἰσι διμερεῖς, καθάπερ καὶ οἱ ὄρχεις τοῖς ἄρρεσι δύο πᾶσιν·
而子宫都是由两部分组成的,就像雄性的睾丸在所有动物中都是两个一样。
ταύτας δ’ ἔχουσι τὰ μὲν πρὸς τοῖς ἄρθροις, καθάπερ αἵ τε γυναῖκες καὶ πάντα τὰ ζῳοτοκοῦντα μὴ μόνον θύραζε ἀλλὰ καὶ ἐν αὑτοῖς, καὶ οἱ ἰχθύες ὅσοι ᾠοτοκοῦσιν εἰς τοὐμφανές, τὰ δὲ πρὸς τῷ ὑποζώματι, καθάπερ οἵ τ’ ὄρνιθες πάντες καὶ τῶν ἰχθύων οἱ ζῳοτοκοῦντες.
有些动物的子宫长在关节附近,例如女人以及所有不仅在体外而且在体内也胎生的动物,还有所有将卵产在可见的外部的鱼类;另一些则长在横隔膜附近,例如所有的鸟类以及胎生的鱼类。
ἔχουσι δὲ δικρόας καὶ τὰ μαλακόστρακα τὰς ὑστέρας καὶ τὰ μαλάκια· τὰ γὰρ καλούμενα τούτων ᾠὰ τοὺς περιέχοντας ὑμένας ὑστερκοὺς ἔχει.
此外,软甲类和软体类也拥有双叉的子宫;因为它们所谓的卵,其包围膜是具有子宫性质的。
μάλιστα δὲ ἀδιόριστον ἐπὶ τῶν πολυπόδων ἐστίν, ὥστε δοκεῖν μίαν εἶναι· τούτου δ’ αἴτιον ὁ τοῦ σώματος ὄγκος πάντῃ ὅμοιος ὤν.
但这在章鱼身上最难区分,以至于其子宫看起来像是一个;其原因在于身体的体积在各个方向上都是一律的。
δικρόαι δὲ καὶ αἱ τῶν ἐντόμων εἰσὶν ἐν τοῖς μέγεθος ἔχουσιν· ἐν δὲ τοῖς ἐλάττοσιν ἄδηλοι διὰ τὴν μικρότητα τοῦ σώματος.
而在有一定大小的昆虫中,子宫也是双叉的;但在较小的昆虫中,由于身体微小而不明显。
§1.4Τὰ μὲν οὖν εἰρημένα μόρια τοῖς ζῴοις τοῦτον ἔχει τὸν τρόπον·
因此,动物中的上述部分就是这样的情况。
περὶ δὲ τῆς ἐν τοῖς ἄρρεσι διαφορᾶς τῶν σπερματικῶν ὀργάνων, εἴ τις μέλλει θεωρήσειν τὰς αἰτίας δι’ ἅς εἰσιν, ἀνάγκη λαβεῖν πρῶτον τίνος ἕνεκεν ἡ τῶν ὄρχεών ἐστι σύστασις.
但关于雄性精液器官的差异,如果有人要考察其存在的原因,必须首先把握睾丸的组织是为了什么目的而存在的。
εἰ δὴ πᾶν ἡ φύσις ἢ διὰ τὸ ἀναγκαῖον ποιεῖ ἢ διὰ τὸ βέλτιον, κἂν τοῦτο τὸ μόριον εἴη διὰ τούτων θάτερον.
如果自然所做的一切,要么是出于必然,要么是为了更好,那么这个部分也必然是由于这两者之一。
ὅτι μὲν τοίνυν οὐκ ἀναγκαῖον πρὸς τὴν γένεσιν, φανερόν· πᾶσι γὰρ ἂν ὑπηῆρχε τοῖς γεννῶσι, νῦν δ’ ὄυθ’ οἱ ὄφεις ἔχουσιν ὄρχεις οὔθ’ οἱ ἰχθύες· ὠμμένοι γάρ εἰσι συνδυαζόμενοι καὶ πλήρεις ἔχοντες θοροῦ τοὺς πόρους.
显而易见,它对于产生并不是必然的;因为如果是的话,它就应该存在于所有生育的动物中,而现在蛇和鱼都没有睾丸;因为曾有人看到它们进行交尾,且它们的通道中充满了精液。
λείπεται τοίνυν βελτίονός τινος χάριν.
因此,剩下的解释是,它们是为了某种更好的目的。
ἔστι δὲ τῶν μὲν πλείστων ζῴων ἔργον σχεδὸν οὐθὲν ἄλλο πλὴν ὥσπερ τῶν φυτῶν σπέρμα καὶ καρπός.
而大多数动物的活动,除了像植物产生种子和果实一样之外,几乎没有别的。
ὥσπερ δ’ ἐν τοῖς περὶ τὴν τροφὴν τὰ εὐθυέντερα λαβρότερα πρὸς τὴν ἐπιθυμίαν τὴν τῆς τροφῆς, ὅυτω καὶ τὰ μὴ ἔχοντα ὄρχεις πόρους δὲ μόνον, ἢ ἔχοντα μὲν ἐντὸς δ’ ἔχοντα, πάντα ταχύτερα πρὸς τὴν ἐνέργειαν τῶν συνδυασμῶν.
正如在关于食物的部分中,肠道直的动物对食物的欲望更加贪婪一样,那些没有睾丸而只有通道的动物,或者虽然有睾丸但长在体内的动物,在交尾活动中都更加急促。
ἃ δὲ δεῖ σωφρονέστερα εἶναι, ὥσπερ ἐκεῖ οὐκ εὐθυέντερα, καὶ ἐνταῦθ’ ἕλικας ἔχουσιν οἱ πόροι πρὸς τὸ μὴ λάβρον μηδὲ ταχεῖαν εἶναι τὴν ἐπιθυμίαν.
而那些必须更加克制的动物,正如在前者中没有直肠一样,在后者中它们的通道也有螺旋弯曲,以使欲望不致贪婪和急促。
οἱ δ’ ὄρχεις εἰσὶ πρὸς τοῦτο μεμηχανημένοι· τοῦ γὰρ σπερματικοῦ περιττώματος στασιμωτέραν ποιοῦσι τὴν κίνησιν, ἐν μὲν τοῖς ζῳοτόκοις, οἷον ἵπποις τε καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις, καὶ ἐν ἀνθρώποις σώζοντες τὴν ἐπαναδίπλωσιν.
睾丸就是为此而设计的;因为它们使精液余留物的运动更加稳定,在胎生动物(如马和其他此类动物)以及人类中维持着通道的折叠。
ὃν δὲ τρόπον ἔχει αὕτη, ἐκ τῶν ἱστοριῶν τῶν περὶ τὰ ζῷα δεῖ θεωρεῖν.
关于这种折叠的方式,必须从《动物志》中予以考察。
οὐθὲν γάρ εἰσι μόριον τῶν πόρων οἱ ὄρχεις, ἀλλὰ πρόσκεινται, καθάπερ τὰς λαιὰς προσάπτουσιν αἱ ὑφαίνουσαι τοῖς ἱστοῖς· ἀφαιρουμένων γὰρ αὐτῶν ἀνασπῶνται οἱ πόροι ἐντός, ὥστ’ οὐ δύνανται γεννᾶν τὰ ἐκτεμνόμενα, ἐπεὶ εἰ μὴ ἀνεσπῶντο, ἐδύναντο ἄν, καὶ ἤδη ταῦρός τις μετὰ τὴν ἐκτομὴν εὐθέως ὀχεύσας ἐπλήρωσε διὰ τὸ μήπω τοὺς πόρους ἀνεσπάσθαι.
因为睾丸并不是通道的任何一部分,而是附着在其上的,就像织工把重锤挂在织机上一样;因为当睾丸被切除时,通道会缩入体内,因此被阉割的动物无法生育,因为如果通道不缩进去,它们本是可以生育的,实际上,曾有一头公牛在阉割后立即交配并使母牛受孕,这是因为其通道尚未缩进去。
τοῖς δ’ ὄρνισι καὶ τοῖς ᾠοτόκοις τῶν τετραπόδων δέχονται τὴν σπερματικὴν περίττωσιν, ὥστε βραδυτέραν εἶναι τὴν ἔξοδον ἢ τοῖς ἰχθύσιν.
而在鸟类和卵生四足动物中,睾丸接收精液的余留物,使得其排出比鱼类更慢。
φανερὸν δ’ ἐπὶ τῶν ὀρνίθων· περὶ γὰρ τὰς ὀχείας πολὺ μείζους ἴσχουσι τοὺς ὄρχεις, καὶ ὅσα γε τῶν ὀρνέων καθ’ ὥραν μίαν ὀχεύει, ὅταν ὁ χρόνος οὗτος παρέλθῃ, οὕτω μικροὺς ἔχουσιν ὥστε σχεδὸν ἀδήλους εἶναι, περὶ δὲ τὴν ὀχείαν σφόδρα μεγάλους.
这在鸟类身上很明显;因为在交尾期前后,它们的睾丸会变得大得多,而那些只在某个季节交尾的鸟类,当这个时期过去后,它们的睾丸会小到几乎看不见,但在交尾期却极大。
θᾶττον μὲν οὖν ὀχεύουσι τὰ ἐντὸς ἔχοντα· καὶ γὰρ τὰ ἐκτὸς ἔχοντα οὐ πρότερον τὸ σπέρμα ἀφίησι πρὶν ἀνασπάσαι τοὺς ὄρχεις.
因此,睾丸长在体内的动物交尾更快;因为即使是长在体外的动物,在将睾丸提起之前也是不会排出精液的。