§1.17τὰ μὲν γὰρ προΐεται φανερῶς σπέρμα τῶν ζῴων, οἷον ὅσα αὐτῶν ἔναιμα τὴν φύσιν ἐστί, τὰ δ᾽ ἔντομα καὶ τὰ μαλάκια ποτέρως, ἄδηλον.
因为有些动物显然排出精液,例如它们之中天生有血的所有动物;但是关于昆虫和软体动物,它们是以哪种方式(排出与否)则不清楚。
ὥστε τοῦτο θεωρητέον, πότερον πάντα προΐεται σπέρμα τὰ ἄρρενα ἢ οὐ πάντα, καὶ εἰ μὴ πάντα, διὰ τίν᾽ αἰτίαν τὰ μὲν τὰ δ᾽ οὔ· καὶ τὰ θήλεα δὲ πότερον συμβάλλεται σπέρμα τι ἢ οὔ, καὶ εἰ μὴ σπέρμα, πότερον οὐδ᾽ ἄλλο οὐθέν, ἢ συμβάλλεται μέν τι, οὐ σπέρμα δέ.
因此,必须考察:是所有的雄性都排出精液,还是并非所有,如果并非所有,又是出于何种原因使得有些排出而有些不排出;另外,雌性是否也贡献某种精液,如果不是精液,她们是完全不贡献其他任何东西,还是确实贡献了某种东西,但并不是精液。
ἔτι δὲ καὶ τὰ προϊέμενα σπέρμα τί συμβάλλεται διὰ τοῦ σπέρματος πρὸς τὴν γένεσιν, σκεπτέον, καὶ ὅλως τίς ἐστιν ἡ τοῦ σπέρματος φύσις καὶ ἡ τῶν καλουμένων καταμηνίων, ὅσα ταύτην τὴν ὑγρότητα προΐεται τῶν ζῴων.
此外,我们还必须考察那些排出精液的动物,通过精液对生殖贡献了什么,以及总的来说,精液的性质是什么,还有在所有排出这种液体的动物中所谓的月经血的性质是什么。
δοκεῖ δὲ πάντα γίνεσθαι ἐκ σπέρματος, τὸ δὲ σπέρμα ἐκ τῶν γεννώντων.
现在,所有事物似乎都由精液产生,而精液则来自生育的父母。
διὸ τοῦ αὐτοῦ λόγου ἐστί, πότερον καὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν προΐεται ἄμφω ἢ θάτερον μόνον, καὶ πότερον ἀπὸ παντὸς ἀπέρχεται τοῦ σώματος ἢ οὐκ ἀπὸ παντός·
因此,考察雌雄双方是否都排出它,还是仅有一方排出,以及它是否来自全身还是不来自全身,属于同一个问题的探讨范围;因为合理的是,如果它不来自全身,也不应来自生育的父母双方。
εὔλογον γάρ, εἰ μὴ ἀπὸ παντός, μηδ᾽ ἀπ᾽ ἀμφοτέρων τῶν γεννώντων, διόπερ ἐπισκεπτέον, ἐπειδὴ φασί τινες ἀπὸ παντὸς ἀπιέναι τοῦ σώματος, περὶ τούτου πῶς ἔχει πρῶτον.
因此,既然有人声称它来自全身,我们必须首先研究这一情况究竟如何。
ἔστι δὲ σχεδόν, οἷς ἄν τις χρήσαιτο τεκμηρίοις ὡς ἀφ᾽ ἑκάστου τῶν μορίων ἀπιόντος τοῦ σπέρματος, τέτταρα, πρῶτον μὲν ἡ σφοδρότης τῆς ἡδονῆς· μᾶλλον γὰρ ἡδὺ πλέον ταὐτὸ γινόμενον πάθος, πλέον δὲ τὸ πᾶσι τοῖς μορίοις ἢ τὸ ἑνὶ ἢ ὀλίγοις συμβαῖνον αὐτῶν.
粗略地说,人可以用来证明精液来自身体每个部位的证据大约有四个:第一,是快感的强烈程度;因为同样的一种体验在更大时会更令人愉悦,而发生于所有部位的体验比发生于其中一个或少数几个部位的体验更大。
ἔτι τὸ ἐκ κολοβῶν κολοβὰ γίνεσθαι· διὰ μὲν γὰρ τὸ τοῦ μορίου ἔνδεὲς εἶναι οὐ βαδίζειν σπέρμα ἐντεῦθέν φασιν, ὅθεν δ᾽ ἂν μὴ ἔλθῃ, τοῦτο συμβαίνειν μὴ γίνεσθαι, πρὸς δὲ τούτοις αἱ ὁμοιότητες πρὸς τοὺς γεννήσαντας·
其次,是残疾的父母生育出残疾的后代;因为他们说,由于该部位缺失,精液便不从该处流出,而凡是精液不来的地方,该部位就不会形成。
γίνονται γὰρ ἐοικότες, ὥσπερ καὶ ὅλον τὸ σῶμα, καὶ μόρια μορίοις·
除此以外,还有对生育者的相似性;因为后代在出生时与他们相似,正如整个身体相似一样,部位与部位也相似。
εἴπερ οὖν καὶ τοῦ ὅλου αἴτιον τῆς ὁμοιότητος τὸ ἀφ᾽ ὅλου ἐλθεῖν τὸ σπέρμα, καὶ τοῖς μορίοις αἴτιον ἂν εἴη τὸ ἀφ᾽ ἑκάστου τι τῶν μορίων ἐλθεῖν.
因此,如果整体相似的原因在于精液来自整体,那么对于各个部位,其原因也应在于有某种东西来自每个部位。
ἔτι δὲ καὶ εὔλογον ἂν εἶναι δόξειεν, ὥσπερ καὶ τοῦ ὅλου ἐστί τι ἐξ οὗ γίνεται πρῶτον, οὕτω καὶ τῶν μορίων ἑκάστου, ὥστ᾽ εἰ ἐκείνου σπέρμα, καὶ τῶν μορίων ἑκάστου εἴη ἄν τι σπέρμα ἴδιον, πιθανὰ δὲ καὶ τὰ τοιαῦτα μαρτύρια ταύταις ταῖς δόξαις·
此外,似乎也是合理的:正如整个身体有其最先从中产生的某种东西一样,每个部位也是如此,因此如果整体有精液,那么每个部位也应有其特有的某种精液。
οὐ γὰρ μόνον τὰ σύμφυτα προσεοικότες γίνονται τοῖς γονεῦσιν οἱ παῖδες, ἀλλὰ καὶ τὰ ἐπίκτητα·
而以下这样的证据对于这些观点也是有说服力的:因为孩子们不仅在先天的特征上与父母相似,而且在后天获得的特征上也是如此。
οὐλάς τε γὰρ ἐχόντων τῶν γεννησάντων ἤδη τινὲς ἔσχον ἐν τοῖς αὐτοῖς τόποις τῶν ἐκγόνων τὸν τύπον τῆς οὐλῆς, καὶ στίγμα ἔχοντος ἐν τῷ βραχίονι τοῦ πατρὸς ἐπεσήμηνεν ἐν Χαλκηδόνι τῷ τέκνῳ συγκεχυμένον μέντοι καὶ οὐ διηρθρωμένον τὸ γράμμαι ὅτι μὲν οὖν ἀπὸ παντὸς ἔρχεται τὸ σπέρμα, σχεδὸν ἐκ τούτων μάλιστα πιστεύουσι τινές.
例如,当父母有伤疤时,他们的后代中已经有人在相同的部位带有该伤疤的形状;而在迦克墩,当父亲手臂上有烙印时,尽管字迹模糊且不清晰,但该字母仍显现在孩子的身上。 因此,精液来自全身这一观点,有些人主要是根据这些论据而最坚信不疑的。