§9.10ἆρʼ οὖν ὡς πλείστους φίλους ποιητέον, ἢ καθάπερ ἐπὶ τῆς ξενίας ἐμμελῶς εἰρῆσθαι δοκεῖ
"μήτε πολύξεινος μήτʼ ἄξεινος,"
καὶ ἐπὶ τῆς φιλίας ἁρμόσει μήτʼ ἄφιλον εἶναι μήτʼ αὖ πολύφιλον καθʼ ὑπερβολήν;
那么,我们是否应当结交尽可能多的朋友? 还是说,正如在对待客人的关系上,那句名言被认为说得很得体: “既不要客满门,也不要无一客,” 在友谊上,既没有朋友,或者相反有着过分超量多的朋友,也是不合适的?
τοῖς μὲν δὴ πρὸς χρῆσιν κἂν πάνυ δόξειεν ἁρμόζειν τὸ λεχθέν· πολλοῖς γὰρ ἀνθυπηρετεῖν ἐπίπονον, καὶ οὐχ ἱκανὸς ὁ βίος αὐτὸ πράττειν.
对于为了实用而结交的朋友,所说的话似乎确实非常适用;因为要对许多人给予回报是件痛苦的事,而生命并不足以做这件事。
οἱ πλείους δὴ τῶν πρὸς τὸν οἰκεῖον βίον ἱκανῶν περίεργοι καὶ ἐμπόδιοι πρὸς τὸ καλῶς ζῆν· οὐθὲν οὖν δεῖ αὐτῶν.
因此,超出个人生活需要的多余朋友,不仅是冗余的,而且是通往优良生活的障碍;所以完全不需要他们。
καὶ οἱ πρὸς ἡδονὴν δὲ ἀρκοῦσιν ὀλίγοι, καθάπερ ἐν τῇ τροφῇ τὸ ἥδυσμα.
而为了快乐的朋友,少数也就足够了,就像食物中的调味品一样。
τοὺς δὲ σπουδαίους πότερον πλείστους κατʼ ἀριθμόν, ἢ ἔστι τι μέτρον καὶ φιλικοῦ πλήθους, ὥσπερ πόλεως;
但对于优秀的(德性)朋友,是应当在数量上尽可能多,还是说友人的数量也有某种限度,就像城邦一样?
οὔτε γὰρ ἐκ δέκα ἀνθρώπων γένοιτʼ ἂν πόλις, οὔτʼ ἐκ δέκα μυριάδων ἔτι πόλις ἐστίν.
因为既不能由十个人组成一个城邦,如果达到十万人,它也就不再是一个城邦了。
τὸ δὲ ποσὸν οὐκ ἔστιν ἴσως ἕν τι, ἀλλὰ πᾶν τὸ μεταξὺ τινῶν ὡρισμένων.
而这个适当的数量也许不是某个单一的数字,而是处于某些确定界限之间的任何数量。
καὶ φίλων δή ἐστι πλῆθος ὡρισμένον, καὶ ἴσως οἱ πλεῖστοι μεθʼ ὧν ἂν δύναιτό τις συζῆν (τοῦτο γὰρ ἐδόκει φιλικώτατον εἶναι)·
同样,朋友的数量显然也有一个确定的限度,这也许就是一个人所能共同生活的最大人数(因为共同生活似乎是最具友爱特征的事)。
ὅτι δʼ οὐχ οἷόν τε πολλοῖς συζῆν καὶ διανέμειν ἑαυτόν, οὐκ ἄδηλον.
但无法与许多人共同生活并把自己分散给他们,这是显而易见的。
ἔτι δὲ κἀκείνους δεῖ ἀλλήλοις φίλους εἶναι, εἰ μέλλουσι πάντες μετʼ ἀλλήλων συνημερεύειν· τοῦτο δʼ ἐργῶδες ἐν πολλοῖς ὑπάρχειν.
而且,如果他们所有人想要聚在一起共度时光,那些朋友彼此之间也必须是朋友;但这在许多人之间是很难实现的。
χαλεπὸν δὲ γίνεται καὶ τὸ συγχαίρειν καὶ τὸ συναλγεῖν οἰκείως πολλοῖς· εἰκὸς γὰρ συμπίπτειν ἅμα τῷ μὲν συνήδεσθαι τῷ δὲ συνάχθεσθαι.
此外,要与许多人亲密地同甘共苦也是一件难事;因为很可能出现同时与某人同乐而与另一人同悲的情况。
ἴσως οὖν εὖ ἔχει μὴ ζητεῖν ὡς πολυφιλώτατον εἶναι, ἀλλὰ τοσούτους ὅσοι εἰς τὸ συζῆν ἱκανοί· οὐδὲ γὰρ ἐνδέχεσθαι δόξειεν ἂν πολλοῖς εἶναι φίλον σφόδρα.
因此,也许最好不要寻求拥有尽可能多的朋友,而是寻求仅限于能够共同生活的足够数量;因为看起来,对许多人都保持极深厚的友谊是不可能的。
διόπερ οὐδʼ ἐρᾶν πλειόνων· ὑπερβολὴ γάρ τις εἶναι βούλεται φιλίας, τοῦτο δὲ πρὸς ἕνα· καὶ τὸ σφόδρα δὴ πρὸς ὀλίγους.
因此,人也不能同时热烈地爱许多人;因为热烈的爱想要成为一种过度的友爱,而这只能针对一个人;因此极深厚的友谊也只能针对少数人。
οὕτω δʼ ἔχειν ἔοικε καὶ ἐπὶ τῶν πραγμάτων· οὐ γίνονται γὰρ φίλοι πολλοὶ κατὰ τὴν ἑταιρικὴν φιλίαν, αἱ δʼ ὑμνούμεναι ἐν δυσὶ λέγονται.
事实似乎也正是如此;因为在伙伴的友谊中,并不会产生许多朋友,而被传颂的友谊也都是在两个人之间。
οἱ δὲ πολύφιλοι καὶ πᾶσιν οἰκείως ἐντυγχάνοντες οὐδενὶ δοκοῦσιν εἶναι φίλοι, πλὴν πολιτικῶς, οὓς καὶ καλοῦσιν ἀρέσκους.
而那些拥有许多朋友、对所有人都表现得十分亲近的人,似乎除了在城邦政治的意义上,并不是任何人的朋友,人们也称他们为讨好者。
πολιτικῶς μὲν οὖν ἔστι πολλοῖς εἶναι φίλον καὶ μὴ ἄρεσκον ὄντα, ἀλλʼ ὡς ἀληθῶς ἐπιεικῆ· διʼ ἀρετὴν δὲ καὶ διʼ αὐτοὺς οὐκ ἔστι πρὸς πολλούς, ἀγαπητὸν δὲ καὶ ὀλίγους εὑρεῖν τοιούτους.
因此,在政治的意义上,即使不是讨好者,而是作为真正的高尚者,也是可以成为许多人的朋友的;但由于德性以及为了他们自身而建立的友谊,却不可能针对许多人,能找到少数这样的人就已经值得庆幸了。