§8.5ὥσπερ δʼ ἐπὶ τῶν ἀρετῶν οἳ μὲν καθʼ ἕξιν οἳ δὲ κατʼ ἐνέργειαν ἀγαθοὶ λέγονται, οὕτω καὶ ἐπὶ τῆς φιλίας·
正如在德性方面,有些人因处于品质状态而被称作好人,有些人因活动而被称作好人一样,友谊也是如此。
οἱ μὲν γὰρ συζῶντες χαίρουσιν ἀλλήλοις καὶ πορίζουσι τἀγαθά, οἱ δὲ καθεύδοντες ἢ κεχωρισμένοι τοῖς τόποις οὐκ ἐνεργοῦσι μέν, οὕτω δʼ ἔχουσιν ὥστʼ ἐνεργεῖν φιλικῶς·
因为共同生活的人彼此喜爱并提供善,而那些睡着了或在空间上分离开的人,虽然实际上没有进行活动,却处于能够友好地活动的品质状态中。
οἱ γὰρ τόποι οὐ διαλύουσι τὴν φιλίαν ἁπλῶς, ἀλλὰ τὴν ἐνέργειαν.
因为空间上的隔离并不是无条件地消除友谊,而只是消除了其活动。
ἐὰν δὲ χρόνιος ἡ ἀπουσία γίνηται, καὶ τῆς φιλίας δοκεῖ λήθην ποιεῖν·
但如果分离时间过久,似乎也会使人忘却友谊。
ὅθεν εἴρηται
"
πολλὰς δὴ φιλίας ἀπροσηγορία διέλυσεν.
因此人们说: “沉默确实消除过许多友谊。
"
οὐ φαίνονται δʼ οὔθʼ οἱ πρεσβῦται οὔθʼ οἱ στρυφνοὶ φιλικοὶ εἶναι· βραχὺ γὰρ ἐν αὐτοῖς τὸ τῆς ἡδονῆς, οὐδεὶς δὲ δύναται συνημερεύειν τῷ λυπηρῷ οὐδὲ τῷ μὴ ἡδεῖ· μάλιστα γὰρ ἡ φύσις φαίνεται τὸ λυπηρὸν φεύγειν, ἐφίεσθαι δὲ τοῦ ἡδέος.
” 而且,老年人和脾气古怪的人似乎也不易于交友,因为在他们身上几乎没有快乐,而没有人能整天和痛苦的、或者不令人愉快的人相处,因为天性似乎最避忌痛苦而追求快乐。
οἱ δʼ ἀποδεχόμενοι ἀλλήλους, μὴ συζῶντες δέ, εὔνοις ἐοίκασι μᾶλλον ἢ φίλοις.
而那些彼此赞许却不共同生活的人,更像是心怀好意者而不是朋友。
οὐδὲνγὰρ οὕτως ἐστὶ φίλων ὡς τὸ συζῆν ʽὡ̓φελείας μὲν γὰρ οἱ ἐνδεεῖς ὀρέγονται, συνημερεύειν δὲ καὶ οἱ μακάριοι· μονώταις γὰρ εἶναι τούτοις ἥκιστα προσήκεἰ·
因为对朋友而言,没有什么比共同生活更重要的了。 (因为匮乏的人追求帮助,而即使幸福的人也追求共同度日;因为对这些人来说,最不适合的就是孤独。
συνδιάγειν δὲ μετʼ ἀλλήλων οὐκ ἔστι μὴ ἡδεῖς ὄντας μηδὲ χαίροντας τοῖς αὐτοῖς, ὅπερ ἡ ἑταιρικὴ δοκεῖ ἔχειν.
)但是,如果彼此不令人愉快、也不喜爱相同的事物,就不可能共同度日,而这似乎是同伴之间的友谊所具有的特征。
μάλιστα μὲν οὖν ἐστὶ φιλία ἡ τῶν ἀγαθῶν, καθάπερ πολλάκις εἴρηται·
因此,正如多次说过的,好人之间的友谊最是友谊。
δοκεῖ γὰρ φιλητὸν μὲν καὶ αἱρετὸν τὸ ἁπλῶς ἀγαθὸν ἢ ἡδύ, ἑκάστῳ δὲ τὸ αὑτῷ τοιοῦτον· ὁ δʼ ἀγαθὸς τῷ ἀγαθῷ διʼ ἄμφω ταῦτα.
因为,无条件善的或愉快的东西似乎是值得爱且值得选择的,而对每个人来说,则是对他自己而言如此的东西;好人对好人而言,正是由于这两个原因也是值得爱且值得选择的。
ἔοικε δʼ ἡ μὲν φίλησις πάθει, ἡ δὲ φιλία ἕξει·
爱似乎是一种感情,而友谊则是一种品质状态。
ἡ γὰρ φίλησις οὐχ ἧττον πρὸς τὰ ἄψυχά ἐστιν, ἀντιφιλοῦσι δὲ μετὰ προαιρέσεως, ἡ δὲ προαίρεσις ἀφʼ ἕξεως·
因为,爱同样可以指向无生物,但相互爱戴则伴随着选择,而选择来自品质状态。
καὶ τἀγαθὰ βούλονται τοῖς φιλουμένοις ἐκείνων ἕνεκα, οὐ κατὰ πάθος ἀλλὰ καθʼ ἕξιν.
并且他们为被爱者的缘故而希望其得到善,这不是出于感情而是出于品质状态。
καὶ φιλοῦντες τὸν φίλον τὸ αὑτοῖς ἀγαθὸν φιλοῦσιν· ὁ γὰρ ἀγαθὸς φίλος γινόμενος ἀγαθὸν γίνεται ᾧ φίλος.
而且,他们在爱朋友时,就是在爱对自己有益的善;因为好人一旦成为朋友,对于他所结交的人来说,就成了一种善。
ἑκάτερος οὖν φιλεῖ τε τὸ αὑτῷ ἀγαθόν, καὶ τὸ ἴσον ἀνταποδίδωσι τῇ βουλήσει καὶ τῷ ἡδεῖ·
因此,双方既爱对自己有益的善,又在愿望和愉快上给予等重的回报。
λέγεται γὰρ φιλότης ἰσότης, μάλιστα δὲ τῇ τῶν ἀγαθῶν ταῦθʼ ὑπάρχει.
因为人们说“友谊就是平等”,而这在好人之间的友谊中表现得最为充分。