Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §8.7

基于优越地位的友谊与成比例的平等

第 91 段,共 123 段 · 希腊语

内容简介

在本节中,讨论了基于优越地位(如父母与子女、统治者与被统治者之间)的友谊,其中平等是通过成比例的爱来维持的。同时指出,在友谊中,数量上的平等优先于价值上的平等,因此当德性或地位出现巨大差距时,友谊便无法存在。

§8.7ἕτερον δʼ ἐστὶ φιλίας εἶδος τὸ καθʼ ὑπεροχήν, οἷον πατρὶ πρὸς υἱὸν καὶ ὅλως πρεσβυτέρῳ πρὸς νεώτερον, ἀνδρί τε πρὸς γυναῖκα καὶ παντὶ ἄρχοντι πρὸς ἀρχόμενον.
另一种友谊是基于优越地位的,例如父亲对儿子的友谊,以及通常年长者对年轻人的友谊,丈夫对妻子的友谊,以及任何统治者对被统治者的友谊。
διαφέρουσι δʼ αὗται καὶ ἀλλήλων· οὐ γὰρ ἡ αὐτὴ γονεῦσι πρὸς τέκνα καὶ ἄρχουσι πρὸς ἀρχομένους, ἀλλʼ οὐδὲ πατρὶ πρὸς υἱὸν καὶ υἱῷ πρὸς πατέρα, οὐδʼ ἀνδρὶ πρὸς γυναῖκα καὶ γυναικὶ πρὸς ἄνδρα.
这些友谊彼此之间也有所不同;因为父母对子女的友谊不同于统治者对被统治者的友谊,甚至父亲对儿子的友谊也不同于儿子对父亲的友谊,丈夫对妻子的友谊也不同于妻子对丈夫的友谊。
ἑτέρα γὰρ ἑκάστου τούτων ἀρετὴ καὶ τὸ ἔργον, ἕτερα δὲ καὶ διʼ ἃ φιλοῦσιν· ἕτεραι οὖν καὶ αἱ φιλήσεις καὶ αἱ φιλίαι.
因为这些关系中每一个人的德性和功能都是不同的,他们去爱的原因也不同;因此,他们的爱和他们的友谊也是不同的。
ταὐτὰ μὲν δὴ οὔτε γίνεται ἑκατέρῳ παρὰ θατέρου οὔτε δεῖ ζητεῖν·
那么,双方既不能从对方那里获得同样的东西,也不应当去寻求。
ὅταν δὲ γονεῦσι μὲν τέκνα ἀπονέμῃ ἃ δεῖ τοῖς γεννήσασι, γονεῖς δὲ ἃ δεῖ τοῖς τέκνοις, μόνιμος ἡ τῶν τοιούτων καὶ ἐπιεικὴς ἔσται φιλία.
但是,当子女向父母奉献他们对生育者应当奉献的东西,父母也向子女奉献他们应当奉献的东西时,这种人之间的友谊就会是持久而优良的。
ἀνάλογον δʼ ἐν πάσαις ταῖς καθʼ ὑπεροχὴν οὔσαις φιλίαις καὶ τὴν φίλησιν δεῖ γίνεσθαι, οἷον τὸν ἀμείνω μᾶλλον φιλεῖσθαι ἢ φιλεῖν, καὶ τὸν ὠφελιμώτερον, καὶ τῶν ἄλλων ἕκαστον ὁμοίως·
在所有基于优越地位的友谊中,爱也应当是成比例的,例如,更优秀的人被爱应当多于去爱,更有用的人也是如此,其他每一种人也是同样。
ὅταν γὰρ κατʼ ἀξίαν ἡ φίλησις γίνηται, τότε γίνεταί πως ἰσότης, ὃ δὴ τῆς φιλίας εἶναι δοκεῖ.
因为当爱是按照配得的价值产生时,那么在某种程度上就会产生平等,而这正是被认为属于友谊的特征。
οὐχ ὁμοίως δὲ τὸ ἴσον ἔν τε τοῖς δικαίοις καὶ ἐν τῇ φιλίᾳ φαίνεται ἔχειν· ἔστι γὰρ ἐν μὲν τοῖς δικαίοις ἴσον πρώτως τὸ κατʼ ἀξίαν, τὸ δὲ κατὰ ποσὸν δευτέρως, ἐν δὲ τῇ φιλίᾳ τὸ μὲν κατὰ ποσὸν πρώτως, τὸ δὲ κατʼ ἀξίαν δευτέρως.
然而,平等在公正关系和在友谊中似乎并不以同样的方式呈现;因为在公正中,按价值的平等是第一位的,按数量的平等是第二位的,而在友谊中,按数量的平等是第一位的,按价值的平等是第二位的。
δῆλον δʼ, ἂν πολὺ διάστημα γένηται ἀρετῆς ἢ κακίας ἢ εὐπορίας ἤ τινος ἄλλου· οὐ γὰρ ἔτι φίλοι εἰσὶν ἀλλʼ οὐδʼ ἀξιοῦσιν.
当在德性、恶劣、财富或其他任何方面出现巨大的差距时,这一点就很明显了;因为他们不再是朋友,甚至不期望成为朋友。
ἐμφανέστατον δὲ τοῦτʼ ἐπὶ τῶν θεῶν· πλεῖστον γὰρ οὗτοι πᾶσι τοῖς ἀγαθοῖς ὑπερέχουσιν.
这在神的情形中表现得最明显;因为神在所有善的事物上都最大程度地超越所有人。
δῆλον δὲ καὶ ἐπὶ τῶν βασιλέων· οὐδὲ γὰρ τούτοις ἀξιοῦσιν εἶναι φίλοι οἱ πολὺ καταδεέστεροι, οὐδὲ τοῖς ἀρίστοις ἢ σοφωτάτοις οἱ μηδενὸς ἄξιοι.
这在君王的情形中也很明显;因为地位低得多的人不期望成为他们的朋友,无足轻重的人也不期望成为最优秀或最智慧的人的朋友。
ἀκριβὴς μὲν οὖν ἐν τοῖς τοιούτοις οὐκ ἔστιν ὁρισμός, ἕως τίνος οἱ φίλοι· πολλῶν γὰρ ἀφαιρουμένων ἔτι μένει, πολὺ δὲ χωρισθέντος, οἷον τοῦ θεοῦ, οὐκέτι.
在这些情形中,并没有一个精确的界限来规定友谊能维持到什么程度;因为即使许多东西被拿走,它仍然维持着,但当距离拉得极远时,例如神的情形,它就不再维持了。
ὅθεν καὶ ἀπορεῖται, μή ποτʼ οὐ βούλονται οἱ φίλοι τοῖς φίλοις τὰ μέγιστα τῶν ἀγαθῶν, οἷον θεοὺς εἶναι· οὐ γὰρ ἔτι φίλοι ἔσονται αὐτοῖς, οὐδὲ δὴ ἀγαθά· οἱ γὰρ φίλοι ἀγαθά.
由此也产生了一个疑难:朋友是否有时并不希望朋友获得最大的善,例如成为神;因为这样一来,他们对他们来说就不再是朋友了,因而也就不是善了,因为朋友是善。
εἰ δὴ καλῶς εἴρηται ὅτι ὁ φίλος τῷ φίλῳ βούλεται τἀγαθὰ ἐκείνου ἕνεκα, μένειν ἂν δέοι οἷός ποτʼ ἐστὶν ἐκεῖνος· ἀνθρώπῳ δὴ ὄντι βουλήσεται τὰ μέγιστα ἀγαθά.
如果“朋友为了朋友自身的缘故而祝愿他好”这句话说得对,那么他就必须保持他原来的样子;所以,对作为人的他,才能祝愿其获得最大的善。
ἴσως δʼ οὐ πάντα· αὑτῷ γὰρ μάλισθʼ ἕκαστος βούλεται τἀγαθά.
但也许并非所有的善;因为每个人最希望自己获得善。

词汇与语法注释

  1. 1158b11τὸ καθʼ ὑπεροχήν — 引入了“基于优越地位的友谊”,这涉及在权力、地位、年龄或性别上的不对称性,以区别于“基于平等的友谊”(ἐν ἰσότητι)。
  2. 1158b20ταὐτὰ μὲν δὴ οὔτε γίνεται ἑκατέρῳ παρὰ θατέρου — 在基于不平等的友谊中,双方给予对方的东西(如尊重、保护、爱慕)在性质上是不一样的,也不应该这样去期待。这种“不对称性”是此类友谊的特征。
  3. 1158b27τότε γίνεταί πως ἰσότης — 解释说,当爱的程度与价值(ἀξία)成比例地不对称时(优越者被爱得更多),关系中就会建立起一种“比例上的平等”(ἰσότης)。
  4. 1158b30ἔστι γὰρ ἐν μὲν τοῖς δικαίοις ἴσον πρώτως τὸ κατʼ ἀξίαν — 对比了公正(δίκαιον)和友谊(φιλία)的本质区别:在公正中,“按价值的平等”(比例分配)是第一位的;而在友谊中,“按数量的平等”(一对一的对等)是第一位的。
  5. 1159a9μένειν ἂν δέοι οἷός ποτʼ ἐστὶν ἐκεῖνος — 如果一个朋友是“为了对方自身”而祝愿他好,那么对方必须保持现有的存在状态(作为人)。因为如果对方变成了非人的存在(如神),友谊就会消亡。这是对“祝愿终极的善(神化)如何与友谊发生冲突”这一疑难的解答。

引用这一段

亚里士多德, 尼各马可伦理学 §8.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:8.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。