Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §9.2

不同人际关系中的义务冲突与应有回报

第 100 段,共 123 段 · 希腊语

内容简介

亚里士多德探讨了在面对父母、朋友、恩人和长者等不同关系时,应当向谁履行何种义务与回报的冲突(难点),并指出不应适用单一的规则,而应根据关系的特质以及高贵性、必要性等具体情况来合理分配应得的待遇。

§9.2ἀπορίαν δʼ ἔχει καὶ τὰ τοιαῦτα, οἷον πότερον δεῖ πάντα τῷ πατρὶ ἀπονέμειν καὶ πείθεσθαι, ἢ κάμνοντα μὲν ἰατρῷ πιστεύειν, στρατηγὸν δὲ χειροτονητέον τὸν πολεμικόν· ὁμοίως δὲ φίλῳ μᾶλλον ἢ σπουδαίῳ ὑπηρετητέον, καὶ εὐεργέτῃ ἀνταποδοτέον χάριν μᾶλλον ἢ ἑταίρῳ προετέον, ἐὰν ἄμφω μὴ ἐνδέχηται.
此类问题也包含着困难:例如,是否应当在一切事上顺从父亲并把一切让给父亲,还是在生病时应当信任医生,在选举将军时应当投票给有军事才能的人;同样,是否应当服务于朋友胜过一个高尚的人,在两者无法兼顾时,是应当回报恩人的恩情,还是应当把东西赠予同伴。
ἆρʼ οὖν πάντα τὰ τοιαῦτα ἀκριβῶς μὲν διορίσαι οὐ ῥᾴδιον;
那么,难道对所有这些事情进行精确的界定不是一件容易的事吗?
πολλὰς γὰρ καὶ παντοίας ἔχει διαφορὰς καὶ μεγέθει καὶ μικρότητι καὶ τῷ καλῷ καὶ ἀναγκαίῳ.
因为它们在大小、高贵与必要性上,有着许多且各种各样的差异。
ὅτι δʼ οὐ πάντα τῷ αὐτῷ ἀποδοτέον, οὐκ ἄδηλον· καὶ τὰς μὲν εὐεργεσίας ἀνταποδοτέον ὡς ἐπὶ τὸ πολὺ μᾶλλον ἢ χαριστέον ἑταίροις, ὥσπερ καὶ δάνειον ᾧ ὀφείλει ἀποδοτέον μᾶλλον ἢ ἑταίρῳ δοτέον.
但是,显然不应当把一切都给同一个人;而且在大多数情况下,回报恩人的恩惠应当优先于向同伴施予好意,正如应当把贷款偿还给债权人胜过把钱赠予同伴一样。
ἴσως δʼ οὐδὲ τοῦτʼ ἀεί, οἷον τῷ λυτρωθέντι παρὰ λῃστῶν πότερα τὸν λυσάμενον ἀντιλυτρωτέον, κἂν ὁστισοῦν ᾖ, ἢ μὴ ἑαλωκότι ἀπαιτοῦντι δὲ ἀποδοτέον, ἢ τὸν πατέρα λυτρωτέον;
然而,也许这也不总是如此——例如,对于一个被强盗赎回的人,他是应当反过来赎回救他的人(无论那人是谁),还是在救他的人并未被捕但要求还钱时偿还给他,还是应当赎回自己的父亲?
δόξειε γὰρ ἂν καὶ ἑαυτοῦ μᾶλλον τὸν πατέρα.
因为赎回父亲似乎比赎回自己更应当。
ὅπερ οὖν εἴρηται, καθόλου μὲν τὸ ὀφείλημα ἀποδοτέον, ἐὰν δʼ ὑπερτείνῃ ἡ δόσις τῷ καλῷ ἢ τῷ ἀναγκαίῳ, πρὸς ταῦτʼ ἀποκλιτέον.
因此,正如所说过的那样,通常债务应当偿还,但如果这种给予在高贵性或必要性上超过了偿还债务,就应当向这些方面倾斜。
ἐνίοτε γὰρ οὐδʼ ἐστὶν ἴσον τὸ τὴν προϋπαρχὴν ἀμείψασθαι, ἐπειδὰν ὃ μὲν σπουδαῖον εἰδὼς εὖ ποιήσῃ, τῷ δὲ ἡ ἀνταπόδοσις γίνηται ὃν οἴεται μοχθηρὸν εἶναι.
因为有时,回报先前的恩惠甚至是不对等的,当一方在明知对方是高尚的人而行善,而另一方的回报却是给一个他认为是卑劣的人时。
οὐδὲ γὰρ τῷ δανείσαντι ἐνίοτε ἀντιδανειστέον· ὃ μὲν γὰρ οἰόμενος κομιεῖσθαι ἐδάνεισεν ἐπιεικεῖ ὄντι, ὃ δʼ οὐκ ἐλπίζει κομιεῖσθαι παρὰ πονηροῦ.
因为有时甚至不应当反过来借钱给曾借钱给自己的人;因为一方向一个体面的人借出,期望能收回,而另一方却不期望从一个恶人那里收回。
εἴτε τοίνυν τῇ ἀληθείᾳ οὕτως ἔχει, οὐκ ἴσον τὸ ἀξίωμα· εἴτʼ ἔχει μὲν μὴ οὕτως οἴονται δέ, οὐκ ἂν δόξαιεν ἄτοπα ποιεῖν.
因此,如果事实确实如此,其要求就是不对等的;如果事实并非如此,但他们这样认为,他们也不会被看作是在做荒谬的事。
ὅπερ οὖν πολλάκις εἴρηται, οἱ περὶ τὰ πάθη καὶ τὰς πράξεις λόγοι ὁμοίως ἔχουσι τὸ ὡρισμένον τοῖς περὶ ἅ εἰσιν.
正如多次说过的那样,关于情感和行为的理论,其确定程度与其所关涉的对象相一致。
ὅτι μὲν οὖν οὐ ταὐτὰ πᾶσιν ἀποδοτέον, οὐδὲ τῷ πατρὶ πάντα, καθάπερ οὐδὲ τῷ Διὶ θύεται, οὐκ ἄδηλον·
因此,显然不应当向所有人回报同样的东西,也不应当把一切都给父亲,正如并不是所有的祭祀都献给宙斯一样。
ἐπεὶ δʼ ἕτερα γονεῦσι καὶ ἀδελφοῖς καὶ ἑταίροις καὶ εὐεργέταις, ἑκάστοις τὰ οἰκεῖα καὶ τὰ ἁρμόττοντα ἀπονεμητέον.
既然父母、兄弟、同伴和恩人所应得的各不相同,就应当把适合且恰当的东西分给他们每个人。
οὕτω δὲ καὶ ποιεῖν φαίνονται· εἰς γάμους μὲν γὰρ καλοῦσι τοὺς συγγενεῖς· τούτοις γὰρ κοινὸν τὸ γένος καὶ αἱ περὶ τοῦτο δὴ πράξεις· καὶ εἰς τὰ κήδη δὲ μάλιστʼ οἴονται δεῖν τοὺς συγγενεῖς ἀπαντᾶν διὰ ταὐτό.
事实上,人们似乎也是这样做的:他们邀请亲属参加婚礼,因为家族对他们来说是共同的,关乎家族的行为也是共同的;出于同样的原因,他们认为亲属最应当在葬礼上聚会。
δόξειε δʼ ἂν τροφῆς μὲν γονεῦσι δεῖν μάλιστʼ ἐπαρκεῖν, ὡς ὀφείλοντας, καὶ τοῖς αἰτίοις τοῦ εἶναι κάλλιον ὂν ἢ ἑαυτοῖς εἰς ταῦτʼ ἐπαρκεῖν· καὶ τιμὴν δὲ γονεῦσι καθάπερ θεοῖς, οὐ πᾶσαν δέ· οὐδὲ γὰρ τὴν αὐτὴν πατρὶ καὶ μητρί, οὐδʼ αὖ τὴν τοῦ σοφοῦ ἢ τὴν τοῦ στρατηγοῦ, ἀλλὰ τὴν πατρικήν, ὁμοίως δὲ καὶ μητρικήν.
人们会认为,最应当向父母提供赡养,因为这是债务(恩情),而且向赋予自己生命的人提供赡养比供养自己更高贵;应当向父母致以敬意,就像对待神一样,但并非所有的敬意;因为致以父亲和致以母亲的敬意并不相同,也不同于致以智者或将军的敬意,而应当是父亲应得的敬意,同样也是母亲应得的敬意。
καὶ παντὶ δὲ τῷ πρεσβυτέρῳ τιμὴν καθʼ ἡλικίαν, ὑπαναστάσει καὶ κατακλίσει καὶ τοῖς τοιούτοις· πρὸς ἑταίρους δʼ αὖ καὶ ἀδελφοὺς παρρησίαν καὶ ἁπάντων κοινότητα.
对于所有的长者,应当根据年龄致以敬意,如起立、让座以及诸如此类的事;而对同伴和兄弟,则应当允许他们畅所欲言并共享一切。
καὶ συγγενέσι δὲ καὶ φυλέταις καὶ πολίταις καὶ τοῖς λοιποῖς ἅπασιν ἀεὶ πειρατέον τὸ οἰκεῖον ἀπονέμειν, καὶ συγκρίνειν τὰ ἑκάστοις ὑπάρχοντα κατʼ οἰκειότητα καὶ ἀρετὴν ἢ χρῆσιν.
对于亲属、同部落的人、公民以及其他所有人,应当始终努力分给他们所应得的东西,并根据亲疏关系、德性或实用性来比较每个人所拥有的。
τῶν μὲν οὖν ὁμογενῶν ῥᾴων ἡ σύγκρισις, τῶν δὲ διαφερόντων ἐργωδεστέρα.
对于同类人的比较较为容易,而对于不同类人的比较则更为困难。
οὐ μὴν διά γε τοῦτο ἀποστατέον, ἀλλʼ ὡς ἂν ἐνδέχηται, οὕτω διοριστέον.
然而,决不能因此而放弃,而是应当在可能的范围内进行界定。

词汇与语法注释

  1. 1164bἢ κάμνοντα μὲν ἰατρῷ πιστεύειν, στρατηγὸν δὲ χειροτονητέον τὸν πολεμικόν — 受无人称动词 δεῖ 支配的不定式短语(ἰατρῷ πιστεύειν)与一个独立的动形容词结构(στρατηγὸν... χειροτονητέον)相并列。后者并不从属于 δεῖ,而是作为一个独立的命题(省略了 ἐστί)来理解,意为“应当选举有军事才能的人为将军”。
  2. 1165aδόξειε γὰρ ἂν καὶ ἑαυτοῦ μᾶλλον τὸν πατέρα — 带有一句比较属格 ἑαυτοῦ 和宾格 τὸν πατέρα 的高度省略句。根据赎回的语境,此处省略了动形容词结构 [λυτρωτέον εἶναι](应当赎回),应补全理解为“因为赎回父亲似乎比赎回自己更为优先”。
  3. 1165aτῷ δὲ ἡ ἀνταπόδοσις γίνηται ὃν οἴεται μοχθηρὸν εἶναι — 关系代名词 ὃν 省略了其先行词(此处为与格指示代词 [τούτῳ]),并在关系从句中作为受 οἴεται 支配的“宾格加不定式”结构(οἴεται... εἶναι)的主语(宾格)。整句意为“给那个他认为是卑劣的人”。

引用这一段

亚里士多德, 尼各马可伦理学 §9.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:9.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。