§1.13Ἔστι δὲ καὶ ἕτερος ὁ πόρος δι’ οὗ ἥ τε ξηρὰ περίττωσις ἐξέρχεται καὶ δι’ οὗ ἡ ὑγρὰ τούτοις πᾶσιν.
在所有这些动物中,固体排泄物排出的通道与液体排泄物排出的通道也是不同的。
διὸ ἔχουσιν αἰδοῖα τὰ τοιαῦτα πάντα καὶ τὰ ἄρρενα καὶ τὰ θήλεα, καθ’ ὃ ἐκκρίνεται τὸ περίττωμα τὸ ὑγρὸν καὶ τοῖς μὲν ἄρρεσι τὸ σπέρμα, τοῖς δὲ θήλεσι τὸ κύημα.
因此,这类动物无论雄性还是雌性,都具有生殖器,通过它排出液体排泄物,在雄性中则是排出精液,在雌性中则是排出胎儿。
οὗτος δ’ ἐπάνω καὶ ἐν τοῖς προσθίοις ὑπάρχει ὁ πόρος τῆς ξηρᾶς τροφῆς.
这一通道位于固体食物通道的上方和前方。
ὅσα δ’ ᾠοτοκεῖ μὲν ἀτελὲς δ’ ᾠόν, οἷον ὅσοι τῶν ἰχθύων ᾠοτοκοῦσιν, οὗτοι δ’ οὐχ ὑπὸ τῇ γαστρὶ ἀλλὰ πρὸς τῇ ὀσφύϊ ἔχουσι τὰς ὑστέρας.
然而,那些产下不完全之卵的卵生动物,例如卵生的鱼类,其子宫不在腹部下方,而是靠近腰部。
οὔτε γὰρ ἐμποδίζει ἡ τοῦ ᾠοῦ αὔξησις, διὰ τὸ ἔξω τελειοῦσθαι καὶ προϊέναι τὸ αὐξανόμενον·
因为卵的生长不会阻碍它们,因为卵在体外发育成熟,并且是在生长过程中排出的。
ὅ τε πόρος ὁ αὐτός ἐστι καὶ ἐν τοῖς μὴ ἔχουσι γεννητικὸν αἰδοῖον, ὁ τῆς ξηρᾶς τροφῆς πᾶσι τοῖς ᾠοτόκοις καὶ τοῖς ἔχουσιν αὐτῶν κύστιν, οἷον ταῖς χελώναις.
在那些没有生殖器的动物中,这一通道与固体食物的通道是相同的,在所有卵生动物中,以及在它们之中有膀胱的动物(例如陆龟)中也是如此。
τῆς γενέσεως γὰρ ἕνεκεν, οὐ τῆς τοῦ ὑγροῦ περιττώματος ἐκκρίσεως εἰσὶ διττοὶ οἱ πόροι· διὰ δὲ τὸ ὑγρὰν εἶναι τὴν φύσιν τοῦ σπέρματος καὶ ἡ τῆς ὑγρᾶς τροφῆς περίττωσις κεκοινώνηκε τοῦ αὐτοῦ πόρου.
因为通道有两个是出于生殖的目的,而不是为了液体排泄物的排出;但由于精液的本性是液态的,液体食物的排泄物也就共同使用了同一个通道。
δῆλον δὲ τοῦτο ἐκ τοῦ σπέρμα μὲν πάντα φέρειν τὰ ζῷα, περίττωμα δὲ μὴ πᾶσι γίνεσθαι ὑγρόν.
这可以明显看出,因为所有动物都产生精液,但并非所有动物都有液体排泄物。
ἐπεὶ οὖν δεῖ καὶ τοὺς τῶν ἀρρένων πόρους τοὺς σπερματικοὺς ἐρηρεῖσθαι καὶ μὴ πλανᾶσθαι, καὶ τοῖς θήλεσι τὰς ὑστέρας, τοῦτο δ’ ἀναγκαῖον ἢ πρὸς τὰ πρόσθια τοῦ σώματος ἢ πρὸς τὰ πρανῆ συμβαίνειν, τοῖς μὲν ζῳοτόκοις διὰ τὰ ἔμβρυα ἐν τοῖς προσθίοις αἱ ὑστέραι, τοῖς δ’ ᾠοτόκοις πρὸς τῇ ὀσφύϊ καὶ τοῖς πρανέσιν, ὅσα δ’ ᾠοτοκήσαντα ἐν αὑτοῖς ζῳοτοκεῖ ἐκτός, ταῦτα δ’ ἀμφοτέρως ἔχει διὰ τὸ μετειληφέναι ἀμφοτέρων καὶ εἶναι καὶ ζῳοτόκα καὶ ᾠοτόκα.
因此,既然雄性的输精通道必须固定而不能漂移,雌性的子宫也是如此,而这必然要发生在身体的前部或背部,于是在胎生动物中,由于胚胎的缘故,子宫位于前部,而在卵生动物中,则靠近腰部和背部。 那些在体内产卵但在体外胎生的动物,由于兼具两者的特征,既是胎生又是卵生,所以兼具这两种配置。
τὰ μὲν γὰρ ἄνω τῆς ὑστέρας, καὶ ᾗ γίγνεται τὰ ᾠά, ὑπὸ τὸ ὑπόζωμα πρὸς τῇ ὀσφύϊ ἐστὶ καὶ τοῖς πρανέσι, προϊούσης δὲ κάτω ἐπὶ τῇ γαστρί· ταύτῃ γὰρ ζῳοτοκεῖ ἤδη.
因为子宫的上部,即卵子形成的地方,位于横隔膜下方,靠近腰部和背部,但随着它向下延伸,则位于腹部;因为在那里它已经产下活的幼仔了。
ὁ δὲ πόρος εἷς καὶ τούτοις τῆς τε ξηρᾶς περιττώσεως καὶ τῆς ὀχείας· οὐθὲν γὰρ ἔχει τούτων αἰδοῖον, καθάπερ εἴρηται πρότερον, ἀπηρτημένον.
在这些动物中,固体排泄物的通道和交配的通道也是同一个;因为正如前面所说,它们中没有任何一个具有分离的外部生殖器。
ὁμοίως δ’ ἔχουσι καὶ οἱ τῶν ἀρρένων πόροι, καὶ τῶν ἐχόντων καὶ τῶν μὴ ἐχόντων ὄρχεις, ταῖς τῶν ᾠοτόκων ὑστέ ραις.
同样,雄性的通道,无论是具有睾丸的还是没有睾丸的,其位置都与卵生动物的子宫相似。
πᾶσι γὰρ πρὸς τοῖς πρανέσι προσπεφύκασι καὶ κατὰ τὸν τόπον τῆς ῥάχεως.
因为它们在所有这些动物中都附着在背部,位于脊椎的区域。
δεῖ μὲν γὰρ μὴ πλανᾶσθαι ἀλλ’ ἑδραίους εἶναι, τοιοῦτος δ’ ὁ ὄπισθεν τόπος· οὗτος γὰρ τὸ συνεχὲς παρέχει καὶ τὴν στάσιν.
因为它们必须固定而不能漂移,而身体后方的区域就是这样的地方;因为这里提供了连续性和稳定性。
τοῖς μὲν οὖν ἐντὸς ἔχουσι τοὺς ὄρχεις εὐθὺς ἐρηρεισμένοι εἰσὶν ἅμα τοῖς πόροις, καὶ τοῖς ἐκτὸς δ’ ὁμοίως· εἶτ’ ἀπαντῶσιν εἰς ἓν πρὸς τὸν τοῦ αἰδοίου τόπον.
因此,在那些睾丸在体内的动物中,睾丸连同通道立即被固定,在体外有睾丸的动物中也是如此;然后它们在朝向生殖器的区域汇合为一。
ὁμοίως δὲ καὶ τοῖς δελφῖσιν οἱ πόροι ἔχουσιν· ἀλλὰ τοὺς ὄρχεις ἔχουσι κεκρυμμένους ὑπὸ τὸ περὶ τὴν γαστέρα κύτος.
在海豚中,通道的位置也是相似的;但它们将睾丸隐藏在腹部周围的腔体下方。
Πῶς μὲν οὖν ἔχουσι τῇ θέσει περὶ τὰ μόρια τὰ συντελοῦντα πρὸς τὴν γένεσιν, καὶ διὰ τίνας αἰτίας, εἴρηται·
因此,关于参与生殖的器官在位置上如何安排,以及由于什么原因,已经说明了。
§1.14τῶν δ’ ἄλλων ζῴων τῶν ἀναίμων οὐχ ὁ αὐτὸς τρόπος τῶν μορίων τῶν πρὸς τὴν γένεσιν συντελούντων οὔτε τοῖς ἐναίμοις οὔθ’ ἑαυτοῖς.
在其余的无血动物中,参与生殖的器官的样式既与有血动物不同,它们彼此之间也不同。
ἔστι δὲ γένη τέτταρα τὰ λοιπά, ἓν μὲν τὸ τῶν μαλακοστράκων, δεύτερον δὲ τὸ τῶν μαλακίων, τρίτον δὲ· τὸ τῶν ἐντόμων, καὶ τέταρτον τὸ τῶν ὀστρακοδέρμων.
其余的类有四个:第一是软甲类,第二是软体类,第三是昆虫类,第四是硬壳类。
τούτων δὲ περὶ μὲν πάντων ἄδηλον, τὰ δὲ πλεῖστα ὅτι οὐ συνδυάζεται φανερόν· τίνα δὲ συνίσταται τρόπον, ὕστερον λεκτέον.
关于所有这些动物,情况尚不清楚,但很明显它们中的大多数并不交配;它们是以何种方式构成的,以后必须加以说明。
τὰ δὲ μαλακόστρακα συνδυάζεται μὲν ὥσπερ τὰ ὀπισθουρητικά, ὅταν τὸ μὲν ὕπτιον τὸ δὲ πρανὲς ἐπαλλάξῃ τὰ οὐραῖα· τοῖς γὰρ ὑπτίοις πρὸς τὰ πρανῆ ἐπιβαίνειν ἐμποδίζει τὰ οὐραὶα μακρὰν ἔχοντα τὴν ἀπάρτησιν τῶν πτερυγίων.
然而,软甲类的交配方式就像那些向后排尿的动物一样,当一个仰卧而另一个俯卧时,它们的尾部相互重叠;因为它们的尾部由于长,阻碍了仰卧者骑跨在俯卧者身上。
ἔχουσι δ’ οἱ μὲν ἄρρενες λεπτοὺς πόρους θορικούς, αἱ δὲ θήλειαι ὑστέρας ὑμενώδεις παρὰ τὸ ἔντερον, ἔνθεν καὶ ἔνθεν ἐσχισμένας· ἐν αἷς ἐγγίνεται τὸ ᾠόν.
雄性具有细弱的输精通道,而雌性具有沿肠道两侧分裂的膜状子宫,卵即在其中形成。