Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §9.9#2

作为另一个自我的朋友与共同感知生命

第 108 段,共 123 段 · 希腊语

内容简介

作者从更深层的“自然本性”角度出发,论证了由于生命和觉知活动本质上是好且快乐的,且朋友是“另一个自我”,因此幸福的人必须通过共同生活和思想交流,共同感知到朋友的存在。

§9.9#2γίνοιτο δʼ ἂν καὶ ἄσκησίς τις τῆς ἀρετῆς ἐκ τοῦ συζῆν τοῖς ἀγαθοῖς, καθάπερ καὶ Θέογνίς φησιν.
此外,正如塞奥格尼斯所说,与善人共处也会产生某种德性的锻炼。
φυσικώτερον δʼ ἐπισκοποῦσιν ἔοικεν ὁ σπουδαῖος φίλος τῷ σπουδαίῳ τῇ φύσει αἱρετὸς εἶναι.
但对于从自然本性上进行更深入考察的人来说,优秀的友人对于优秀的人而言,在自然本性上似乎是值得选择的。
τὸ γὰρ τῇ φύσει ἀγαθὸν εἴρηται ὅτι τῷ σπουδαίῳ ἀγαθὸν καὶ ἡδύ ἐστι καθʼ αὑτό.
因为已经说过,在自然本性上好的事物,对于优秀的人而言,其自身就是好的且快乐的。
τὸ δὲ ζῆν ὁρίζονται τοῖς ζῴοις δυνάμει αἰσθήσεως, ἀνθρώποις δʼ αἰσθήσεως ἢ νοήσεως· ἡ δὲ δύναμις εἰς τὴν ἐνέργειαν ἀνάγεται, τὸ δὲ κύριον ἐν τῇ ἐνεργείᾳ· ἔοικε δὴ τὸ ζῆν εἶναι κυρίως τὸ αἰσθάνεσθαι ἢ νοεῖν.
而人们将动物的生命定义为感觉的能力,将人类的生命定义为感觉或思考的能力;能力指向活动,而最核心的部分在于活动之中;因此,生命在最主要的意义上似乎就是感觉或思考。
τὸ δὲ ζῆν τῶν καθʼ αὑτὸ ἀγαθῶν καὶ ἡδέων· ὡρισμένον γάρ, τὸ δʼ ὡρισμένον τῆς τἀγαθοῦ φύσεως· τὸ δὲ τῇ φύσει ἀγαθὸν καὶ τῷ ἐπιεικεῖ· διόπερ ἔοικε πᾶσιν ἡδὺ εἶναι·
而生命属于其自身就是好的且快乐的事物;因为它是确定限度的,而有确定限度的属于善的本性;自然本性上好的事物对于高尚的人也是好的;因此,它似乎对所有人都是快乐的。
οὐ δεῖ δὲ λαμβάνειν μοχθηρὰν ζωὴν καὶ διεφθαρμένην, οὐδʼ ἐν λύπαις· ἀόριστος γὰρ ἡ τοιαύτη, καθάπερ τὰ ὑπάρχοντα αὐτῇ.
但不应当以恶劣且败坏的生命、或处于痛苦之中的生命为例;因为这样的生命是无定限的,就像其附随的事物一样。
ἐν τοῖς ἐχομένοις δὲ περὶ τῆς λύπης ἔσται φανερώτερον.
在接下来的关于痛苦的讨论中,这一点会更加明白。
εἰ δʼ αὐτὸ τὸ ζῆν ἀγαθὸν καὶ ἡδύ (ἔοικε δὲ καὶ ἐκ τοῦ πάντας ὀρέγεσθαι αὐτοῦ, καὶ μάλιστα τοὺς ἐπιεικεῖς καὶ μακαρίους· τούτοις γὰρ ὁ βίος αἱρετώτατος, καὶ ἡ τούτων μακαριωτάτη ζωή), ὁ δʼ ὁρῶν ὅτι ὁρᾷ αἰσθάνεται καὶ ὁ ἀκούων ὅτι ἀκούει καὶ ὁ βαδίζων ὅτι βαδίζει, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἔστι τι τὸ αἰσθανόμενον ὅτι ἐνεργοῦμεν, ὥστε ἂν αἰσθανώμεθʼ, ὅτι αἰσθανόμεθα, κἂν νοῶμεν, ὅτι νοοῦμεν, τὸ δʼ ὅτι αἰσθανόμεθα ἢ νοοῦμεν, ὅτι ἐσμέν (τὸ γὰρ εἶναι ἦν αἰσθάνεσθαι ἢ νοεῖν), τὸ δʼ αἰσθάνεσθαι ὅτι ζῇ, τῶν ἡδέων καθʼ αὑτό (φύσει γὰρ ἀγαθὸν ζωή, τὸ δʼ ἀγαθὸν ὑπάρχον ἐν ἑαυτῷ αἰσθάνεσθαι ἡδύ), αἱρετὸν δὲ τὸ ζῆν καὶ μάλιστα τοῖς ἀγαθοῖς, ὅτι τὸ εἶναι ἀγαθόν ἐστιν αὐτοῖς καὶ ἡδύ (συναισθανόμενοι γὰρ τοῦ καθʼ αὑτὸ ἀγαθοῦ ἥδονται), ὡς δὲ πρὸς ἑαυτὸν ἔχει ὁ σπουδαῖος, καὶ πρὸς τὸν φίλον (ἕτερος γὰρ αὐτὸς ὁ φίλος ἐστίν)· καθάπερ οὖν τὸ αὐτὸν εἶναι αἱρετόν ἐστιν ἑκάστῳ, οὕτω καὶ τὸ τὸν φίλον, ἢ παραπλησίως.
如果生命本身就是好的和快乐的(这似乎也显明于所有人——尤其是高尚和幸福的人——都向往它;因为对他们来说,生命最值得选择,而他们的生命也最幸福),那么,看见的人感觉到自己在看见,听见的人感觉到自己在听见,行走的人感觉到自己在行走,而在其他活动中也同样存在着某种感觉到我们在活动的东西,因而,如果我们感觉,我们就会感觉到我们在感觉,如果我们思考,我们就会感觉到我们在思考,而感觉到我们在感觉或思考,也就是感觉到我们的存在(因为存在被定义为感觉或思考);而感觉到自己活着,属于其自身就是快乐的事物(因为生命在自然本性上是好的,而感觉到好事物存在于自身之中是快乐的);且生命是值得选择的,尤其是对于善人而言,因为存在对他们来说是好的且快乐的(因为通过共同感觉到本身好的事物,他们感到快乐);而优秀的人对待自己如何,对待朋友也如何(因为朋友是另一个自我);因此,正如自己存在对每个人来说是值得选择的,朋友存在也是如此,或者非常相似。
τὸ δʼ εἶναι ἦν αἱρετὸν διὰ τὸ αἰσθάνεσθαι αὑτοῦ ἀγαθοῦ ὄντος, ἡ δὲ τοιαύτη αἴσθησις ἡδεῖα καθʼ ἑαυτήν.
而存在之所以值得选择,是因为感觉到自己是好的,而这种感觉其自身就是快乐的。
συναισθάνεσθαι ἄρα δεῖ καὶ τοῦ φίλου ὅτι ἔστιν, τοῦτο δὲ γίνοιτʼ ἂν ἐν τῷ συζῆν καὶ κοινωνεῖν λόγων καὶ διανοίας· οὕτω γὰρ ἂν δόξειε τὸ συζῆν ἐπὶ τῶν ἀνθρώπων λέγεσθαι, καὶ οὐχ ὥσπερ ἐπὶ τῶν βοσκημάτων τὸ ἐν τῷ αὐτῷ νέμεσθαι.
因而,也必须共同感觉到朋友的存在,而这应当在共同生活以及分享言语和思想中产生;因为这似乎就是人类所说的“共同生活”,而不像牲畜那样仅仅是“在同一个地方吃草”。
εἰ δὴ τῷ μακαρίῳ τὸ εἶναι αἱρετόν ἐστι καθʼ αὑτό, ἀγαθὸν τῇ φύσει ὂν καὶ ἡδύ, παραπλήσιον δὲ καὶ τὸ τοῦ φίλου ἐστίν, κἂν ὁ φίλος τῶν αἱρετῶν εἴη.
如果对于幸福的人来说,存在本身就是值得选择的,且在自然本性上是好的和快乐的,而朋友的存在也非常相似,那么朋友也应当是值得选择的事物之一。
ὃ δʼ ἐστὶν αὐτῷ αἱρετόν, τοῦτο δεῖ ὑπάρχειν αὐτῷ, ἢ ταύτῃ ἐνδεὴς ἔσται.
而凡是对他而言值得选择的,他就必须拥有,否则他在这一方面就会有欠缺。
δεήσει ἄρα τῷ εὐδαιμονήσοντι φίλων σπουδαίων.
因此,要想获得幸福,就需要优秀的友人。

词汇与语法注释

  1. 1170a13φυσικώτερον δʼ ἐπισκοποῦσιν — 现在分词与格 `ἐπισκοποῦσιν` 作“判断者与格(dativus iudicantis)”,意为“在……看来”。因此翻译为“对于那些从自然本性上进行更深入考察的人来说”最为恰当。虽然也可以译为条件状语“如果从自然本性的角度更深入地考察”,但其核心指向的是持有这一考察视角的特定主体(自然哲学家们)。
  2. 1170a25εἰ δʼ αὐτὸ τὸ ζῆν ἀγαθὸν καὶ ἡδύ — 这个由条件从句 `εἰ...`(如果生命本身……)引导的超长句子,由于中间插入了关于知觉自我反思性(`ὁ δʼ ὁρῶν...`)的复杂论证以及若干插入语,造成了句法上的破格(anacoluthon)。与该条件从句直接对应的语法主句在后文中发生中断,逻辑上的结论是在经历长距离的论证展开后,最终在1170b5的 `ὡς δὲ πρὸς ἑαυτὸν...`(正如……)或1170b10的 `συναισθάνεσθαι ἄρα...`(因此应当共同感知……)中得以收束和完成。
  3. 1170b10τοῦ φίλου ὅτι ἔστιν — 这是一个典型的先导法(prolepsis)例子。本应作为从句 `ὅτι ἔστιν`(他存在)主语的 `ὁ φίλος`,被提到了主句中,作为支配属格的动词 `συναισθάνεσθαι`(共同感知)的属格宾语 `τοῦ φίλου`。在语义上,它等于“必须共同感知到朋友的存在”。

引用这一段

亚里士多德, 尼各马可伦理学 §9.9#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:9.9%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。