Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §9.5-9.6

作为友爱起点的善意与作为政治友爱的同心

第 103 段,共 123 段 · 希腊语

内容简介

第5章探讨了好意(善意)作为友爱的开端而被称作“不活跃的友爱”;第6章则阐明了指向共同利益、共同践行的“协调(同心)”即是政治上的友爱。

§9.5ἡ δʼ εὔνοια φιλικῷ μὲν ἔοικεν, οὐ μὴν ἔστι γε φιλία·
好意虽类似友爱的特征,但绝非友爱。
γίνεται γὰρ εὔνοια καὶ πρὸς ἀγνῶτας καὶ λανθάνουσα, φιλία δʼ οὔ.
因为好意既可以对陌生人产生,也可以在对方不知情的情况下产生,而友爱则不然。
καὶ πρότερον δὲ ταῦτʼ εἴρηται.
这一点在前面已经说过了。
ἀλλʼ οὐδὲ φίλησίς ἐστιν.
此外,好意也不是爱。
οὐ γὰρ ἔχει διάτασιν οὐδʼ ὄρεξιν, τῇ φιλήσει δὲ ταῦτʼ ἀκολουθεῖ·
因为好意不包含情感的强度和欲求,而这些都是随伴于爱的。
καὶ ἡ μὲν φίλησις μετὰ συνηθείας, ἡ δʼ εὔνοια καὶ ἐκ προσπαίου, οἷον καὶ περὶ τοὺς ἀγωνιστὰς συμβαίνει·
而且,爱伴随着亲密无间的交往,而好意则可能在瞬间产生,正如在竞技者们身上所发生的那样。
εὖνοι γὰρ αὐτοῖς γίνονται καὶ συνθέλουσιν, συμπράξαιεν δʼ ἂν οὐδέν· ὅπερ γὰρ εἴπομεν, προσπαίως εὖνοι γίνονται καὶ ἐπιπολαίως στέργουσιν.
因为观众会对竞技者产生好意并与他们同心同愿,但不会为他们合作做任何事;正如我们所说,他们只是瞬间产生好意,并且仅在表面上喜爱对方。
ἔοικε δὴ ἀρχὴ φιλίας εἶναι, ὥσπερ τοῦ ἐρᾶν ἡ διὰ τῆς ὄψεως ἡδονή·
因而,好意似乎是友爱的开端,正如视觉带来的愉悦是恋爱的开端一样。
μὴ γὰρ προησθεὶς τῇ ἰδέᾳ οὐδεὶς ἐρᾷ, ὁ δὲ χαίρων τῷ εἴδει οὐδὲν μᾶλλον ἐρᾷ, ἀλλʼ ὅταν καὶ ἀπόντα ποθῇ καὶ τῆς παρουσίας ἐπιθυμῇ·
因为如果没有事先对容貌感到愉悦,就没有人会恋爱;但仅仅喜爱外貌并不能算作恋爱,只有当对方不在时感到渴望,并且热切期盼对方在场时,才算是恋爱。
οὕτω δὴ καὶ φίλους οὐχ οἷόν τʼ εἶναι μὴ εὔνους γενομένους, οἱ δʼ εὖνοι οὐδὲν μᾶλλον φιλοῦσιν·
同样,人们若不先产生好意,就不可能成为朋友;但产生了好意并不等于在爱。
βούλονται γὰρ μόνον τἀγαθὰ οἷς εἰσὶν εὖνοι, συμπράξαιεν δʼ ἂν οὐδέν, οὐδʼ ὀχληθεῖεν ὑπὲρ αὐτῶν.
因为怀有好意的人仅仅是为他所好意的人希望善事,但不会与对方合作任何事,也不会为对方承担麻烦。
διὸ μεταφέρων φαίη τις ἂν αὐτὴν ἀργὴν εἶναι φιλίαν, χρονιζομένην δὲ καὶ εἰς συνήθειαν ἀφικνουμένην γίνεσθαι φιλίαν, οὐ τὴν διὰ τὸ χρήσιμον οὐδὲ τὴν διὰ τὸ ἡδύ·
因此,通过隐喻,人们可以说是把好意称为不活跃的友爱。
οὐδὲ γὰρ εὔνοια ἐπὶ τούτοις γίνεται.
但当它经历时间的考验并达到亲密无间时,就会成为友爱——然而这并不是基于有用或快乐的友爱,因为好意并不会在这些基础上产生。
ὁ μὲν γὰρ εὐεργετηθεὶς ἀνθʼ ὧν πέπονθεν ἀπονέμει τὴν εὔνοιαν, τὰ δίκαια δρῶν· ὁ δὲ βουλόμενός τινʼ εὐπραγεῖν, ἐλπίδα ἔχων εὐπορίας διʼ ἐκείνου, οὐκ ἔοικʼ εὔνους ἐκείνῳ εἶναι, ἀλλὰ μᾶλλον ἑαυτῷ, καθάπερ οὐδὲ φίλος, εἰ θεραπεύει αὐτὸν διά τινα χρῆσιν.
因为,受到恩惠的人是由于自己所接受的恩德而报以好意,这是在履行公正;但是,因希望通过对方获得富足而希望某人顺遂的人,似乎并不是对那个人抱有好意,而更像是对自己抱有好意,正如他若为了某种实用而去奉承对方,他便称不上是朋友一样。
ὅλως δʼ εὔνοια διʼ ἀρετὴν καὶ ἐπιείκειάν τινα γίνεται, ὅταν τῳ φανῇ καλός τις ἢ ἀνδρεῖος ἤ τι τοιοῦτον, καθάπερ καὶ ἐπὶ τῶν ἀγωνιστῶν εἴπομεν.
总的来说,好意是因为某种德性和高尚产生的,当某人在他人看来是高尚的、勇敢的或具有此类品质的人时,正如我们在竞技者的情况中所说的那样。
§9.6φιλικὸν δὲ καὶ ἡ ὁμόνοια φαίνεται.
协调似乎也是一种友爱的关系。
διόπερ οὐκ ἔστιν ὁμοδοξία· τοῦτο μὲν γὰρ καὶ ἀγνοοῦσιν ἀλλήλους ὑπάρξειεν ἄν·
因此,它并不是意见的一致;因为即使在彼此不相识的人之间,意见一致也可能存在。
οὐδὲ τοὺς περὶ ὁτουοῦν ὁμογνωμονοῦντας ὁμονοεῖν φασίν, οἷον τοὺς περὶ τῶν οὐρανίων (οὐ γὰρ φιλικὸν τὸ περὶ τούτων ὁμονοεῖν), ἀλλὰ τὰς πόλεις ὁμονοεῖν φασίν, ὅταν περὶ τῶν συμφερόντων ὁμογνωμονῶσι καὶ ταὐτὰ προαιρῶνται καὶ πράττωσι τὰ κοινῇ δόξαντα.
人们也不会说在任何事情上都意见相同的人是在协调,例如关于天体现象达成一致意见的人(因为在这些事情上达成一致并不具有友爱性质);相反,人们说城邦处于协调之中,是指它们在共同利益上意见一致,选择相同的事物,并付诸实行共同决定的事。
περὶ τὰ πρακτὰ δὴ ὁμονοοῦσιν, καὶ τούτων περὶ τὰ ἐν μεγέθει καὶ ἐνδεχόμενα ἀμφοῖν ὑπάρχειν ἢ πᾶσιν, οἷον αἱ πόλεις, ὅταν πᾶσι δοκῇ τὰς ἀρχὰς αἱρετὰς εἶναι, ἢ συμμαχεῖν Λακεδαιμονίοις, ἢ ἄρχειν Πιττακὸν ὅτε καὶ αὐτὸς ἤθελεν.
事实上,他们是在可实践的事情上协力一致,而在这些事情中,又是关于重大且双方或所有人都可获得的事情。 例如,在城邦中,当所有人都认为官职应当通过选举产生,或者应当与拉刻代蒙人结盟,或者在皮塔科斯本人也愿意时由他来统治。
ὅταν δʼ ἑκάτερος ἑαυτὸν βούληται, ὥσπερ οἱ ἐν ταῖς Φοινίσσαις, στασιάζουσιν· οὐ γάρ ἐστιν ὁμονοεῖν τὸ αὐτὸ ἑκάτερον ἐννοεῖν ὁδήποτε, ἀλλὰ τὸ ἐν τῷ αὐτῷ, οἷον ὅταν καὶ ὁ δῆμος καὶ οἱ ἐπιεικεῖς τοὺς ἀρίστους ἄρχειν· οὕτω γὰρ πᾶσι γίνεται οὗ ἐφίενται.
但当双方都希望自己进行统治时,就像《腓尼基妇女》中的角色那样,他们就会发生内讧;因为协调并不是指各自对无论什么都想到同一件事,而是在同一件事中想到相同的方案,例如,当平民和高尚的人都认为最优秀的人应当统治时;因为这样一来,所有人都能得到他们所追求的东西。
πολιτικὴ δὴ φιλία φαίνεται ἡ ὁμόνοια, καθάπερ καὶ λέγεται· περὶ τὰ συμφέροντα γάρ ἐστι καὶ τὰ εἰς τὸν βίον ἥκοντα.
因而,正如人们所说,协调似乎就是城邦的友爱;因为它涉及的是利益以及关乎生活的事物。
ἔστι δʼ ἡ τοιαύτη ὁμόνοια ἐν τοῖς ἐπιεικέσιν·
而这种协调存在于高尚的人们之中。
οὗτοι γὰρ καὶ ἑαυτοῖς ὁμονοοῦσι καὶ ἀλλήλοις, ἐπὶ τῶν αὐτῶν ὄντες ὡς εἰπεῖν (τῶν τοιούτων γὰρ μένει τὰ βουλήματα καὶ οὐ μεταρρεῖ ὥσπερ εὔριπος), βούλονταί τε τὰ δίκαια καὶ τὰ συμφέροντα, τούτων δὲ καὶ κοινῇ ἐφίενται.
因为这些人既与自己相协调,也彼此相协调,可以说他们处于同样的基准之上(因为这类人的意愿是稳定的,而不会像欧里浦斯海峡那样流动不息),他们期望公正和利益,并且共同追求这些。
τοὺς δὲ φαύλους οὐχ οἷόν τε ὁμονοεῖν πλὴν ἐπὶ μικρόν, καθάπερ καὶ φίλους εἶναι, πλεονεξίας ἐφιεμένους ἐν τοῖς ὠφελίμοις, ἐν δὲ τοῖς πόνοις καὶ ταῖς λειτουργίαις ἐλλείποντας·
相反,卑劣的人只能在极小程度上协调一致,正如他们只能在极小程度上成为朋友一样;因为他们在有利的事情上图谋多得,而在劳役和公共服务上则逃避退缩。
ἑαυτῷ δʼ ἕκαστος βουλόμενος ταῦτα τὸν πέλας ἐξετάζει καὶ κωλύει· μὴ γὰρ τηρούντων τὸ κοινὸν ἀπόλλυται.
由于每个人都为自己期望这些,便去监视邻人并加以阻挠;因为如果他们不维护共同的利益,共同利益就会毁灭。
συμβαίνει οὖν αὐτοῖς στασιάζειν, ἀλλήλους μὲν ἐπαναγκάζοντας, αὐτοὺς δὲ μὴ βουλομένους τὰ δίκαια ποιεῖν.
结果便是他们之间产生内讧,强迫彼此履行公正,而他们自己却不愿意这样做。

词汇与语法注释

  1. 1166b33διάτασιν — 此名词意为“紧张”、“持续”或“强度”。此处指的是伴随爱而来的“情感的持续紧张度”或“强度”,这在可能只是瞬间产生的好意中是不存在的。
  2. 1167a29ἐνδεχόμενα ἀμφοῖν ὑπάρχειν ἢ πᾶσιν — 意为“双方或所有人都有可能获得(实现)的”。为了使协调得以成立,所渴望的对象必须能同时为所有人实现;如果该事物是排他的(一方获得则另一方失去),就会导致内讧而非协调。
  3. 1167a33οἱ ἐν ταῖς Φοινίσσαις — 指欧里庇得斯悲剧《腓尼基妇女》中的角色(厄忒奥克勒斯与波吕尼克斯)。双方都为自己渴望同一个“统治权”(这是排他的、无法共存的),以此作为“在不具备共同利益的前提下追求同一事物导致内讧”的典型例子。
  4. 1167b1τοὺς ἀρίστους ἄρχειν — 不定式“ἄρχειν”(统治)的主语是宾格的“τοὺς ἀρίστους”(最优秀的人),该结构依赖于前句中“ὅταν”(当……时)或“ἐννοεῖν”(想到)所引导的句式。只有当平民和高尚者都认为“最优秀者应当统治”时,才是在同一个对象上达成了一致。

引用这一段

亚里士多德, 尼各马可伦理学 §9.5-9.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:9.5-9.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。