Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §9.3

朋友发生变化或产生差距时友谊的终止

第 101 段,共 123 段 · 希腊语

内容简介

本节讨论了在朋友发生变化时是否应当终止友谊的难题,指出当实用或快乐不复存在时终止友谊是合理的,并探讨了在朋友变得卑劣以及双方德性产生巨大差距(如童年友谊)时该如何处理。

§9.3ἔχει δʼ ἀπορίαν καὶ περὶ τοῦ διαλύεσθαι τὰς φιλίας ἢ μὴ πρὸς τοὺς μὴ διαμένοντας.
关于是否应当同那些不能保持原样的人终止友谊,同样也存在困难。
ἢ πρὸς μὲν τοὺς διὰ τὸ χρήσιμον ἢ τὸ ἡδὺ φίλους ὄντας, ὅταν μηκέτι ταῦτʼ ἔχωσιν, οὐδὲν ἄτοπον διαλύεσθαι;
或者,对于那些因实用或快乐而成为朋友的人,当他们不再拥有这些时,终止友谊难道没有任何荒谬之处吗?
ἐκείνων γὰρ ἦσαν φίλοι· ὧν ἀπολιπόντων εὔλογον τὸ μὴ φιλεῖν.
因为他们是那些东西的朋友;当那些东西消失时,不再爱也是合情合理的。
ἐγκαλέσειε δʼ ἄν τις, εἰ διὰ τὸ χρήσιμον ἢ τὸ ἡδὺ ἀγαπῶν προσεποιεῖτο διὰ τὸ ἦθος.
但如果某人因实用或快乐而爱对方,却假装是因为对方的人格,那么就会受到指责。
ὃ γὰρ ἐν ἀρχῇ εἴπομεν, πλεῖσται διαφοραὶ γίνονται τοῖς φίλοις, ὅταν μὴ ὁμοίως οἴωνται καὶ ὦσι φίλοι.
因为正如我们起初所说,当朋友们并不像他们所想的那样以同样的方式成为朋友,且实际上也不是以同样方式时,他们之间就会产生最多的分歧。
ὅταν μὲν οὖν διαψευσθῇ τις καὶ ὑπολάβῃ φιλεῖσθαι διὰ τὸ ἦθος, μηδὲν τοιοῦτον ἐκείνου πράττοντος, ἑαυτὸν αἰτιῷτʼ ἄν·
因此,当某人误以为自己因人格而受喜爱,而对方并没有表现出任何此类行为时,他应当归咎于自己。
ὅταν δʼ ὑπὸ τῆς ἐκείνου προσποιήσεως ἀπατηθῇ, δίκαιον ἐγκαλεῖν τῷ ἀπατήσαντι, καὶ μᾶλλον ἢ τοῖς τὸ νόμισμα κιβδηλεύουσιν, ὅσῳ περὶ τιμιώτερον ἡ κακουργία.
但如果是被对方的假装所欺骗,那么指责欺骗者就是正当的,而且比指责伪造货币的人更为正当,因为这种恶行所关涉的是更宝贵的东西。
ἐὰν δʼ ἀποδέχηται ὡς ἀγαθόν, γένηται δὲ μοχθηρὸς καὶ δοκῇ, ἆρʼ ἔτι φιλητέον;
但如果某人把对方接纳为善人,而对方却变得卑劣且显而易见,那么还应当继续爱他吗?
ἢ οὐ δυνατόν, εἴπερ μὴ πᾶν φιλητὸν ἀλλὰ τἀγαθόν;
或者这是不可能的,如果并非一切都是可爱的而只有善是可爱的?
οὔτε δὲ φιλητὸν τὸ πονηρὸν οὔτε δεῖ· φιλοπόνηρον γὰρ οὐ χρὴ εἶναι, οὐδʼ ὁμοιοῦσθαι φαύλῳ· εἴρηται δʼ ὅτι τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον.
恶者既不可爱,也不应当被爱;因为人不应当成为喜爱邪恶的人,也不应当使自己相似于卑劣的人;并且曾说过,相似者是相似者的朋友。
ἆρʼ οὖν εὐθὺς διαλυτέον;
那么,应当立即终止友谊吗?
ἢ οὐ πᾶσιν, ἀλλὰ τοῖς ἀνιάτοις κατὰ τὴν μοχθηρίαν;
还是不应当对所有人,而只是对那些在卑劣上无可救药的人?
ἐπανόρθωσιν δʼ ἔχουσι μᾶλλον βοηθητέον εἰς τὸ ἦθος ἢ τὴν οὐσίαν, ὅσῳ βέλτιον καὶ τῆς φιλίας οἰκειότερον.
而对于有改善可能的人,比起在财产上,更应当在人格上给予帮助,因为这更好,也更契合友谊。
δόξειε δʼ ἂν ὁ διαλυόμενος οὐδὲν ἄτοπον ποιεῖν· οὐ γὰρ τῷ τοιούτῳ φίλος ἦν· ἀλλοιωθέντα οὖν ἀδυνατῶν ἀνασῶσαι ἀφίσταται.
终止友谊的人似乎并没有做任何荒谬的事;因为他当初并不是和这样的人做朋友;因此,在对方改变之后,他无法将其挽救,于是便离去了。
εἰ δʼ ὃ μὲν διαμένοι ὃ δʼ ἐπιεικέστερος γίνοιτο καὶ πολὺ διαλλάττοι τῇ ἀρετῇ, ἆρα χρηστέον φίλῳ;
但如果一方保持原样,而另一方变得更好且在德性上大为提升,那么还应当把他当作朋友对待吗?
ἢ οὐκ ἐνδέχεται;
或者这是不可能的?
ἐν μεγάλῃ δὲ διαστάσει μάλιστα δῆλον γίνεται, οἷον ἐν ταῖς παιδικαῖς φιλίαις·
在巨大的差距中,这一点变得最为明显,例如在孩童时期的友谊中。
εἰ γὰρ ὃ μὲν διαμένοι τὴν διάνοιαν παῖς ὃ δʼ ἀνὴρ εἴη οἷος κράτιστος, πῶς ἂν εἶεν φίλοι μήτʼ ἀρεσκόμενοι τοῖς αὐτοῖς μήτε χαίροντες καὶ λυπούμενοι;
因为如果一方在心智上仍是孩子,而另一方已经成为最杰出的成年男子,那么他们既不喜爱同样的事物,也不共同感受快乐与痛苦,又怎能成为朋友呢?
οὐδὲ γὰρ περὶ ἀλλήλους ταῦθʼ ὑπάρξει αὐτοῖς, ἄνευ δὲ τούτων οὐκ ἦν φίλους εἶναι· συμβιοῦν γὰρ οὐχ οἷόν τε.
因为即便在对待彼此方面,这些共同的体验也将不复存在,而没有这些,要成为朋友是不可能的;因为共同生活是不可能的。
εἴρηται δὲ περὶ τούτων.
关于这些已经谈过。
ἆρʼ οὖν οὐθὲν ἀλλοιότερον πρὸς αὐτὸν ἑκτέον ἢ εἰ μὴ ἐγεγόνει φίλος μηδέποτε;
那么,对待他是否应当和从未成为过朋友一样,没有任何区别呢?
ἢ δεῖ μνείαν ἔχειν τῆς γενομένης συνηθείας, καὶ καθάπερ φίλοις μᾶλλον ἢ ὀθνείοις οἰόμεθα δεῖν χαρίζεσθαι, οὕτω καὶ τοῖς γενομένοις ἀπονεμητέον τι διὰ τὴν προγενομένην φιλίαν, ὅταν μὴ διʼ ὑπερβολὴν μοχθηρίας διάλυσις γένηται.
或者,必须保留对过去亲密交往的记忆,正如我们认为应当向朋友而非陌生人施予好意一样,对于那些曾为朋友的人,也应当因过去的友谊而分给他们一些东西,只要这种友谊的终止不是因为过度卑劣?

词汇与语法注释

  1. 1165b1ἢ μὴ — 否定了前句中的不定式 `διαλύεσθαι`,从而提出了一个二者择一的困难(“是否应当终止……还是不应当”)。
  2. 1165b4ἐκείνων — 中性复数属格指示代名词,指代前文的实用(`τὸ χρήσιμον`)和快乐(`τὸ ἡδύ`),表示他们是“那些事物”的朋友。
  3. 1165b18ἐπανόρθωσιν δʼ ἔχουσι — 使用现在分词 `ἔχουσι`(`ἔχω`)的与格结构,意为“(自身中)拥有改善可能的人”,作为动形容词 `βοηθητέον`(应当给予帮助)的逻辑宾语(与格)。

引用这一段

亚里士多德, 尼各马可伦理学 §9.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:9.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。