§9.7οἱ δʼ εὐεργέται τοὺς εὐεργετηθέντας δοκοῦσι μᾶλλον φιλεῖν ἢ οἱ εὖ παθόντες τοὺς δράσαντας, καὶ ὡς παρὰ λόγον γινόμενον ἐπιζητεῖται.
施恩者对受恩者的爱,似乎深于受恩者对施恩者的爱,而由于这似乎不合情理,因而引起了人们的探讨。
τοῖς μὲν οὖν πλείστοις φαίνεται ὅτι οἳ μὲν ὀφείλουσι τοῖς δὲ ὀφείλεται·
在大多数人看来,这是因为受恩者欠了债,而施恩者拥有债权。
καθάπερ οὖν ἐπὶ τῶν δανείων οἱ μὲν ὀφείλοντες βούλονται μὴ εἶναι οἷς ὀφείλουσιν, οἱ δὲ δανείσαντες καὶ ἐπιμελοῦνται τῆς τῶν ὀφειλόντων σωτηρίας, οὕτω καὶ τοὺς εὐεργετήσαντας βούλεσθαι εἶναι τοὺς παθόντας ὡς κομιουμένους τὰς χάριτας, τοῖς δʼ οὐκ εἶναι ἐπιμελὲς τὸ ἀνταποδοῦναι.
正如在借贷关系中,债务人希望债权人不存在,而债权人则甚至关心债务人的安全一样,施恩者也希望受恩者存在,以期收回恩情,而受恩者对于回报恩德并不放在心上。
Ἐπίχαρμος μὲν οὖν τάχʼ ἂν φαίη ταῦτα λέγειν αὐτοὺς ἐκ πονηροῦ θεωμένους, ἔοικε δʼ ἀνθρωπικῷ·
埃庇卡摩斯也许会说,人们这样说是因为站在不怀好意的立场上观察,但这似乎符合人情。
ἀμνήμονες γὰρ οἱ πολλοί, καὶ μᾶλλον εὖ πάσχειν ἢ ποιεῖν ἐφίενται.
因为大多数人是健忘的,比起施恩,他们更渴望受恩。
δόξειε δʼ ἂν φυσικώτερον εἶναι τὸ αἴτιον, καὶ οὐδʼ ὅμοιον τὸ περὶ τοὺς δανείσαντας·
但其原因似乎更具有本性的根源,与债权人的情况完全不同。
οὐ γάρ ἐστι φίλησις περὶ ἐκείνους, ἀλλὰ τοῦ σῴζεσθαι βούλησις τῆς κομιδῆς ἕνεκα·
因为在债权人的情况下并不存在爱,而只是为了收回债务而希望对方保全。
οἱ δʼ εὖ πεποιηκότες φιλοῦσι καὶ ἀγαπῶσι τοὺς πεπονθότας κἂν μηδὲν ὦσι χρήσιμοι μηδʼ εἰς ὕστερον γένοιντʼ ἄν.
相反,施恩者即使在受恩者对他们毫无用处,且将来也不会有用处的情况下,也依然热爱并珍惜他们。
ὅπερ καὶ ἐπὶ τῶν τεχνιτῶν συμβέβηκεν·
这也同样发生在工匠身上。
πᾶς γὰρ τὸ οἰκεῖον ἔργον ἀγαπᾷ μᾶλλον ἢ ἀγαπηθείη ἂν ὑπὸ τοῦ ἔργου ἐμψύχου γενομένου·
因为每个工匠对自己的作品的爱,都深于如果作品有了生命而对他的爱。
μάλιστα δʼ ἴσως τοῦτο περὶ τοὺς ποιητὰς συμβαίνει· ὑπεραγαπῶσι γὰρ οὗτοι τὰ οἰκεῖα ποιήματα, στέργοντες ὥσπερ τέκνα.
这种情况在诗人身上或许表现得最突出,因为他们溺爱自己的诗作,像珍惜孩子一样珍惜它们。
τοιούτῳ δὴ ἔοικε καὶ τὸ τῶν εὐεργετῶν· τὸ γὰρ εὖ πεπονθὸς ἔργον ἐστὶν αὐτῶν·
施恩者的情况也正是如此,因为受恩者就是他们的作品。
τοῦτο δὴ ἀγαπῶσι μᾶλλον ἢ τὸ ἔργον τὸν ποιήσαντα.
所以,他们爱这个作品,深于这个作品爱它的创作者。
τούτου δʼ αἴτιον ὅτι τὸ εἶναι πᾶσιν αἱρετὸν καὶ φιλητόν, ἐσμὲν δʼ ἐνεργείᾳ (τῷ ζῆν γὰρ καὶ πράττειν), ἐνεργείᾳ δὲ ὁ ποιήσας τὸ ἔργον ἔστι πως·
其原因在于,存在对于所有人都是值得选择和可爱的,而我们是在活动中存在的(即通过生活和行动),而作品的创作者在某种意义上是通过作品而在活动中存在的。
στέργει δὴ τὸ ἔργον, διότι καὶ τὸ εἶναι.
因此,他喜爱自己的作品,也就是因为喜爱自己的存在。
τοῦτο δὲ φυσικόν· ὃ γάρ ἐστι δυνάμει, τοῦτο ἐνεργείᾳ τὸ ἔργον μηνύει.
这是合乎自然的,因为潜能中存在的东西,作品在活动中将它揭示了出来。
ἅμα δὲ καὶ τῷ μὲν εὐεργέτῃ καλὸν τὸ κατὰ τὴν πρᾶξιν, ὥστε χαίρειν ἐν ᾧ τοῦτο, τῷ δὲ παθόντι οὐδὲν καλὸν ἐν τῷ δράσαντι, ἀλλʼ εἴπερ, συμφέρον·
同时,对施恩者而言,在行为中包含着高尚,因此他在体现这一高尚的受恩者身上感到快乐;而对受恩者而言,在施恩者身上并没有什么高尚,如果说有,也只是有益。
τοῦτο δʼ ἧττον ἡδὺ καὶ φιλητόν.
而有益的事情没有那么令人快乐,也不那么可爱。
ἡδεῖα δʼ ἐστὶ τοῦ μὲν παρόντος ἡ ἐνέργεια, τοῦ δὲ μέλλοντος ἡ ἐλπίς, τοῦ δὲ γεγενημένου ἡ μνήμη· ἥδιστον δὲ τὸ κατὰ τὴν ἐνέργειαν, καὶ φιλητὸν ὁμοίως.
令人快乐的是当前的活动、对未来的希望以及对过去的记忆;但最令人快乐的是那处于活动中的东西,它也同样是可爱的。
τῷ μὲν οὖν πεποιηκότι μένει τὸ ἔργον (τὸ καλὸν γὰρ πολυχρόνιον), τῷ δὲ παθόντι τὸ χρήσιμον παροίχεται.
因此,对于创作者来说,作品长存(因为高尚是持久的),而对于受恩者来说,有用性却流逝了。
ἥ τε μνήμη τῶν μὲν καλῶν ἡδεῖα, τῶν δὲ χρησίμων οὐ πάνυ ἢ ἧττον· ἡ προσδοκία δʼ ἀνάπαλιν ἔχειν ἔοικεν.
此外,高尚之事的记忆是令人快乐的,而有用之事的记忆则全然不快乐或不那么快乐;但预期的情形似乎恰好相反。
καὶ ἡ μὲν φίλησις ποιήσει ἔοικεν, τὸ φιλεῖσθαι δὲ τῷ πάσχειν·
而且,爱类似于主动的创造,而被爱则类似于被动的承受。
τοῖς ὑπερέχουσι δὲ περὶ τὴν πρᾶξιν ἕπεται τὸ φιλεῖν καὶ τὰ φιλικά.
在行动中居于优越地位的人,其身上便伴随着去爱和友爱的举止。
ἔτι δὲ τὰ ἐπιπόνως γενόμενα πάντες μᾶλλον στέργουσιν, οἷον καὶ τὰ χρήματα οἱ κτησάμενοι τῶν παραλαβόντων·
此外,凡是付出辛劳而获得的东西,人们都更加珍惜,例如自己赚钱的人比继承财产的人更爱钱。
δοκεῖ δὲ τὸ μὲν εὖ πάσχειν ἄπονον εἶναι, τὸ δʼ εὖ ποιεῖν ἐργῶδες.
而受恩似乎是无劳的,施恩却是艰辛的。
διὰ ταῦτα δὲ καὶ αἱ μητέρες φιλοτεκνότεραι· ἐπιπονωτέρα γὰρ ἡ γέννησις, καὶ μᾶλλον ἴσασιν ὅτι αὑτῶν.
因此,母亲也更疼爱自己的孩子,因为生育更加艰辛,且她们更确信孩子是自己所生。
δόξειε δʼ ἂν τοῦτο καὶ τοῖς εὐεργέταις οἰκεῖον εἶναι.
这似乎也同样是施恩者的特征。