Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §8.9

共同体中的正义与友谊以及政治共同体

第 93 段,共 123 段 · 希腊语

内容简介

本节探讨了友谊与公正如何关涉相同的对象并存在于相同的人群之中,其强度因共同体的紧密程度而异。此外,文章解释了所有具体的共同体都是政治共同体的一部分,而政治共同体的目的在于追求贯穿终生的共同利益。

§8.9ἔοικε δέ, καθάπερ ἐν ἀρχῇ εἴρηται, περὶ ταὐτὰ καὶ ἐν τοῖς αὐτοῖς εἶναι ἥ τε φιλία καὶ τὸ δίκαιον.
正如最初所说,友谊和公正似乎关涉相同的事物,且存在于相同的人群之中。
ἐν ἁπάσῃ γὰρ κοινωνίᾳ δοκεῖ τι δίκαιον εἶναι, καὶ φιλία δέ· προσαγορεύουσι γοῦν ὡς φίλους τοὺς σύμπλους καὶ τοὺς συστρατιώτας, ὁμοίως δὲ καὶ τοὺς ἐν ταῖς ἄλλαις κοινωνίαις.
因为在每一种共同体中,似乎都有某种公正,也同样有友谊;至少人们会将同舟共济者和战友称为朋友,在其他共同体中也是如此。
καθʼ ὅσον δὲ κοινωνοῦσιν, ἐπὶ τοσοῦτόν ἐστι φιλία· καὶ γὰρ τὸ δίκαιον.
在他们共同交往的范围内,就有相应程度的友谊;因为公正也是如此。
καὶ ἡ παροιμία "κοινὰ τὰ φίλων," ὀρθῶς· ἐν κοινωνίᾳ γὰρ ἡ φιλία.
俗谚“朋友之物,尽皆共有”是正确的;因为友谊就存在于共同体之中。
ἔστι δʼ ἀδελφοῖς μὲν καὶ ἑταίροις πάντα κοινά, τοῖς δʼ ἄλλοις ἀφωρισμένα, καὶ τοῖς μὲν πλείω τοῖς δʼ ἐλάττω· καὶ γὰρ τῶν φιλιῶν αἳ μὲν μᾶλλον αἳ δʼ ἧττον.
虽然兄弟和同伴拥有共有的一切,但对于其他人来说,事物是相互区隔的,对一些人多一些,对另一些人少一些;因为在不同的友谊中,也有一些程度较深,另一些程度较浅。
διαφέρει δὲ καὶ τὰ δίκαια· οὐ γὰρ ταὐτὰ γονεῦσι πρὸς τέκνα καὶ ἀδελφοῖς πρὸς ἀλλήλους, οὐδʼ ἑταίροις καὶ πολίταις, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων φιλιῶν.
此外,公正的要求也有所不同;因为父母对子女的公正,与兄弟之间的公正并不相同,同伴与公民之间的公正也是如此,在其他友谊中同样也是这样。
ἕτερα δὴ καὶ τὰ ἄδικα πρὸς ἑκάστους τούτων, καὶ αὔξησιν λαμβάνει τῷ μᾶλλον πρὸς φίλους εἶναι, οἷον χρήματα ἀποστερῆσαι ἑταῖρον δεινότερον ἢ πολίτην, καὶ μὴ βοηθῆσαι ἀδελφῷ ἢ ὀθνείῳ, καὶ πατάξαι πατέρα ἢ ὁντινοῦν ἄλλον.
因此,对这些不同的人所作的不公正行为也有所不同,而且随着对方更属于朋友,不公正的性质便会随之增加;例如,骗取同伴的财物比骗取公民的更为严重,不帮助兄弟比不帮助外人更为严重,殴打父亲比殴打其他任何人更为严重。
αὔξεσθαι δὲ πέφυκεν ἅμα τῇ φιλίᾳ καὶ τὸ δίκαιον, ὡς ἐν τοῖς αὐτοῖς ὄντα καὶ ἐπʼ ἴσον διήκοντα.
而公正自然与友谊一同增长,因为它们存在于相同的人之中,并且延伸至同等的范围。
αἱ δὲ κοινωνίαι πᾶσαι μορίοις ἐοίκασι τῆς πολιτικῆς· συμπορεύονται γὰρ ἐπί τινι συμφέροντι, καὶ ποριζόμενοί τι τῶν εἰς τὸν βίον·
所有的共同体似乎都是政治共同体的一部分;因为人们为了某种利益,即为了获取生活所需之物而同行。
καὶ ἡ πολιτικὴ δὲ κοινωνία τοῦ συμφέροντος χάριν δοκεῖ καὶ ἐξ ἀρχῆς συνελθεῖν καὶ διαμένειν· τούτου γὰρ καὶ οἱ νομοθέται στοχάζονται, καὶ δίκαιόν φασιν εἶναι τὸ κοινῇ συμφέρον.
政治共同体似乎也是为了利益而在最初结合并维持下去的;因为立法者们也以此为目标,并且声称共同的利益就是公正。
αἱ μὲν οὖν ἄλλαι κοινωνίαι κατὰ μέρη τοῦ συμφέροντος ἐφίενται, οἷον πλωτῆρες μὲν τοῦ κατὰ τὸν πλοῦν πρὸς ἐργασίαν χρημάτων ἤ τι τοιοῦτον, συστρατιῶται δὲ τοῦ κατὰ τὸν πόλεμον, εἴτε χρημάτων εἴτε νίκης ἢ πόλεως ὀρεγόμενοι, ὁμοίως δὲ καὶ φυλέται καὶ δημόται. πᾶσαι δʼ αὗται ὑπὸ τὴν πολιτικὴν ἐοίκασιν εἶναι·
因此,其他的共同体所追求的只是利益的一部分;例如,航海者追求航行中为了赚钱或类似目的的利益,战友追求战争中的利益,无论他们渴望的是财物、胜利还是城市,部落成员和区民也是如此。
οὐ γὰρ τοῦ παρόντος συμφέροντος ἡ πολιτικὴ ἐφίεται, ἀλλʼ εἰς ἅπαντα τὸν βίον θυσίας τε ποιοῦντες καὶ περὶ ταύτας συνόδους, τιμάς τε ἀπονέμοντες τοῖς θεοῖς, καὶ αὑτοῖς ἀναπαύσεις πορίζοντες μεθʼ ἡδονῆς.
而所有这些共同体似乎都隶属于政治共同体;因为政治共同体所追求的不是眼前的利益,而是终生的利益,它们举行祭祀及与之相关的集会,向神明奉献荣耀,并为自己提供伴随快乐的休整。
αἱ γὰρ ἀρχαῖαι θυσίαι καὶ σύνοδοι φαίνονται γίνεσθαι μετὰ τὰς τῶν καρπῶν συγκομιδὰς οἷον ἀπαρχαί· μάλιστα γὰρ ἐν τούτοις ἐσχόλαζον τοῖς καιροῖς.
因为古代的祭祀和集会似乎是在收获果实之后作为初熟之物进行的;因为在这些时节,人们最为闲暇。
πᾶσαι δὴ φαίνονται αἱ κοινωνίαι μόρια τῆς πολιτικῆς εἶναι· ἀκολουθήσουσι δὲ αἱ τοιαῦται φιλίαι ταῖς τοιαύταις κοινωνίαις.
因此,所有的共同体显然都是政治共同体的一部分;而相应的友谊也将伴随相应的共同体。

词汇与语法注释

  1. 1159b25περὶ ταὐτὰ καὶ ἐν τοῖς αὐτοῖς — ταὐτά 是 τὰ αὐτά(同样的事物,中性复数宾格)的合音,而 τοῖς αὐτοῖς 是 οἱ αὐτοί(同样的人,阳性复数与格)的变形。因此,前者表示友谊和公正关涉“相同的事务”,后者表示它们存在于“相同的人群之中”,从领域和人际关系两个维度揭示了二者的紧密联系。
  2. 1160a3τῷ μᾶλλον πρὸς φίλους εἶναι — 这是带冠词 τῷ 的不定式 εἶναι 的与格用法,表示原因或手段(“由于是……”)。该不定式的隐含主语在上下文语境中是指“不公正的行为(τὰ ἄδικα)”,意为这些行为“更多是针对朋友(μᾶλλον πρὸς φίλους)”而做出的。
  3. 1160a21θυσίας τε ποιοῦντες — 尽管主句的主语是单数名词 ἡ πολιτική(政治共同体,阴性单数),但现在分词 ποιοῦντες 却使用了阳性复数主格。这是一个破格句(anacoluthon)或依意一致(ad sensum)的例子,分词在数和性上与政治共同体的成员(即公民们,隐含的复数主语)保持一致。

引用这一段

亚里士多德, 尼各马可伦理学 §8.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:8.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。