Humanitext Reader

亚里士多德 · 动物的产生 §1.1

生殖器官与生物的多样产生方式

第 1 段,共 93 段 · 希腊语

内容简介

在讨论了动物的其他部分和四种原因之后,作者开始考察有助于产生的部分和动力原因。文章阐述了动植物的各种产生方式(通过雌雄结合或从腐烂物质中自然发生),并讨论了为什么自然避免无限而追求终点。

§1.1Ἐπεὶ δὲ περὶ τῶν ἄλλων μορίων εἴρηται τῶν ἐν τοῖς ζῴοις καὶ κοινῇ καὶ καθ’ ἕκαστον γένος περὶ τῶν ἰδίων χωρίς, τίνα τρόπον διὰ τὴν τοιαύτην αἰτίαν ἐστὶν ἕκαστον, λέγω δὲ ταύτην τὴν ἕνεκά του· ὑπόκεινται γὰρ αἰτίαι τέτταρες, τό τε οὗ ἕνεκα ὡς τέλος, καὶ ὁ λόγος τῆς οὐσίας. ταῦτα μὲν οὖν ὡς ἕν τι σχεδὸν ὑπολαβεῖν δεῖ, τρίτον δὲ καὶ τέταρτον ἡ ὕλη καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως.
既然关于动物的其他部分已经做了解说,无论是在一般意义上,还是在每个属中针对其特有的部分,说明了每个部分是如何由于这种原因而存在的——我指的是“为了某种目的”的原因(因为假定了四种原因:作为终点的“所为了的目的”,以及本质的定义,这些我们必须视作几乎是一体的;第三和第四则是质料和运动起点的来源)。
περὶ μὲν οὖν τῶν ἄλλων εἴρηται (ὅ τε γὰρ λόγος καὶ τὸ οὗ ἕνεκα ὡς τέλος ταὐτόν, καὶ ὕλη τοῖς ζῴοις τὰ μέρη, παντὶ μὲν τῷ ὅλῳ τὰ ἀνομοιομερῆ, τοῖς δ᾽ ἀνομοιομερέσι τὰ ὁμοιομερῆ, τούτοις δὲ τὰ καλούμενα στοιχεῖα τῶν σωμάτων), λοιπὸν δὲ τῶν μὲν μορίων τὰ πρὸς τὴν γένεσιν συντελοῦντα τοῖς ζῴοις, περὶ ὧν οὐθὲν διώρισται πρότερον, περὶ αἰτίας δὲ τῆς κινούσης, τίς αὕτη.
关于其他部分已经说过了(因为定义和作为终点的“所为了的目的”是同一的,而动物的质料是其部分:对于整体而言是非同质部分,对于非同质部分而言是同质部分,而对于这些同质部分而言是所谓的身体元素),所以剩下的部分是那些有助于动物产生的,关于这些在之前没有任何规定,以及关于动力原因,这究竟是什么。
τὸ δὲ περὶ ταύτης σκοπεῖν καὶ τὸ περὶ τῆς γενέσεως τῆς ἑκάστου τρόπον τινὰ ταὐτόν ἐστιν· διόπερ ὁ λόγος εἰς ἓν συνήγαγε, τῶν μὲν περὶ τὰ μόρια τελευταῖα ταῦτα, τῶν δὲ περὶ γενέσεως τὴν ἀρχὴν ἐχομένην τούτων τάξας.
考察这一点与考察每个动物的产生在某种程度上是同一回事;因此,我们的论述将它们合二为一,在关于部分的讨论中将这些放在最后,并将其作为关于产生讨论的起点。
τῶν δὴ ζῴων τὰ μὲν ἐκ συνδυασμοῦ γίνεται θήλεος καὶ ἄρρενος, ἐν ὅσοις γένεσι τῶν ζῴων ἐστὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν.
在动物中,有些是由雌雄结合而产生的,这发生在存在雌和雄的动物属中。
οὐ γὰρ ἐν πᾶσίν ἐστιν, ἀλλ᾽ ἐν μὲν τοῖς ἐναίμοις ἔξω ὀλίγων ἅπασι τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ τελειωθέν ἐστι, τῶν δ᾽ ἀναίμων τὰ μὲν ἔχει τὸ θῆλυ καὶ τὸ ἄρρεν, ὥστε τὰ ὁμογενῆ γεννᾶν, τὰ δὲ γεννᾷ μέν, οὐ μέντοι τά γε ὁμογενῆ· τοιαῦτα δ’ ἐστὶν ὅσα γίνεται μὴ ἐκ ζῴων συνδυαζο μένων, ἀλλ’ ἐκ γῆς σηπομένης καὶ περιττωμάτων.
因为并非所有的动物都存在雌雄之分;在有血动物中,除了少数例外,所有成熟的个体要么是雄性要么是雌性,而在无血动物中,有些拥有雌和雄从而产生同类的后代,有些虽能产生,但并非同类;这类动物不是由动物结合产生的,而是由腐烂的泥土和排泄物产生的。
ὡς δὲ κατὰ παντὸς εἰπεῖν, ὅσα μὲν κατὰ τόπον μεταβλητικὰ τῶν ζῴων ὄντα τὰ μὲν νευστικὰ τὰ δὲ πτηνὰ τὰ δὲ πεζευτικὰ τοῖς σώμασιν, ἐν ἐνίοις μὲν τούτων ἅπαν τὸ γένος ἔχει τὸ θῆλυ καὶ τὸ ἄρρεν, οὐ μόνον ἐν τοῖς ἐναίμοις, ἀλλὰ καὶ τῶν ἀναίμων ἔν τισιν.
总的来说,在能够改变位置的动物中,无论是游泳的、飞行的还是陆行的,在其中一些动物中,整个属都具有雌和雄,这不仅存在于有血动物中,也存在于一些无血动物中。
καὶ τούτων τοῖς μὲν καθ’ ὅλον τὸ γένος, οἷον τοῖς μαλακίοις καὶ τοῖς μαλακοστράκοις· ἐν δὲ τῷ τῶν ἐντόμων γένει τὰ πλεῖστα.
在这些动物中,有些是贯穿整个属的,例如头足类和甲壳类;而在昆虫属中,则是绝大多数。
τούτων δ’ αὐτῶν ὅσα μὲν ἐκ συνδυασμοῦ γίνεται τῶν συγγενῶν ζῴῳν, καὶ αὐτὰ γεννᾷ κατὰ τὴν συγγένειαν· ὅσα δὲ μὴ ἐκ ζῴων ἀλλ’ ἐκ σηπομένης τῆς ὕλης, ταῦτα δὲ γεννᾷ μὲν ἕτερον δὲ γένος, καὶ τὸ γιγνόμενον οὔτε θῆλύ ἐστιν οὔτε ἄρρεν.
在这些昆虫本身中,凡是由同类动物结合而产生的,它们也按照同类产生后代;但那些不是由动物而是由腐烂物质产生的,虽然也产生后代,但却是不同的属,且产生出来的既不是雌性也不是雄性。
τοιαῦτα δ’ ἐστὶν ἔνια τῶν ἐντόμων.
有些昆虫就是这样的。
καὶ τοῦτο συμβέβηκεν εὐλόγως· εἰ γὰρ ὅσα μὴ γίγνεται ἐκ ζῴων, ἐκ τούτων ἐγίνετο ζῷα συνδυαζομένων, εἰ μὲν ὁμοιογενῆ, καὶ τὴν ἐξ ἀρχῆς τοιαύτην ἔδει τῶν τεκνωσάντων εἶναι γένεσιν.
这是合乎情理的;因为如果那些不是由动物产生的动物通过结合产生动物,如果它们是同类的,那么生育它们的那些动物最初的产生也应当是那一类的。
τοῦτο δ’ εὐλόγως ἀξιοῦμεν· φαίνεται γὰρ συμβαῖνον οὕτως ἐπὶ τῶν ἄλλων ζῴων.
这是合理的期许,因为在其他动物中也观察到是这样的。
εἰ δ’ ἀνόμοια μὲν δυνάμενα δὲ συνδυάζεσθαι, πάλιν ἐκ τούτων ἑτέρα τις ἂν ἐγίνετο φύσις, καὶ πάλιν ἄλλη τις ἐκ τούτων, καὶ τοῦτ’ ἐπορεύετ’ ἂν εἰς ἄπειρον.
但如果它们不同类却能结合,那么从这些动物中又会产生另一种性质,从这些中又产生另一种,这就会无限进行下去。
ἡ δὲ φύσις φεύγει τὸ ἄπειρον· τὸ μὲν γὰρ ἄπειρον ἀτελές, ἡ δὲ φύσις ἀεὶ ζητεῖ τέλος.
然而自然避免无限;因为无限是不完整的,而自然总是追求终点。
ὅσα δὲ μὴ πορευτικά, καθάπερ τὰ ὀστρακόδερμα τῶν ζῴων καὶ τὰ ζῶντα τῷ προσπεφυκέναι, διὰ τὸ παραπλησίαν αὐτῶν εἶναι τὴν οὐσίαν τοῖς φυτοῖς, ὥσπερ οὐδ’ ἐν ἐκείνοις, οὐδ’ ἐν τούτοις ἐστι τὸ θῆλυ καὶ τὸ ἄρρεν, ἀλλ’ ἤδη καθ’ ὁμοιότητα καὶ κατ’ ἀναλογίαν λέγεται· μικρὰν γάρ τινα τοιαύτην ἔχει διαφοράν.
那些不能移动的动物,例如贝壳类和依靠附着而生存的动物,因为它们的本质接近于植物,正如在植物中一样,在这些动物中也没有雌和雄,而只是由于相似和类比而被这样称呼,因为它们具有这种微小的差异。
καὶ γὰρ ἐν τοῖς φυτοῖς ὑπάρχει τὰ μὲν καρποφόρα δένδρα τοῦ αὐτοῦ γένος, τὰ δ’ αὐτὰ μὲν οὐ φέρει καρπόν, συμβάλλεται δὲ τοῖς φέρουσι πρὸς τὸ πέττειν, οἷον συμβαίνει περὶ τὴν συκῆν καὶ τὸν ἐρινεόν.
因为即使在植物中,在同一属中,有些树木结果,而另一些本身不结果,却有助于结果的树木使果实成熟,就像无花果树和野生无花果树的情况一样。
ἔστι δὲ καὶ ἐπὶ τῶν φυτῶν τὸν αὐτὸν τρόπον· τὰ μὲν γὰρ ἐκ σπέρματος γίνεται, τὰ δ’ ὥσπερ αὐτοματιζούσης τῆς φύσεως.
在植物中也是同样的方式;因为有些是由种子产生的,而另一些则像是自然自发作用而产生的。
γίνεται γὰρ ἢ τῆς γῆς σηπομένης ἢ μορίων τινῶν ἐν τοῖς φυτοῖς.
因为它们要么由于土地腐烂,要么由于植物中的某些部分而产生。
ἔνια γὰρ αὐτὰ μὲν οὐ συνίσταται καθ᾽ αὑτὰ χωρίς, ἐν ἑτέροις δ᾽ ἐγγίνεται δένδρεσιν, οἷον ὁ ἰξός.
因为有些不能独立存活,而是在其他树木中产生,例如槲寄生。

词汇与语法注释

  1. §1.1Ἐπεὶ δὲ περὶ τῶν ἄλλων μορίων εἴρηται... λοιπὸν δὲ... — 开头的由 Ἐπεὶ 引导的从句(“既然……”)所对应的非人称主句谓语被理解为后文的 λοιπὸν [ἐστί](“剩下的是……”)。由于插入了关于四因的长篇解释(从 ὑπόκεινται γὰρ... 到 στοιχεῖα τῶν σωμάτων),主句的出现被大大推迟。
  2. §1.1ταῦτα μὲν οὖν ὡς ἕν τι σχεδὸν ὑπολαβεῖν δεῖ — ταῦτα(这些)指代前文的“作为终点的所为了的目的”与“本质的定义”。在亚里士多德哲学中,形式因和目的因往往在概念上或实质上是一致的,因此这里主张应将它们视作“几乎是一体的”(ὡς ἕν τι σχεδὸν)。
  3. §1.1ὥσπερ αὐτοματιζούσης τῆς φύσεως — 这是一个带有 ὥσπερ(仿佛)的属格独立结构。不及物动词 αὐτοματίζω(自发行动)的现在分词阴性单数属格 αὐτοματιζούσης 修饰 τῆς φύσεως,构成了“仿佛自然在自发作用”的隐喻性表达。

引用这一段

亚里士多德, 动物的产生 §1.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:1.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。