§9.11πότερον δʼ ἐν εὐτυχίαις μᾶλλον φίλων δεῖ ἢ ἐν δυστυχίαις;
那么,在顺境中更需要朋友,还是在逆境中更需要?
ἐν ἀμφοῖν γὰρ ἐπιζητοῦνται·
因为在这两种情况下,朋友都是被需要的。
οἵ τε γὰρ ἀτυχοῦντες δέονται ἐπικουρίας, οἵ τʼ εὐτυχοῦντες συμβίων καὶ οὓς εὖ ποιήσουσιν· βούλονται γὰρ εὖ δρᾶν.
遭受不幸的人需要协助,而处于顺境的人则需要同伴以及能接受他们恩惠的人;因为他们渴望行善。
ἀναγκαιότερον μὲν δὴ ἐν ταῖς ἀτυχίαις, διὸ τῶν χρησίμων ἐνταῦθα δεῖ, κάλλιον δʼ ἐν ταῖς εὐτυχίαις, διὸ καὶ τοὺς ἐπιεικεῖς ζητοῦσιν· τούτους γὰρ αἱρετώτερον εὐεργετεῖν καὶ μετὰ τούτων διάγειν.
确实,在不幸中朋友更为必要,因此在此处需要有用的朋友;而在顺境中朋友更为高尚,因此人们也寻求优秀的人;因为对这样的人行善并与他们共处是更值得选择的。
ἔστι γὰρ καὶ ἡ παρουσία αὐτὴ τῶν φίλων ἡδεῖα καὶ ἐν ταῖς εὐτυχίαις καὶ ἐν ταῖς δυστυχίαις.
因为朋友在场本身就是一件令人愉快的事,无论是在顺境中还是在逆境中。
κουφίζονται γὰρ οἱ λυπούμενοι συναλγούντων τῶν φίλων.
因为悲伤的人因朋友的分担痛苦而减轻了负担。
διὸ κἂν ἀπορήσειέν τις πότερον ὥσπερ βάρους μεταλαμβάνουσιν, ἢ τοῦτο μὲν οὔ, ἡ παρουσία δʼ αὐτῶν ἡδεῖα οὖσα καὶ ἡ ἔννοια τοῦ συναλγεῖν ἐλάττω τὴν λύπην ποιεῖ.
因此,有人可能会产生疑问:究竟是朋友们像分担重担一样分担了痛苦,还是并非如此,而是由于他们的在场令人愉快,并且知道他们在分担痛苦的这种意识使悲伤减少了?
εἰ μὲν οὖν διὰ ταῦτα ἢ διʼ ἄλλο τι κουφίζονται, ἀφείσθω· συμβαίνειν δʼ οὖν φαίνεται τὸ λεχθέν.
至于究竟是因为这些原因还是因为其他什么原因使人减轻了负担,姑且搁置不提;但无论如何,所说的现象显然是会发生的。
ἔοικε δʼ ἡ παρουσία μικτή τις αὐτῶν εἶναι.
但他们的在场似乎是一种混合的体验。
αὐτὸ μὲν γὰρ τὸ ὁρᾶν τοὺς φίλους ἡδύ, ἄλλως τε καὶ ἀτυχοῦντι, καὶ γίνεταί τις ἐπικουρία πρὸς τὸ μὴ λυπεῖσθαι (παραμυθητικὸν γὰρ ὁ φίλος καὶ τῇ ὄψει καὶ τῷ λόγῳ, ἐὰν ᾖ ἐπιδέξιος· οἶδε γὰρ τὸ ἦθος καὶ ἐφʼ οἷς ἥδεται καὶ λυπεῖται)·
因为,仅仅是看到朋友本身就是令人愉快的,特别是对处于不幸之中的人而言,这产生了一种不致陷入悲伤的协助(因为如果朋友是通达的,无论是他的容貌还是言语都是一种安慰;因为他了解对方的性格,知道对方因什么而快乐或悲伤)。
τὸ δὲ λυπούμενον αἰσθάνεσθαι ἐπὶ ταῖς αὑτοῦ ἀτυχίαις λυπηρόν· πᾶς γὰρ φεύγει λύπης αἴτιος εἶναι τοῖς φίλοις.
然而,察觉到朋友因自己遭受不幸而感到悲痛,这本身也是令人痛苦的;因为每个人都极力避免成为朋友痛苦的原因。
διόπερ οἱ μὲν ἀνδρώδεις τὴν φύσιν εὐλαβοῦνται συλλυπεῖν τοὺς φίλους αὑτοῖς, κἂν μὴ ὑπερτείνῃ τῇ ἀλυπίᾳ, τὴν ἐκείνοις γινομένην λύπην οὐχ ὑπομένει, ὅλως τε συνθρήνους οὐ προσίεται διὰ τὸ μηδʼ αὐτὸς εἶναι θρηνητικός·
因此,本性刚毅的人会小心避免让朋友与自己一同悲伤,除非他天生极度不敏感,否则他无法忍受给朋友带来的痛苦,而且由于他自己不是一个爱哀叹的人,所以他一般不接受别人与他共同哀叹。
γύναια δὲ καὶ οἱ τοιοῦτοι ἄνδρες τοῖς συστένουσι χαίρουσι, καὶ φιλοῦσιν ὡς φίλους καὶ συναλγοῦντας.
与此相反,懦弱的女人和那类男人则喜欢与他们一同叹息的人,并爱他们,视他们为朋友和同甘共苦者。
μιμεῖσθαι δʼ ἐν ἅπασι δεῖ δῆλον ὅτι τὸν βελτίω.
显然,在一切事上,都应当效法那更好的人。
ἡ δʼ ἐν ταῖς εὐτυχίαις τῶν φίλων παρουσία τήν τε διαγωγὴν ἡδεῖαν ἔχει καὶ τὴν ἔννοιαν ὅτι ἥδονται ἐπὶ τοῖς αὑτοῦ ἀγαθοῖς.
另一方面,在顺境中朋友的在场,不仅使共同度过时光变得愉快,而且带来了一种“他们正在为自己的好事而感到高兴”的意识。
διὸ δόξειεν ἂν δεῖν εἰς μὲν τὰς εὐτυχίας καλεῖν τοὺς φίλους προθύμως (εὐεργετικὸν γὰρ εἶναι καλόν), εἰς δὲ τὰς ἀτυχίας ὀκνοῦντα· μεταδιδόναι γὰρ ὡς ἥκιστα δεῖ τῶν κακῶν, ὅθεν τὸ
"ἅλις ἐγὼ δυστυχῶν.
因此,看来在顺境中应当热切地邀请朋友(因为乐于施舍是高尚的),而在不幸中则应当犹豫;因为应当尽可能少地把坏事分享给别人,正如俗话所说: “我一人遭殃已足够。
"
μάλιστα δὲ παρακλητέον ὅταν μέλλωσιν ὀλίγα ὀχληθέντες μεγάλʼ αὐτὸν ὠφελήσειν.
” 特别是在他们只需承担极少麻烦,就能给自己带来巨大帮助的时候,最应该邀请他们。
ἰέναι δʼ ἀνάπαλιν ἴσως ἁρμόζει πρὸς μὲν τοὺς ἀτυχοῦντας ἄκλητον καὶ προθύμως (φίλου γὰρ εὖ ποιεῖν, καὶ μάλιστα τοὺς ἐν χρείᾳ καὶ μὴ ἀξιώσαντας· ἀμφοῖν γὰρ κάλλιον καὶ ἥδιον), εἰς δὲ τὰς εὐτυχίας συνεργοῦντα μὲν προθύμως (καὶ γὰρ εἰς ταῦτα χρεία φίλων), πρὸς εὐπάθειαν δὲ σχολαίως· οὐ γὰρ καλὸν τὸ προθυμεῖσθαι ὠφελεῖσθαι.
相反,主动前去也许更合适:对于处于不幸中的人,应当不待邀请而热切前去(因为行善是朋友的本分,尤其是对那些处于急需之中却没有提出要求的人;因为这对双方都更为高尚、也更令人愉快);而对于处于顺境之中的人,如果是为了提供协助,则应当热切前去(因为在这些事情上同样需要朋友的协助),但如果是为了享受安乐,则应当姗姗来迟;因为热衷于接受恩惠并不是高尚的事。
δόξαν δʼ ἀηδίας ἐν τῷ διωθεῖσθαι ἴσως εὐλαβητέον· ἐνίοτε γὰρ συμβαίνει.
不过,在拒绝对方的好意时,也许应当小心避免给人留下不近人情的印象;因为有时确实会发生这种情况。
ἡ παρουσία δὴ τῶν φίλων ἐν ἅπασιν αἱρετὴ φαίνεται.
的确,朋友的在场在一切情况下似乎都是值得选择的。
§9.12ἆρʼ οὖν, ὥσπερ τοῖς ἐρῶσι τὸ ὁρᾶν ἀγαπητότατόν ἐστι καὶ μᾶλλον αἱροῦνται ταύτην τὴν αἴσθησιν ἢ τὰς λοιπὰς ὡς κατὰ ταύτην μάλιστα τοῦ ἔρωτος ὄντος καὶ γινομένου, οὕτω καὶ τοῖς φίλοις αἱρετώτατόν ἐστι τὸ συζῆν;
那么,正如对于恋爱中的人来说,看见对方是最令人珍视的,且他们宁愿选择这种感觉而非其他感觉,因为恋爱主要在这一感觉中存在并产生一样,对于朋友们来说,最值得选择的事也就是共同生活吗?
κοινωνία γὰρ ἡ φιλία, καὶ ὡς πρὸς ἑαυτὸν ἔχει, οὕτω καὶ πρὸς τὸν φίλον· περὶ αὑτὸν δʼ ἡ αἴσθησις ὅτι ἔστιν αἱρετή, καὶ περὶ τὸν φίλον δή· ἡ δʼ ἐνέργεια γίνεται αὐτῆς ἐν τῷ συζῆν, ὥστʼ εἰκότως τούτου ἐφίενται.
因为友谊是一种共同活动,并且人如何对待自己,也就如何对待朋友;而关于自己,意识到自己存在是值得选择的,因此关于朋友显然也是如此;而这种意识的现实活动,正是在共同生活中实现的,所以他们理所当然地渴望这一点。
καὶ ὅ ποτʼ ἐστὶν ἑκάστοις τὸ εἶναι ἢ οὗ χάριν αἱροῦνται τὸ ζῆν, ἐν τούτῳ μετὰ τῶν φίλων βούλονται διάγειν· διόπερ οἳ μὲν συμπίνουσιν, οἳ δὲ συγκυβεύουσιν, ἄλλοι δὲ συγγυμνάζονται καὶ συγκυνηγοῦσιν ἢ συμφιλοσοφοῦσιν, ἕκαστοι ἐν τούτῳ συνημερεύοντες ὅ τι περ μάλιστʼ ἀγαπῶσι τῶν ἐν τῷ βίῳ· συζῆν γὰρ βουλόμενοι μετὰ τῶν φίλων, ταῦτα ποιοῦσι καὶ τούτων κοινωνοῦσιν οἷς οἴονται συζῆν.
而且,对每个人而言,存在究竟是什么,或者他们究竟为了什么而选择活着,他们就渴望在这些活动中与朋友共同度过时光;因此,有的人共同饮酒,有的人共同掷骰子,另一些人共同锻炼、共同狩猎或共同研究哲学,每个人都在他们生活中最热爱的事物中共同度过时光;因为他们渴望与朋友共同生活,所以他们做这些事,并分享那些他们认为构成了共同生活的活动。
γίνεται οὖν ἡ μὲν τῶν φαύλων φιλία μοχθηρά (κοινωνοῦσι γὰρ φαύλων ἀβέβαιοι ὄντες, καὶ μοχθηροὶ δὲ γίνονται ὁμοιούμενοι ἀλλήλοις), ἡ δὲ τῶν ἐπιεικῶν ἐπιεικής, συναυξανομένη ταῖς ὁμιλίαις· δοκοῦσι δὲ καὶ βελτίους γίνεσθαι ἐνεργοῦντες καὶ διορθοῦντες ἀλλήλους· ἀπομάττονται γὰρ παρʼ ἀλλήλων οἷς ἀρέσκονται, ὅθεν
"ἐσθλῶν μὲν γὰρ ἄπʼ ἐσθλά.
因而,卑劣之人的友谊变成了邪恶的(因为他们本身不稳定,却分享了卑劣的事,并且通过彼此模仿而变得邪恶),而优秀之人的友谊则是高尚的,随着交往而共同成长;而且,由于他们的现实活动并相互纠正,他们似乎变得更好;因为他们相互吸收彼此赞赏的特质,正如俗话所说: “从高尚的人那里学到高尚的事。
"
περὶ μὲν οὖν φιλίας ἐπὶ τοσοῦτον εἰρήσθω· ἑπόμενον δʼ ἂν εἴη διελθεῖν περὶ ἡδονῆς.
” 关于友谊,就谈到这里吧;接下来应该讨论的是快乐。