Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §9.4

友爱源于对自身的态度与高尚者的自我和谐

第 102 段,共 123 段 · 希腊语

内容简介

论述了对邻人的友爱特征源于德性高尚者和谐的自我关系,并对比指出,卑劣者由于内心的分裂与悔恨,甚至无法与自身建立友好的关系。

§9.4τὰ φιλικὰ δὲ τὰ πρὸς τοὺς πέλας, καὶ οἷς αἱ φιλίαι ὁρίζονται, ἔοικεν ἐκ τῶν πρὸς ἑαυτὸν ἐληλυθέναι.
对邻人的友爱特征,以及借以界定友爱的事物,似乎都源于人对自身的友好关系。
τιθέασι γὰρ φίλον τὸν βουλόμενον καὶ πράττοντα τἀγαθὰ ἢ τὰ φαινόμενα ἐκείνου ἕνεκα, ἢ τὸν βουλόμενον εἶναι καὶ ζῆν τὸν φίλον αὐτοῦ χάριν· ὅπερ αἱ μητέρες πρὸς τὰ τέκνα πεπόνθασι, καὶ τῶν φίλων οἱ προσκεκρουκότες.
因为人们把那些为了对方而希望并践行善事(或显为善的事)的人定为朋友,或者把那些为了对方自身而希望该朋友存在并生活的人定为朋友;这正是母亲对孩子所怀有的情感,也是那些产生冲突的朋友们的情形。
οἳ δὲ τὸν συνδιάγοντα καὶ ταὐτὰ αἱρούμενον, ἢ τὸν συναλγοῦντα καὶ συγχαίροντα τῷ φίλῳ· μάλιστα δὲ καὶ τοῦτο περὶ τὰς μητέρας συμβαίνει.
另一些人则把与朋友共同生活、选择相同事物,或者与朋友同忧同乐的人定为朋友;而这也尤其发生在母亲身上。
τούτων δέ τινι καὶ τὴν φιλίαν ὁρίζονται.
人们也通过这些特征之一来定义友谊。
πρὸς ἑαυτὸν δὲ τούτων ἕκαστον τῷ ἐπιεικεῖ ὑπάρχει (τοῖς δὲ λοιποῖς, ᾗ τοιοῦτοι ὑπολαμβάνουσιν εἶναι· ἔοικε δέ, καθάπερ εἴρηται, μέτρον ἑκάστων ἡ ἀρετὴ καὶ ὁ σπουδαῖος εἶναι)· οὗτος γὰρ ὁμογνωμονεῖ ἑαυτῷ, καὶ τῶν αὐτῶν ὀρέγεται κατὰ πᾶσαν τὴν ψυχήν· καὶ βούλεται δὴ ἑαυτῷ τἀγαθὰ καὶ τὰ φαινόμενα καὶ πράττει (τοῦ γὰρ ἀγαθοῦ τἀγαθὸν διαπονεῖν) καὶ ἑαυτοῦ ἕνεκα (τοῦ γὰρ διανοητικοῦ χάριν, ὅπερ ἕκαστος εἶναι δοκεῖ)· καὶ ζῆν δὲ βούλεται ἑαυτὸν καὶ σῴζεσθαι, καὶ μάλιστα τοῦτο ᾧ φρονεῖ.
而这些特征中的每一个,在德性高尚者那里都存在于他对自己身上(至于其余的人,则存在于他们自以为如此的范围内;但正如所说过的,德性和优秀的的人似乎是万物的尺度)——因为他与自己同心同德,用整个灵魂追求相同的事物;他也的确为自己希望善事(或显为善的事)并付诸实行(因为优秀者的特征就是为善而努力),而且是为了自己本身(因为他是为了自己里面的思考部分,这部分似乎就是每个人的自我);他也希望自己生存并得到保存,尤其是他用以思考的那部分。
ἀγαθὸν γὰρ τῷ σπουδαίῳ τὸ εἶναι, ἕκαστος δʼ ἑαυτῷ βούλεται τἀγαθά, γενόμενος δʼ ἄλλος αἱρεῖται οὐδεὶς πάντʼ ἔχειν (ἔχει γὰρ καὶ νῦν ὁ θεὸς τἀγαθόν) ἀλλʼ ὢν ὅ τι ποτʼ ἐστίν·
因为对于优秀的人来说,存在本身就是一件善事,而每个人都为自己希望善事,但如果没有人愿意在自己变成另一个人时去获得一切(因为即使在现在,神也拥有善,但神是以其自身所是的身份拥有的),而是愿意在保持自己所是的前提下获得。
δόξειε δʼ ἂν τὸ νοοῦν ἕκαστος εἶναι ἢ μάλιστα.
而进行思考的部分似乎就是每个人自身,或者最主要是它。
συνδιάγειν τε ὁ τοιοῦτος ἑαυτῷ βούλεται· ἡδέως γὰρ αὐτὸ ποιεῖ· τῶν τε γὰρ πεπραγμένων ἐπιτερπεῖς αἱ μνῆμαι, καὶ τῶν μελλόντων ἐλπίδες ἀγαθαί, αἱ τοιαῦται δʼ ἡδεῖαι.
而且这样的人也乐于与自己共同生活;因为他这么做是愉悦的;因为过去所作所为的记忆是令人愉快的,而未来的希望也是美好的,这样的希望也是令人愉悦的。
καὶ θεωρημάτων δʼ εὐπορεῖ τῇ διανοίᾳ.
而且他的理智在思辨(观照)题材上也十分富足。
συναλγεῖ τε καὶ συνήδεται μάλισθʼ ἑαυτῷ· πάντοτε γάρ ἐστι τὸ αὐτὸ λυπηρόν τε καὶ ἡδύ, καὶ οὐκ ἄλλοτʼ ἄλλο· ἀμεταμέλητος γὰρ ὡς εἰπεῖν.
他也最能与自己同忧同乐;因为对他来说,同一样事物总是痛苦或愉悦的,而不是此时此样、彼时彼样;可以说,他是没有悔恨的。
τῷ δὴ πρὸς αὑτὸν ἕκαστα τούτων ὑπάρχειν τῷ ἐπιεικεῖ, πρὸς δὲ τὸν φίλον ἔχειν ὥσπερ πρὸς αὑτόν (ἔστι γὰρ ὁ φίλος ἄλλος αὐτός), καὶ ἡ φιλία τούτων εἶναί τι δοκεῖ, καὶ φίλοι οἷς ταῦθʼ ὑπάρχει.
因此,既然这些特征中的每一个在德性高尚者那里都存在于他对自己身上,而且他对朋友就像对自己一样(因为朋友是另一个自己),那么友谊似乎就是这些特征中的某种,而拥有这些特征的人就是朋友。
πρὸς αὑτὸν δὲ πότερον ἔστιν ἢ οὐκ ἔστι φιλία, ἀφείσθω ἐπὶ τοῦ παρόντος· δόξειε δʼ ἂν ταύτῃ εἶναι φιλία, ᾗ ἐστὶ δύο ἢ πλείω, ἐκ τῶν εἰρημένων, καὶ ὅτι ἡ ὑπερβολὴ τῆς φιλίας τῇ πρὸς αὑτὸν ὁμοιοῦται.
至于对自身是否存在友谊,且姑置不论;但从所说过的话来看,只要存在着两个或更多的部分,在这方面似乎就会存在友谊,而且因为最极端的友谊类似于对自身的友谊。
φαίνεται δὲ τὰ εἰρημένα καὶ τοῖς πολλοῖς ὑπάρχειν, καίπερ οὖσι φαύλοις.
然而,上述这些特征似乎也存在于大多数人身上,尽管他们是卑劣的人。
ἆρʼ οὖν ᾗ τʼ ἀρέσκουσιν ἑαυτοῖς καὶ ὑπολαμβάνουσιν ἐπιεικεῖς εἶναι, ταύτῃ μετέχουσιν αὐτῶν;
那么,是不是只要他们对自己感到满意、并自以为是高尚的,就在这方面分享了这些特征呢?
ἐπεὶ τῶν γε κομιδῇ φαύλων καὶ ἀνοσιουργῶν οὐδενὶ ταῦθʼ ὑπάρχει, ἀλλʼ οὐδὲ φαίνεται.
因为对于那些极其卑劣和作恶多端的人来说,这些特征一个也不存在,甚至看起来也不存在。
σχεδὸν δὲ οὐδὲ τοῖς φαύλοις· διαφέρονται γὰρ ἑαυτοῖς, καὶ ἑτέρων μὲν ἐπιθυμοῦσιν ἄλλα δὲ βούλονται, οἷον οἱ ἀκρατεῖς· αἱροῦνται γὰρ ἀντὶ τῶν δοκούντων ἑαυτοῖς ἀγαθῶν εἶναι τὰ ἡδέα βλαβερὰ ὄντα·
而且几乎对于一般的卑劣者也是如此;因为他们与自己产生分歧,他们渴望一些东西,却希望另一些东西,正如那些无自制力的人;因为他们选择那些有害但令人愉悦的事物,来代替他们自己认为善的事物。
οἳ δʼ αὖ διὰ δειλίαν καὶ ἀργίαν ἀφίστανται τοῦ πράττειν ἃ οἴονται ἑαυτοῖς βέλτιστα εἶναι.
另一些人则由于懦弱和懒惰,不去做他们认为对自己最善的事。
οἷς δὲ πολλὰ καὶ δεινὰ πέπρακται καὶ διὰ τὴν μοχθηρίαν μισοῦνται, καὶ φεύγουσι τὸ ζῆν καὶ ἀναιροῦσιν ἑαυτούς.
而那些做了许多可怕恶行并因其邪恶而被憎恨的人,甚至逃避生命而自杀。
ζητοῦσί τε οἱ μοχθηροὶ μεθʼ ὧν συνημερεύσουσιν, ἑαυτοὺς δὲ φεύγουσιν· ἀναμιμνήσκονται γὰρ πολλῶν καὶ δυσχερῶν, καὶ τοιαῦθʼ ἕτερα ἐλπίζουσι, καθʼ ἑαυτοὺς ὄντες, μεθʼ ἑτέρων δʼ ὄντες ἐπιλανθάνονται.
邪恶的人寻找可以共度光阴的人,却逃避自己;因为当他们独自一人时,会想起许多令人不快的事,并预料未来也会有类似的事,而与他人在一起时,他们就能忘却。
οὐδέν τε φιλητὸν ἔχοντες οὐδὲν φιλικὸν πάσχουσι πρὸς ἑαυτούς.
由于他们没有任何值得爱的地方,他们对自己也没有任何友好的感情。
οὐδὲ δὴ συγχαίρουσιν οὐδὲ συναλγοῦσιν οἱ τοιοῦτοι ἑαυτοῖς· στασιάζει γὰρ αὐτῶν ἡ ψυχή, καὶ τὸ μὲν διὰ μοχθηρίαν ἀλγεῖ ἀπεχόμενόν τινων, τὸ δʼ ἥδεται, καὶ τὸ μὲν δεῦρο τὸ δʼ ἐκεῖσε ἕλκει ὥσπερ διασπῶντα.
这种人也确实无法与自己同忧同乐;因为他们的灵魂处于内讧之中,其中一部分由于邪恶在节制某些事物时感到痛苦,而另一部分则感到快乐,一个往这边拉,一个往那边拽,仿佛要把他们撕裂。
εἰ δὲ μὴ οἷόν τε ἅμα λυπεῖσθαι καὶ ἥδεσθαι, ἀλλὰ μετὰ μικρόν γε λυπεῖται ὅτι ἥσθη, καὶ οὐκ ἂν ἐβούλετο ἡδέα ταῦτα γενέσθαι αὑτῷ· μεταμελείας γὰρ οἱ φαῦλοι γέμουσιν.
即使不能同时感到痛苦和快乐,但在很短的时间之后,他就至少会因为曾经快乐而感到痛苦,并且希望这些快乐的事不曾发生;因为卑劣者充满了悔恨。
οὐ δὴ φαίνεται ὁ φαῦλος οὐδὲ πρὸς ἑαυτὸν φιλικῶς διακεῖσθαι διὰ τὸ μηδὲν ἔχειν φιλητόν.
因此,卑劣的人由于没有任何值得爱的地方,似乎对自己也无法采取友好的态度。
εἰ δὴ τὸ οὕτως ἔχειν λίαν ἐστὶν ἄθλιον, φευκτέον τὴν μοχθηρίαν διατεταμένως καὶ πειρατέον ἐπιεικῆ εἶναι· οὕτω γὰρ καὶ πρὸς ἑαυτὸν φιλικῶς ἂν ἔχοι καὶ ἑτέρῳ φίλος γένοιτο.
如果处于这种状态是极其悲惨的,那么就必须竭尽全力逃避邪恶,并努力成为高尚的人;因为这样一来,人就能对自己采取友好的态度,并成为他人的朋友。

词汇与语法注释

  1. 1166a19γενόμενος δʼ ἄλλος αἱρεῖται οὐδεὶς πάντʼ ἔχειν — 分词 γενόμενος 表条件(“如果变成另一个人”)。不定式短语 πάντʼ ἔχειν 与主句动词 αἱρεῖται 的共同主语是 οὐδείς(没有人)。此句通过与神在保持自身所是的前提下拥有善进行对比,构成了亚里士多德关于人类只愿在“保持自我”的前提下追求善的论证骨架。
  2. 1166a20δόξειε δʼ ἂν τὸ νοοῦν ἕκαστος εἶναι ἢ μάλιστα — тὸ νοοῦν(思考的部分,理智)是 εἶναι 的主语补足语,而 ἕκαστος(每个人)是主语。意为“进行思考的部分似乎就是每个人自身,或者最主要是它”,展现了亚里士多德将真正的自我等同于理智(Nôus)的重要人性观。
  3. 1166a33δόξειε δʼ ἂν ταύτῃ εἶναι φιλία, ᾗ ἐστὶ δύο ἢ πλείω — 指示副词 ταύτῃ(在这方面)与关系代词与格 ᾗ(在……的范围内)相呼应。它引出这样一种观点:只要在自身内部存在两个或更多不同的部分(理性部分与非理性部分),对自身的友谊在比喻意义上就是可能的。
  4. 1166b20τὸ μὲν διὰ μοχθηρίαν ἀλγεῖ ἀπεχόμενόν τινων, τὸ δʼ ἥδεται — 表示对比的 τὸ μέν ... τὸ δέ 指代灵魂中相互冲突的两部分(非理性的欲望与理性的判断)。现在分词 ἀπεχόμενον 为中性单数,修饰 τὸ μέν,表示痛苦的原因(“因节制某些事物而感到痛苦”)。

引用这一段

亚里士多德, 尼各马可伦理学 §9.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:9.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。