§8.4αὕτη μὲν οὖν καὶ κατὰ τὸν χρόνον καὶ κατὰ τὰ λοιπὰ τελεία ἐστί, καὶ κατὰ πάντα ταὐτὰ γίνεται καὶ ὅμοια ἑκατέρῳ παρʼ ἑκατέρου, ὅπερ δεῖ τοῖς φίλοις ὑπάρχειν.
因此,这种友谊在时间上以及在其他方面都是完善的,并且在所有方面,每个人从对方那里获得相同且相似的东西,这正是朋友之间所应当具备的。
ἡ δὲ διὰ τὸ ἡδὺ ὁμοίωμα ταύτης ἔχει· καὶ γὰρ οἱ ἀγαθοὶ ἡδεῖς ἀλλήλοις.
而因愉快而生的友谊则具有这种完善友谊的摹本;因为好人对彼此也是愉快的。
ὁμοίως δὲ καὶ ἡ διὰ τὸ χρήσιμον· καὶ γὰρ τοιοῦτοι ἀλλήλοις οἱ ἀγαθοί.
同样,因有用而生的友谊也是如此;因为好人对彼此也是这样的。
μάλιστα δὲ καὶ ἐν τούτοις αἱ φιλίαι μένουσιν, ὅταν τὸ αὐτὸ γίνηται παρʼ ἀλλήλων, οἷον ἡδονή, καὶ μὴ μόνον οὕτως ἀλλὰ καὶ ἀπὸ τοῦ αὐτοῦ, οἷον τοῖς εὐτραπέλοις, καὶ μὴ ὡς ἐραστῇ καὶ ἐρωμένῳ.
而且,即使在这些友谊中,当彼此产生相同的东西(例如快乐)时,友情也是最能持久的,并且不仅如此,还要来自同一个源泉(例如机智的人们之间),而不是像爱者与被爱者那样。
οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς ἥδονται οὗτοι, ἀλλʼ ὃ μὲν ὁρῶν ἐκεῖνον, ὃ δὲ θεραπευόμενος ὑπὸ τοῦ ἐραστοῦ· ληγούσης δὲ τῆς ὥρας ἐνίοτε καὶ ἡ φιλία λήγει (τῷ μὲν γὰρ οὐκ ἔστιν ἡδεῖα ἡ ὄψις, τῷ δʼ οὐ γίνεται ἡ θεραπεία)·
因为这些人并非对相同的事物感到快乐,而是一方因看着对方而快乐,另一方因受到爱者的温存而快乐;当青春逝去,有时友谊也随之逝去(因为对一方而言,对方的容貌已不再令人愉快,对另一方而言,那种温存也不复存在)。
πολλοὶ δʼ αὖ διαμένουσιν, ἐὰν ἐκ τῆς συνηθείας τὰ ἤθη στέρξωσιν, ὁμοήθεις ὄντες.
但另一方面,如果通过长期的相处,由于性格相似而喜爱对方的性格,许多人也会继续保持友谊。
οἱ δὲ μὴ τὸ ἡδὺ ἀντικαταλλαττόμενοι ἀλλὰ τὸ χρήσιμον ἐν τοῖς ἐρωτικοῖς καὶ εἰσὶν ἧττον φίλοι καὶ διαμένουσιν.
而在情爱关系中,那些不以快乐、而以有用作为互换的人,他们既不算什么朋友,关系也不持久。
οἱ δὲ διὰ τὸ χρήσιμον ὄντες φίλοι ἅμα τῷ συμφέροντι διαλύονται· οὐ γὰρ ἀλλήλων ἦσαν φίλοι ἀλλὰ τοῦ λυσιτελοῦς.
而那些因有用而成为朋友的人,随着利益的消失而解散;因为他们不是彼此的朋友,而是利益的朋友。
διʼ ἡδονὴν μὲν οὖν καὶ διὰ τὸ χρήσιμον καὶ φαύλους ἐνδέχεται φίλους ἀλλήλοις εἶναι καὶ ἐπιεικεῖς φαύλοις καὶ μηδέτερον ὁποιῳοῦν, διʼ αὑτοὺς δὲ δῆλον ὅτι μόνους τοὺς ἀγαθούς· οἱ γὰρ κακοὶ οὐ χαίρουσιν ἑαυτοῖς, εἰ μή τις ὠφέλεια γίνοιτο.
因此,因愉快和因有用,坏人也可能彼此成为朋友,好人也可能和坏人成为朋友,既非好人也非坏人的人可能和任何一种人成为朋友;但是,显然只有好人才能因对方自身而成为朋友;因为坏人并不喜欢彼此,除非能得到某种益处。
καὶ μόνη δὲ ἡ τῶν ἀγαθῶν φιλία ἀδιάβλητός ἐστιν· οὐ γὰρ ῥᾴδιον οὐδενὶ πιστεῦσαι περὶ τοῦ ἐν πολλῷ χρόνῳ ὑφʼ αὑτοῦ δεδοκιμασμένου·
而且,只有好人之间的友谊是不可间离的;因为任何人要相信一个被自己长期考量过的人的坏话,都不是件容易的事。
καὶ τὸ πιστεύειν ἐν τούτοις, καὶ τὸ μηδέποτʼ ἂν ἀδικῆσαι, καὶ ὅσα ἄλλα ἐν τῇ ὡς ἀληθῶς φιλίᾳ ἀξιοῦται.
并且,在这些人之中存在着信任、永不侵害对方的默契,以及真挚友谊中所要求的一切其他特质。
ἐν δὲ ταῖς ἑτέραις οὐδὲν κωλύει τὰ τοιαῦτα γίνεσθαι.
但在其他形式的友谊中,产生此类事情是毫无阻碍的。
ἐπεὶ γὰρ οἱ ἄνθρωποι λέγουσι φίλους καὶ τοὺς διὰ τὸ χρήσιμον, ὥσπερ αἱ πόλεις (δοκοῦσι γὰρ αἱ συμμαχίαι ταῖς πόλεσι γίνεσθαι ἕνεκα τοῦ συμφέροντος), καὶ τοὺς διʼ ἡδονὴν ἀλλήλους στέργοντας, ὥσπερ οἱ παῖδες, ἴσως λέγειν μὲν δεῖ καὶ ἡμᾶς φίλους τοὺς τοιούτους, εἴδη δὲ τῆς φιλίας πλείω, καὶ πρώτως μὲν καὶ κυρίως τὴν τῶν ἀγαθῶν ᾗ ἀγαθοί, τὰς δὲ λοιπὰς καθʼ ὁμοιότητα·
因为,既然人们也把因有用而结成关系的人称为朋友,就像城邦之间那样(因为城邦之间的盟约似乎是为了利益而达成的),也将因愉快而彼此喜爱的人称为朋友,就像孩子们那样,所以也许我们也应当称这样的人为朋友,但同时承认友谊有多种,而第一义的和最本实意义上的友谊,是好人作为好人之间的友谊,其余的则是通过相似性而得名的。
ᾗ γὰρ ἀγαθόν τι καὶ ὅμοιόν τι, ταύτῃ φίλοι· καὶ γὰρ τὸ ἡδὺ ἀγαθὸν τοῖς φιληδέσιν.
因为在他们有某种善、某种相似的意义上,他们是朋友;因为即使是愉快的事情,对于喜好愉快的人来说,也是一种善。
οὐ πάνυ δʼ αὗται συνάπτουσιν, οὐδὲ γίνονται οἱ αὐτοὶ φίλοι διὰ τὸ χρήσιμον καὶ διὰ τὸ ἡδύ· οὐ γὰρ πάνυ συνδυάζεται τὰ κατὰ συμβεβηκός.
但这些友谊并不会很深地结合在一起,同一些人也不会既因有用又因愉快而成为朋友;因为付带性的事物并不会经常结合在一起。
εἰς ταῦτα δὲ τὰ εἴδη τῆς φιλίας νενεμημένης οἱ μὲν φαῦλοι ἔσονται φίλοι διʼ ἡδονὴν ἢ τὸ χρήσιμον, ταύτῃ ὅμοιοι ὄντες, οἱ δʼ ἀγαθοὶ διʼ αὑτοὺς φίλοι· ᾗ γὰρ ἀγαθοί.
既然友谊已经分成了这些种类,那么坏人就会因为愉快或有用而成为朋友,在这一点上他们是相似的;而好人则会因为自身而成为朋友,即因为他们是好人。
οὗτοι μὲν οὖν ἁπλῶς φίλοι, ἐκεῖνοι δὲ κατὰ συμβεβηκὸς καὶ τῷ ὡμοιῶσθαι τούτοις.
因此,后者是无条件意义上的朋友,而前者则是付带性的,且因其与好人相似而成为朋友。