Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §8.8

友谊的本质在于去爱而非被爱

第 92 段,共 123 段 · 希腊语

内容简介

本章通过母亲无私的爱论证了友谊的本质在于“去爱”而非“被爱”。进而指出,基于德性的相似性使友谊持久,而相反事物之间的友谊则是基于有用性,其本质上是在追求中庸。

§8.8οἱ πολλοὶ δὲ δοκοῦσι διὰ φιλοτιμίαν βούλεσθαι φιλεῖσθαι μᾶλλον ἢ φιλεῖν· διὸ φιλοκόλακες οἱ πολλοί·
大多数人似乎由于好名心,更希望被爱而不是去爱;因此大多数人喜欢阿谀奉承者。
ὑπερεχόμενος γὰρ φίλος ὁ κόλαξ, ἢ προσποιεῖται τοιοῦτος καὶ μᾶλλον φιλεῖν ἢ φιλεῖσθαι· τὸ δὲ φιλεῖσθαι ἐγγὺς εἶναι δοκεῖ τοῦ τιμᾶσθαι, οὗ δὴ οἱ πολλοὶ ἐφίενται.
因为阿谀奉承者是一个处于劣势地位的朋友,或者至少假装如此,且假装去爱多于被爱;而被爱似乎接近于被尊重,这正是大多数人所追求的。
οὐ διʼ αὑτὸ δʼ ἐοίκασιν αἱρεῖσθαι τὴν τιμήν, ἀλλὰ κατὰ συμβεβηκός·
然而,他们似乎并不是为了尊重本身而选择它,而是出于偶性的原因。
χαίρουσι γὰρ οἱ μὲν πολλοὶ ὑπὸ τῶν ἐν ταῖς ἐξουσίαις τιμώμενοι διὰ τὴν ἐλπίδα (οἴονται γὰρ τεύξεσθαι παρʼ αὐτῶν, ἄν του δέωνται· ὡς δὴ σημείῳ τῆς εὐπαθείας χαίρουσι τῇ τιμῇ)· οἱ δʼ ὑπὸ τῶν ἐπιεικῶν καὶ εἰδότων ὀρεγόμενοι τιμῆς βεβαιῶσαι τὴν οἰκείαν δόξαν ἐφίενται περὶ αὑτῶν· χαίρουσι δή, ὅτι εἰσὶν ἀγαθοὶ πιστεύοντες τῇ τῶν λεγόντων κρίσει.
因为大多数人喜欢受到有权势者的尊重,这是因为希望(因为他们认为如果需要什么,就会从他们那里获得;因此,他们把尊重作为获得恩惠的标志而感到高兴);而那些渴望从优秀且了解他们的人那里获得尊重的人,则是为了确证自己对自己的评价;因此,他们感到高兴,是因为他们相信那些说话者的判断,认为自己是善的。
τῷ φιλεῖσθαι δὲ καθʼ αὑτὸ χαίρουσιν· διὸ δόξειεν ἂν κρεῖττον εἶναι τοῦ τιμᾶσθαι, καὶ ἡ φιλία καθʼ αὑτὴν αἱρετὴ εἶναι.
但他们对于被爱则是为了其自身而感到高兴;因此,被爱似乎比被尊重更好,而友谊本身也是值得选择的。
δοκεῖ δʼ ἐν τῷ φιλεῖν μᾶλλον ἢ ἐν τῷ φιλεῖσθαι εἶναι.
然而,友谊似乎更多地在于去爱,而不是在于被爱。
σημεῖον δʼ αἱ μητέρες τῷ φιλεῖν χαίρουσαι· ἔνιαι γὰρ διδόασι τὰ ἑαυτῶν τρέφεσθαι, καὶ φιλοῦσι μὲν εἰδυῖαι, ἀντιφιλεῖσθαι δʼ οὐ ζητοῦσιν, ἐὰν ἀμφότερα μὴ ἐνδέχηται, ἀλλʼ ἱκανὸν αὐταῖς ἔοικεν εἶναι ἐὰν ὁρῶσιν εὖ πράττοντας, καὶ αὐταὶ φιλοῦσιν αὐτοὺς κἂν ἐκεῖνοι μηδὲν ὧν μητρὶ προσήκει ἀπονέμωσι διὰ τὴν ἄγνοιαν.
母亲们喜欢去爱就是这一点的证明;因为有些母亲把自己的孩子送给别人抚养,她们在知道那是自己的孩子的情况下爱着他们,如果两者不可兼得,她们并不寻求回报的爱,而是只要看到孩子们过得好就似乎满足了,即使孩子们由于无知而没有向母亲奉献任何应有的回报,她们自己依然爱着他们。
μᾶλλον δὲ τῆς φιλίας οὔσης ἐν τῷ φιλεῖν, καὶ τῶν φιλοφίλων ἐπαινουμένων, φίλων ἀρετὴ τὸ φιλεῖν ἔοικεν, ὥστʼ ἐν οἷς τοῦτο γίνεται κατʼ ἀξίαν, οὗτοι μόνιμοι φίλοι καὶ ἡ τούτων φιλία.
既然友谊更多地在于去爱,并且那些爱朋友的人受到赞扬,那么去爱似乎就是朋友的德性,因此,在那些按照配得的价值产生这种爱的人们之中,才会成为持久的朋友,他们的友谊也才是持久的。
οὕτω δʼ ἂν καὶ οἱ ἄνισοι μάλιστʼ εἶεν φίλοι· ἰσάζοιντο γὰρ ἄν.
通过这种方式,即使是不平等的人也能最大程度地成为朋友;因为他们会被拉平。
ἡ δʼ ἰσότης καὶ ὁμοιότης φιλότης, καὶ μάλιστα μὲν ἡ τῶν κατʼ ἀρετὴν ὁμοιότης· μόνιμοι γὰρ ὄντες καθʼ αὑτοὺς καὶ πρὸς ἀλλήλους μένουσι, καὶ οὔτε δέονται φαύλων οὔθʼ ὑπηρετοῦσι τοιαῦτα, ἀλλʼ ὡς εἰπεῖν καὶ διακωλύουσιν· τῶν ἀγαθῶν γὰρ μήτʼ αὐτοὺς ἁμαρτάνειν μήτε τοῖς φίλοις ἐπιτρέπειν.
而平等和相似就是友谊,特别是基于德性的相似;因为他们自身是稳定的,彼此之间也保持稳定,他们既不需求邪恶的事物,也不为之服务,甚至可以说还予以阻止;因为不让自己犯错、也不允许朋友犯错,正是善人的特征。
οἱ δὲ μοχθηροὶ τὸ μὲν βέβαιον οὐκ ἔχουσιν· οὐδὲ γὰρ αὑτοῖς διαμένουσιν ὅμοιοι ὄντες· ἐπʼ ὀλίγον δὲ χρόνον γίνονται φίλοι, χαίροντες τῇ ἀλλήλων μοχθηρίᾳ.
而恶人则没有稳定性;因为他们甚至不能与自己保持一致;他们成为朋友只有很短的时间,仅仅因彼此的邪恶而感到快乐。
οἱ χρήσιμοι δὲ καὶ ἡδεῖς ἐπὶ πλεῖον διαμένουσιν· ἕως γὰρ ἂν πορίζωσιν ἡδονὰς ἢ ὠφελείας ἀλλήλοις.
而有用和快乐的朋友则能维持更长久;因为只要他们彼此提供快乐或用处。
ἐξ ἐναντίων δὲ μάλιστα μὲν δοκεῖ ἡ διὰ τὸ χρήσιμον γίνεσθαι φιλία, οἷον πένης πλουσίῳ, ἀμαθὴς εἰδότι· οὗ γὰρ τυγχάνει τις ἐνδεὴς ὤν, τούτου ἐφιέμενος ἀντιδωρεῖται ἄλλο.
基于有用性的友谊似乎最容易在相反者之间产生,例如穷人对富人,无知者对知者;因为一个人缺什么,他就会渴望什么,并作为回报奉献其他东西。
ἐνταῦθα δʼ ἄν τις ἕλκοι καὶ ἐραστὴν καὶ ἐρώμενον, καὶ καλὸν καὶ αἰσχρόν.
在这里,人们甚至也可以把爱者和被爱者、美者和丑者拉扯进来。
διὸ φαίνονται καὶ οἱ ἐρασταὶ γελοῖοι ἐνίοτε, ἀξιοῦντες φιλεῖσθαι ὡς φιλοῦσιν· ὁμοίως δὴ φιλητοὺς ὄντας ἴσως ἀξιωτέον, μηδὲν δὲ τοιοῦτον ἔχοντας γελοῖον.
因此,爱者有时也显得可笑,他们要求像自己去爱那样被爱;如果他们同样可爱,也许还可以如此要求,但如果他们毫无这种品质,那就是可笑的。
ἴσως δὲ οὐδʼ ἐφίεται τὸ ἐναντίον τοῦ ἐναντίου καθʼ αὑτό, ἀλλὰ κατὰ συμβεβηκός, ἡ δʼ ὄρεξις τοῦ μέσου ἐστίν· τοῦτο γὰρ ἀγαθόν, οἷον τῷ ξηρῷ οὐχ ὑγρῷ γενέσθαι ἀλλʼ ἐπὶ τὸ μέσον ἐλθεῖν, καὶ τῷ θερμῷ καὶ τοῖς ἄλλοις ὁμοίως.
但也许相反者并不是为了相反者自身而渴望它,而只是出于偶性,而渴望的其实是中庸;因为中庸才是善,例如对干燥者而言,不是要变得湿润,而是要达到中庸,对受热者及其他事物也是一样。
ταῦτα μὲν οὖν ἀφείσθω· καὶ γάρ ἐστιν ἀλλοτριώτερα.
不过,这些问题且先搁置;因为它们确实有些离题了。

词汇与语法注释

  1. 1159aὑπερεχόμενος — 现在被动分词,意为‘被超越’或‘处于劣势’。此处指阿谀奉承者(ὁ κόλαξ)是一个处于劣势地位的朋友,或者假装如此,用以表明顺从于地位更高者的关系。
  2. 1159aβεβαιῶσαι — 不定式,既可以看作依附于主动词 `ἐφίενται`(“他们渴望确证”),但更自然的是理解为表达 `ὀρεγόμενοι τιμῆς`(“寻求荣誉以求确证”)的目的。它解释了向优秀的人寻求荣誉的动机在于确证自己对自身的评价。
  3. 1159bτῶν ἀγαθῶν — 特征属格(表语性属格),意为“……的特征”或“属于……”。此处省略了系动词 `ἐστίν`,意为“因为既不让自己犯错、也不允许朋友犯错,正是善人(ἀγαθῶν)的特征”。

引用这一段

亚里士多德, 尼各马可伦理学 §8.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:8.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。