§1.18#2εἶτα πῶς καὶ διέσπασται τὰ ἄνω καὶ κάτω καὶ δεξιὰ καὶ ἀριστερὰ καὶ πρόσθια καὶ ὀπίσθια;
此外,上与下、右与左、前与后又是如何被撕裂开的呢?
πάντα γὰρ ταῦτα ἄλογά ἐστιν.
因为所有这些都是不合情理的。
ἔτι τὰ μέρη τὰ μὲν δυνάμει τὰ δὲ πάθεσι διώρισται, τὰ μὲν ἀνομοιομερῆ τῷ δύνασθαί τι ποιεῖν, οἷον γλῶττα καὶ χείρ, τὰ δ᾽ ὁμοιομερῆ σκληρότητι καὶ μαλακότητι καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις πάθεσιν, ὀυ πάντως οὖν ἔχον αἷμα οὐδὲ σάρξ.
此外,各个部位有的是通过能力来区分的,有的则是通过属性来区分的:异质部位是通过能够做某事的能力,例如舌头和手;而同质部位则是通过硬度、软度以及其他类似的属性。 因此,血液和肉决不是以其自身的状态被[精液]所包含的。
δῆλον τοίνυν ὅτι ἀδύνατον τὸ ἀπελθὸν εἶναι συνώνυμον τοῖς μέρεσιν, οἷον αἷμα ἀπὸ αἷματος ἢ σάρκα ἀπὸ σαρκός.
因此,显而易见,流出的东西不可能与各个部位同名,例如从血液中流出血液,或从肉中流出肉。
ἀλλὰ μὴν εἴ γ᾽ ἐξ ἑτέρου τινὸς ὄντος αἷμα γίνεται, οὐδ᾽ ἂν τῆς ὁμοιότητος αἴτιον εἴη, ὡς λέγουσιν οἱ φάσκοντες οὕτω, τὸ ἀπελθεῖν ἀπὸ πάντων τῶν μορίων.
但是,如果血液是由其他某种存在物产生的,那么正如那些如此主张的人所说,从所有部位流出精液并不会成为相似的原因。
ἱκανὸν γὰρ ἀφ᾽ ἑνὸς ἀπιέναι μόνον, εἴπερ μὴ ἐξ αἵματος αἷμα γίγνεται.
因为如果血液不是由血液产生的,那么仅从一个部位流出就足够了。
διὰ τί γὰρ οὐκ ἂν καὶ ἅπαντα ἐξ ἑνὸς γίγνοιτο;
因为为什么不能所有的部位也都由一个部位产生呢?
ὁ αὐτὸς γὰρ λόγος ἔοικεν εἶναι οὗτος τῷ Ἀναξαγόρου, τῷ μηθὲν γίγνεσθαι τῶν ὁμοιομερῶν· πλὴν ἐκεῖνος μὲν ἐπὶ πάντων, οὗτοι δ᾽ ἐπὶ τῆς γενέσεως τῶν ζῴων τοῦτο ποιοῦσιν ἔπειτα τίνα τρόπον αὐξηθήσεται ταῦτα τὰ ἀπελθόντα ἀπὸ παντός;
因为这一论点似乎与阿那克萨哥拉的论点相同,即同质部位绝非无中生有地产生;只不过阿那克萨哥拉是在万物上这样做,而他们是在动物的生成上这样做。 其次,这些从全身流出的东西将如何成长呢?
Ἀναξαγόρας μὲν γὰρ εὐλόγως φησὶ σάρκας ἐκ τῆς τροφῆς προσιέναι ταῖς σαρξίν· τοῖς δὲ ταῦτα μὲν μὴ λέγουσιν, ἀπὸ παντὸς δ᾽ ἀπιέναι φάσκουσι πῶς ἑτέρου προσγιγνομένου ἔσται μεῖζον, εἰ μένει τὸ προσελθόν;
因为阿那克萨哥拉合理地主张,食物中的肉会附着到[原有的]肉上;但对于那些不这样说、却又声称精液来自全身的人,当其他东西附着上来时,如果附着之物保持不变,它又如何能变大呢?
ἀλλὰ μὴν εἴ γε δύναται μεταβάλλειν τὸ προσελθόν, διὰ τί οὐκ εὐθὺς ἐξ ἀρχῆς τὸ σπέρμα τοιοῦτόν ἐστιν ὥστ᾽ ἐξ αὐτοῦ δυνατὸν εἶναι γίνεσθαι αἷμα καὶ σάρκας, ἀλλὰ μὴ αὐτὸ εἶναι ἐκεῖνο καὶ αἷμα καὶ σάρκας;
但是,如果附着上来的东西确实能够发生变化,那为什么精液不能在最初就是这样一种东西——能够从中产生血液和肉,而不是它本身就已经是血液和肉呢?
οὐ γὰρ δὴ οὐδὲ τοῦτο ἐνδέχεται λέγειν, ὡς τῇ κατακεράσει αὐξάνεται ὕστερον οἷον οἶνος ὕδατος προσεγχυθέντος.
因为当然也不能这样说:它后来是通过混合而长大的,就像水注入酒中那样。
αὐτὸ γὰρ ἂν πρῶτον μάλιστα ἦν ἕκαστον ἄκρατον ὄν· νῦν δὲ ὕστερον μᾶλλον καὶ σὰρξ καὶ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστόν ἐστι μορίων.
因为若是如此,在最初未被混合时,各个部位应当最具有其自身的本性;但事实上,却是在后来,它才更呈现为肉、骨以及其他各个部位。
τοῦ δὲ σπέρματος φάναι τι νεῦρον εἶναι καὶ ὀστοῦν λίαν ἐστὶν ὑπὲρ ἡμᾶς τὸ λεγόμενον.
而且,声称精液的某种成分是腱和骨,这实在是大大超出了我们的理解。
πρὸς δὲ τούτοις εἰ τὸ θῆλυ καὶ τὸ ἄρρεν ἐν τῇ κυήσει διαφέρει, καθάπερ Ἑμπεδοκλῆς λέγει "ἐν δ᾽ ἐχύθη καθαροῖσι· τὰ μὲν τελέθουσι γυναῖκες, ψύχεος ἀντιάσαντα.
除此之外,如果雌性与雄性在怀胎时存在差异,正如恩培多克勒所说:“它们被注入洁净之处;遇到寒冷者便成为女性。
"φαίνονται δ’ οὖν μεταβάλλουσαι γυναῖκες καὶ ἄνδρες, ὥσπερ ἐξ ἀγόνων γόνιμοι, οὕτω καὶ ἐκ θηλυτόκων ἀρρενοτόκοι, ὡς οὐκ ἐν τῷ ἀπελθεῖν ἀπὸ παντὸς ἢ μὴ τῆς αἰτίας οὔσης, ἀλλ᾽ ἐν τῷ σύμμετρον ἢ ἀσύμμετρον εἶναι τὸ ἀπὸ τῆς γυναικὸς καὶ τοῦ ἀνδρὸς ἀπιόν, ἢ καὶ δι᾽ ἄλλην τινὰ τοιαύτην αἰτίαν.
”然而,无论如何,女人和男人显然会发生改变,正如从不育变为生育,同样也会从只生女孩变为生男孩,这表明原因并不在于精液是否来自全身,而是在于来自女人和男人的精液是均衡的还是不均衡的,或者在于其他某种类似的原因。
δῆλον τοίνυν, εἰ τοῦτο θήσομεν οὕτως, ὅτι οὐ τῷ ἀπελθεῖν ἀπό τινος τὸ θῆλυ, ὥστ᾽ οὐδὲ τὸ μέρος ὃ ἔχει ἴδιον τό τε ἄρρεν καὶ τὸ θῆλυ, εἴπερ τὸ αὐτὸ σπέρμα καὶ θῆλυ καὶ ἄρρεν δύναται γίγνεσθαι ὡς οὐκ ὄντος τοῦ μορίου ἐν τῷ σπέρματι.
因此,如果我们这样假定,那么显而易见,女性[的产生]并不是因为来自某个部位,因此雄性和女性各自特有的部位也[不是因为流出而产生的],因为即使精液中并不存在那个部位,同一个精液也能够既变成女性也能变成男性。
τί οὖν διαφέρει ἐπὶ τούτου λέγειν ἢ ἐπὶ τῶν ἄλλων μορίων;
那么,对于这个部位说这样的话,与对其他部位说这样的话,又有什么区别呢?
εἰ γὰρ μηδ᾽ ἀπὸ τῆς ὑστέρας σπέρμα γίνεται, ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ἂν εἴη μορίων.
因为如果精液甚至不来自子宫,那么同样的论点也适用于其他部位。
ἔτι ἔνια γίνεται τῶν ζῴων οὔτ’ ἐξ ὁμογενῶν οὔτε τῷ γένει διαφόρων, οἷον αἱ μυῖαι καὶ τὰ γένη τῶν καλουμένων ψυχῶν.
此外,有些动物既不是产生于同类的动物,也不是产生于不同类的动物,例如苍蝇和所谓的蝴蝶这类物种。
ἐκ δὲ τούτων γίνεται μὲν ζῷα, οὐκέτι δ᾽ ὅμοια τὴν φύσιν, ἀλλὰ γένος τι σκωλήκων.
从这些动物中确实会产生出动物,但不再具有相同的自然本性,而是某种幼虫。
δῆλον οὖν ὅτι οὐκ ἀπὸ ἂν ἦν, εἴπερ τοῦ ἀπὸ παντὸς ἀπιέναι σημεῖόν ἐστιν ἡ ὁμοιότης.
因此显而易见,如果相似性是“来自全身”的证明,那么[它们的产生]就不会是来自[全身的]。
ἔτι ἀπὸ μιᾶς συνουσίας καὶ τῶν ζῴων ἔνια γεννᾷ πολλά, τὰ δὲ φυτὰ καὶ παντάπασιν· δῆλον γὰρ ὅτι ἀπὸ μιᾶς κινήσεως τὸν ἐπέτειον πάντα φέρει καρπόν.
此外,通过单次交配,某些动物就能生育许多后代,而植物更是完全如此;因为显而易见,通过单次运动,植物就能结出整年的所有果实。
καίτοι πῶς δυνατόν, εἰ ἀπὸ παντὸς ἀπεκρίνετο τὸ σπέρμα;
然而,如果精液是从全身分泌出来的,这又怎么可能呢?
μίαν γὰρ ἀπόκρισιν ἀπὸ μιᾶς ἀναγκαῖον γίνεσθαι συνουσίας καὶ μιᾶς διακρίσεως.
因为单次交配和单次分离必然只能产生单次的分泌物。
ἐν δὲ ταῖς ὑστέραις χωρίζεσθαι ἀδύνατον· ἤδη γὰρ ὥσπερ ἀπὸ νέου φυτοῦ ἢ ζῴου, οὐ σπέρματος εἴη ἡ διαχώρισις.
而且在子宫中[事后]进行分割也是不可能的;因为这样的话,这种分割就已经像是来自于一个新的植物或动物,而不是来自于精液了。
ἔτι τὰ ἀποφυτευόμενα ἀπ᾽ αὐτοῦ φέρει σπέρμα· δῆλον οὖν ὅτι καὶ πρὶν ἀποφυτευθῆναι ἀπὸ τοὺ αὐτοῦ μεγέθους ἔφερε τὸν καρπόν, καὶ οὐκ ἀπὸ παντὸς τοῦ φυτοῦ ἀπῄει τὸ σπέρμα.
此外,被分植(插条)出来的部分也会自己结出种子;因此显而易见,甚至在被分植之前,它就是从那相同大小的部位结出果实的,而种子并非来自整株植物。