§1.18#1φαίνεται δ᾽ ἐξετάζουσι τὸν λόγον τοὐναντίον μᾶλλον· τά τε γὰρ εἰρημένα λύειν οὐ χαλεπόν, καὶ πρὸς τούτοις ἄλλα συμβαίνει λέγειν ἀδύνατα.
然而,对于仔细考察这一论点的人来说,相反的情况反而显得更加明显;因为要驳斥上述论据并不困难,而且除此以外,还会导致主张其他不可能的结论。
πρῶτον μὲν οὖν ὅτι οὐθὲν σημεῖον ἡ ὁμοιότης τοῦ ἀπιέναι ἀπὸ παντός, ὅτι καὶ φωνὴν καὶ ὄνυχας καὶ τρίχας ὅμοιοι γίγνονται καὶ τὴν κίνησιν, ἀφ᾽ ὧν οὐθὲν ἀπέρχεται.
首先,相似性并不能证明精液来自全身,因为人们在声音、指甲、毛发以及动作方式上也表现出相似,而这些部位并无任何东西流出。
ἔνια δ᾽ οὐκ ἔχουσί πω ὅταν γεννῶσιν, οἷον τρίχωσιν πολιῶν ἢ γενείου.
此外,有些特征在他们生育时还尚未具备,例如白发或胡须。
ἔτι τοῖς ἄνωθεν γονεῦσιν ἐοίκασιν, ἀφ᾽ ὧν οὐθὲν ἀπῆλθεν· ἀποδιδόασι γὰρ διὰ πολλῶν γενεῶν αἱ ὁμοιότητες, οἷον καὶ ἐν Ἤλιδι ἡ τῷ Αἰθίοπι συγγενομένη· οὐ γὰρ ἡ θυγάτηρ ἐγένετο, ἀλλ᾽ ὁ ἐκ ταύτης Αἰθίοψ.
而且,他们还会相似于更早的祖先,而这些祖先并没有任何东西流向当前的生殖;因为相似性会在隔了许多代之后重新显现,例如在伊利斯那个与埃塞俄比亚人结合的妇女的例子中:因为她的女儿并没有成为埃塞俄比亚人,而是由该女儿所生的孩子成为了埃塞俄比亚人。
καὶ ἐπὶ τῶν φυτῶν δὲ ὁ αὐτὸς λόγος· δῆλον γὰρ ὅτι καὶ τούτοις ἀπὸ πάντων ἂν τῶν μερῶν τὸ σπέρμα γίγνοιτο.
同样的论点也适用于植物;因为显而易见,对于植物来说,种子也应当来自所有的部位。
πολλὰ δὲ τὰ μὲν οὐκ ἔχει, τὰ δὲ καὶ ἀφέλοι τις ἄν, τὰ δὲ προσφύεται.
但许多部位植物本身并不具备,有些部位甚至可能被人切除,而另一些部位则是后来附着上去的。
ἔτι οὐδ᾽ ἀπὸ τῶν περικαρπίων ἀπέρχεται καίτοι καὶ ταῦτα γίνεται τὴν αὐτὴν ἔχοντα μορφήν.
此外,精液也不来自果皮,然而新长出来的果皮也具有相同的形态。
ἔτι πότερον ἀπὸ τῶν ὁμοιομερῶν μόνον ἀπέρχεται ἀφ᾽ ἑκάστου, οἷον ἀπὸ σαρκὸς καὶ ὀστοῦ καὶ νεύρου, ἢ καὶ ἀπὸ τῶν ἀνομοιομερῶν, οἷον προσώπου καὶ χειρός;
再者,精液是仅来自每个同质部位,如肉、骨和腱,还是也来自异质部位,如脸和手?
εἰ μὲν γὰρ ἀπ᾽ ἐκείνων μόνον, ἐοίκασι δὲ μᾶλλον ταῦτα τοῖς γονεῦσι τὰ ἀνομοιομερῆ, οἷον πρόσωπον καὶ χεῖρας καὶ πόδας· εἴπερ οὖν μηδὲ ταῦτα τῷ ἀπὸ παντὸς ἀπελθεῖν, τί κωλύει μηδ᾽ ἐκεῖνα τῷ ἀπὸ παντὸς ἀπελθεῖν ὅμοια εἶναι, ἀλλὰ δι᾽ ἄλλην αἰτίαν;
因为如果仅来自前者,但后代与父母相似的却主要是这些异质部位,如脸、手和脚;既然这些异质部位并非由于来自全身的精液而相似,那么有什么能阻止那些同质部位也不是因为来自全身而相似,而是由于其他原因呢?
εἰ δ᾽ ἀπὸ τῶν ἀνομοιομερῶν μόνον, οὐκ ἄρα ἀπὸ πάντων.
如果仅来自异质部位,那么精液就不是来自全身。
προσήκει δὲ μᾶλλον ἀπ᾽ ἐκείνων· πρότερα γὰρ ἐκεῖνα, καὶ σύγκειται τὰ ἀνομοιομερῆ ἐξ ἐκείνων, καὶ ὥσπερ πρόσωπον καὶ χεῖρας γίγνονται ἐοικότες, οὕτω καὶ σάρκας καὶ ὄνυχας.
然而,精液来自同质部位才更为合理;因为同质部位在逻辑上更先在,而异质部位是由它们构成的,并且正如后代在脸和手上长得相似一样,他们在肉和指甲上也长得相似。
εἰ δ᾽ ἀπ᾽ ἀμφοτέρων, τίς ὁ τρόπος ἂν εἴη τῆς γενέσεως;
如果是来自两者,那么生成的机制又会是怎样的呢?
σύγκειται γὰρ ἐκ τῶν ὁμοιομερῶν τὰ ἀνομοιομερῆ, ὥστε τὸ ἀπὸ τούτων ἀπιέναι τὸ ἀπ᾽ ἐκείνων ἂν εἴη ἀπιέναι καὶ τῆς συνθέσεως, ὥσπερ κἂν εἰ ἀπὸ τοῦ γεγραμμένου ὀνόματος· εἰ μὲν ἀπὸ παντός, κἂν ἀπὸ τῶν συλλαβῶν ἑκάστης, εἰ δ᾽ ἀπὸ τούτων, ἀπὸ τῶν στοιχείων καὶ τῆς συνθέσεως.
因为异质部位是由同质部位构成的,因此来自前者也就是来自后者及其结合,这就像是从一个写好的名字中流出一样;如果是来自整体,那也就是来自每一个音节,如果是来自音节,那就是来自字母及其结合。
ὥστ᾽ εἴπερ ἐκ πυρὸς καὶ τῶν τοιούτων σάρκες καὶ ὀστᾶ συνεστᾶσιν, ἀπὸ τῶν στοιχείων ἂν εἴη μᾶλλον· ἀπὸ γὰρ τῆς συνθέσεως πῶς ἐνδέχεται;
因此,如果肉和骨是由火及类似元素构成的,那么精液更应当来自这些元素;因为从结合本身流出怎么可能呢?
ἀλλὰ μὴν ἄνευ γε ταύτης οὐκ ἂν εἴη ὅμοια.
然而,如果没有这种结合,它们又不会相似。
ταύτην δ᾽ εἴ τι δημιουργεῖ ὕστερον, τοῦτ᾽ ἂν εἴη τὸ τῆς ὁμοιότητος αἴτιον, ἀλλ᾽ οὐ τὸ ἀπελθεῖν ἀπὸ παντός.
如果此后有什么东西塑造了这种结合,那么这才是相似的原因,而不是因为来自全身。
ἔτι εἰ μὲν διεσπασμένα τὰ μέρη ἐν τῷ σπέρματι, πῶς ζῇ;
此外,如果各个部位在精液中是分离的,它们如何存活?
εἰ δὲ συνεχῆ, ζῷον ἂν εἴη μικρόν.
如果是连续的,那它就应该是一个微小的动物。
καὶ τὰ τῶν αἰδοίων πῶς;
而生殖器官的部位又是怎样的呢?
οὐ γὰρ ὅμοιον τὸ ἀπιὸν ἀπὸ τοῦ ἄρρενος καὶ τοῦ θήλεος.
因为从雄性和雌性流出的东西并不相同。
ἔτι εἰ ἀμφοτέρων ὁμοίως ἀπὸ πάντων ἀπέρχεται, δύο γίγνεται ζῷα· ἑκατέρων γὰρ ἅπαντα ἕξει.
再者,如果从父母双方的全身都同样流出,就会产生两个动物;因为双方都会拥有所有的部位。
διὸ καὶ Ἐμπεδοκλῆς ἔοικεν, εἴπερ οὕτω λεκτέον, μάλιστα λέγειν ὁμολογούμενα τούτῳ τῷ λόγῳ, τό γε τοσοῦτον, ἀλλ᾽ εἴπερ ἑτέρᾳ πῃ, οὐ καλῶς.
因此,如果必须这样说的话,恩培多克勒似乎说出了与这一论点最一致的话,至少在这一点上是如此,但如果从另一方面来看,则不妥当。
φησὶ γὰρ ἐν τῷ ἄρρενι καὶ τῷ θήλει οἷον σύμβολον ἐνεῖναι, ὅλον δ᾽ ἀπ᾽ οὐδετέρου ἀπιέναι, "ἀλλὰ διέσπασται μελέων φύσις, ἡ μὲν ἐν ἀνδρός.
因为他说在雄性和雌性中各有一种好比割符的东西,整体并不来自任何一方,“但肢体的本性已被撕裂,有的在男人体内”。
"διὰ τί γὰρ τὰ θήλεα οὐ γεννᾷ ἐξ αὑτῶν, εἴπερ ἀπὸ παντός τε ἀπέρχεται καὶ ἔχει ὑποδοχήν;
因为如果精液既来自全身,而雌性又拥有接收的场所,为什么雌性不能独自生育呢?
ἀλλ᾽ ὡς ἔοικεν ἢ οὐκ ἀπέρχεται ἀπὸ παντός, ἢ οὕτως ὥσπερ ἐκεῖνος λέγει, οὐ ταὐτὰ ἀφ᾽ ἑκατέρου, διὸ καὶ δέονται τῆς ἀλλήλων συνουσίας.
但正如所见,要么精液不来自全身,要么就像他所说的那样,从双方流出的东西并不相同,因此他们需要彼此的交配。
ἀλλὰ καὶ τοῦτ᾽ ἀδύνατον.
但这同样是不可能的。
ὥσπερ γὰρ καὶ μεγάλα ὄντ᾽ ἀδύνατον διεσπασμένα σώζεσθαι καὶ ἔμψυχα εἶναι, καθάπερ Ἐμπεδοκλῆς γεννᾷ, ἐπὶ τῆς φιλότητος λέγων "ᾗ πολλαὶ μὲν κόρσαι ἀναύχενες, ἐβλάστησαν. "εἶθ᾽ οὕτως συμφύεσθαί φησιν.
因为正如它们在变大之后不可能以分裂的状态存活并拥有灵魂一样(就像恩培多克勒在描述爱的支配下生成时所说:“那里生出了许多没有脖子的头颅”,然后又说它们结合在一起)。
τοῦτο δὲ φανερὸν ὅτι ἀδύνατον· οὔτε γὰρ μὴ ψυχὴν ἔχοντα οὔτε μὴ ζωήν τινα δύναιτ᾽ ἂν σῶζεσθαι, ὅτε ὥσπερ ζῷα ὄντα πλείω συμφύεσθαι ὥστ’ εἶναι πάλιν ἕν.
这显然是不可能的;因为既没有灵魂也没有任何生命的东西是无法存活的,它们也不可能像多个动物那样结合在一起,重新变成一个。
ἀλλὰ μὴν τοῦτον τὸν τρόπον συμβαίνει λέγειν τοῖς ἀπὸ παντὸς ἀπιέναι φάσκουσιν, ὥσπερ τότε ἐν τῇ γῇ ἐπὶ τῆς φιλότητος, οὕτω τούτοις ἐν τῷ σώματι.
然而,那些声称精液来自全身的人,结果正是以这种方式来说明问题的;正如当时大地上在爱的支配下发生的那样,这些人认为在身体内也发生了同样的事情。
ἀδύνατον γὰρ συνεχῆ τὰ μόρια γίγνεσθαι, καὶ ἀπιέναι εἰς ἕνα τόπον συνιόντα.
因为各部位不可能在呈连续状态的同时,又聚合流向一个地方。