Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §8.6

完美友谊的人数限制与不同人群的交友特征

第 90 段,共 123 段 · 希腊语

内容简介

探讨了脾气古怪者、老年人以及掌权者的交友局限,阐明了完美友谊仅限于少数人的原因,并从与真实友谊的相似与不相似性出发,分析了基于有用和快乐的友谊。

§8.6ἐν δὲ τοῖς στρυφνοῖς καὶ πρεσβυτικοῖς ἧττον γίνεται ἡ φιλία, ὅσῳ δυσκολώτεροί εἰσι καὶ ἧττον ταῖς ὁμιλίαις χαίρουσιν· ταῦτα γὰρ δοκεῖ μάλιστʼ εἶναι φιλικὰ καὶ ποιητικὰ φιλίας.
但在脾气古怪和年老的人们之间,友谊更难产生,因为他们越是难以相处,就越是不喜欢社交;因为这些似乎最具有友好的性质,也最能产生友谊。
διὸ νέοι μὲν γίνονται φίλοι ταχύ, πρεσβῦται δʼ οὔ· οὐ γὰρ γίνονται φίλοι οἷς ἂν μὴ χαίρωσιν· ὁμοίως δʼ οὐδʼ οἱ στρυφνοί.
因此,年轻人很快就能成为朋友,而老年人则不能;因为他们不会与自己不能从中得到快乐的人成为朋友;同样,脾气古怪的人也是如此。
ἀλλʼ οἱ τοιοῦτοι εὖνοι μέν εἰσιν ἀλλήλοις· βούλονται γὰρ τἀγαθὰ καὶ ἀπαντῶσιν εἰς τὰς χρείας· φίλοι δʼ οὐ πάνυ εἰσὶ διὰ τὸ μὴ συνημερεύειν μηδὲ χαίρειν ἀλλήλοις, ἃ δὴ μάλιστʼ εἶναι δοκεῖ φιλικά.
不过,这样的人彼此之间确实心怀好意;因为他们会为对方期许善,并在对方有需要时提供帮助;但他们并不很算得上是朋友,因为他们不共同度日,也不彼此喜爱,而这些似乎才是最具有友谊性质的。
πολλοῖς δʼ εἶναι φίλον κατὰ τὴν τελείαν φιλίαν οὐκ ἐνδέχεται, ὥσπερ οὐδʼ ἐρᾶν πολλῶν ἅμα (ἔοικε γὰρ ὑπερβολῇ, τὸ τοιοῦτο δὲ πρὸς ἕνα πέφυκε γίνεσθαι)· πολλοὺς δʼ ἅμα τῷ αὐτῷ ἀρέσκειν σφόδρα οὐ ῥᾴδιον, ἴσως δʼ οὐδʼ ἀγαθοὺς εἶναι.
但按照完美的友谊,要成为许多人的朋友是不可能的,正如不能同时热恋许多人一样(因为这种爱似乎是一种过度,而这样的事情自然是只对一个人产生的);而要让同一个人同时极大地取悦许多人并不容易,或许这些人也不都是好人。
δεῖ δὲ καὶ ἐμπειρίαν λαβεῖν καὶ ἐν συνηθείᾳ γενέσθαι, ὃ παγχάλεπον.
而且还必须获得经验并建立亲密习惯,而这是极其困难的。
διὰ τὸ χρήσιμον δὲ καὶ τὸ ἡδὺ πολλοῖς ἀρέσκειν ἐνδέχεται· πολλοὶ γὰρ οἱ τοιοῦτοι, καὶ ἐν ὀλίγῳ χρόνῳ αἱ ὑπηρεσίαι.
但由于有用和快乐,取悦许多人是可能的;因为这样的人很多,而且服务在很短的时间内就可以完成。
τούτων δὲ μᾶλλον ἔοικε φιλίᾳ ἡ διὰ τὸ ἡδύ, ὅταν ταὐτὰ ἀπʼ ἀμφοῖν γίνηται καὶ χαίρωσιν ἀλλήλοις ἢ τοῖς αὐτοῖς, οἷαι τῶν νέων εἰσὶν αἱ φιλίαι· μᾶλλον γὰρ ἐν ταύταις τὸ ἐλευθέριον.
在这些友谊中,因快乐而建立的友谊更像友谊,当双方产生同样的事情,并且彼此喜爱或喜爱相同的事物时,年轻人的友谊就是如此;因为在这些友谊中,更具有慷慨的性质。
ἡ δὲ διὰ τὸ χρήσιμον ἀγοραίων.
而因有用而建立的友谊则是市侩之人的。
καὶ οἱ μακάριοι δὲ χρησίμων μὲν οὐδὲν δέονται, ἡδέων δέ· συζῆν μὲν γὰρ βούλονταί τισι, τὸ δὲ λυπηρὸν ὀλίγον μὲν χρόνον φέρουσιν, συνεχῶς δʼ οὐδεὶς ἂν ὑπομείναι, οὐδʼ αὐτὸ τὸ ἀγαθόν, εἰ λυπηρὸν αὐτῷ εἴη· διὸ τοὺς φίλους ἡδεῖς ζητοῦσιν.
即使是幸福的人也根本不需要有用的人,但他们需要令人愉快的人;因为他们希望与某些人共同生活,虽然他们能在短时间内忍受痛苦,但没有人能持续不断地忍受它,甚至善本身,如果对他来说是痛苦的话,也没有人能忍受;因此他们寻求令人愉快的朋友。
δεῖ δʼ ἴσως καὶ ἀγαθοὺς τοιούτους ὄντας, καὶ ἔτι αὑτοῖς· οὕτω γὰρ ὑπάρξει αὐτοῖς ὅσα δεῖ τοῖς φίλοις.
不过,也许这样的人也应当是好人,而且是对他们自己而言是好人;因为这样,朋友们应当拥有的一切才会属于他们。
οἱ δʼ ἐν ταῖς ἐξουσίαις διῃρημένοις φαίνονται χρῆσθαι τοῖς φίλοις· ἄλλοι γὰρ αὐτοῖς εἰσὶ χρήσιμοι καὶ ἕτεροι ἡδεῖς, ἄμφω δʼ οἱ αὐτοὶ οὐ πάνυ· οὔτε γὰρ ἡδεῖς μετʼ ἀρετῆς ζητοῦσιν οὔτε χρησίμους εἰς τὰ καλά, ἀλλὰ τοὺς μὲν εὐτραπέλους τοῦ ἡδέος ἐφιέμενοι, τοὺς δὲ δεινοὺς πρᾶξαι τὸ ἐπιταχθέν, ταῦτα δʼ οὐ πάνυ γίνεται ἐν τῷ αὐτῷ.
而掌权者们似乎把朋友分门别类地加以使用;因为对他们来说,一些人是有用的,另一些人是令人愉快的,而兼具这两者于一身的人几乎没有;因为他们既不寻求伴随德性的愉快朋友,也不寻求为了高尚事业而有用的朋友,而是追求快乐而寻找机灵风趣的人,为了执行命令而寻找精明干练的人,而这些性质几乎不会结合在同一个人身上。
ἡδὺς δὲ καὶ χρήσιμος ἅμα εἴρηται ὅτι ὁ σπουδαῖος· ἀλλʼ ὑπερέχοντι οὐ γίνεται ὁ τοιοῦτος φίλος, ἐὰν μὴ καὶ τῇ ἀρετῇ ὑπερέχηται· εἰ δὲ μή, οὐκ ἰσάζει ἀνάλογον ὑπερεχόμενος.
已经说过,优秀的人同时既是令人愉快的又是有用的;但对一个地位优越的人来说,这样的人是不会成为他的朋友的,除非他在德性上也超过对方;否则,他在按比例被超越时就无法达到平衡。
οὐ πάνυ δʼ εἰώθασι τοιοῦτοι γίνεσθαι.
但是,这样的人并不常有。
εἰσὶ δʼ οὖν αἱ εἰρημέναι φιλίαι ἐν ἰσότητι· τὰ γὰρ αὐτὰ γίνεται ἀπʼ ἀμφοῖν καὶ βούλονται ἀλλήλοις, ἢ ἕτερον ἀνθʼ ἑτέρου καταλλάττονται, οἷον ἡδονὴν ἀντʼ ὠφελείας·
总之,上面所说的友谊是基于平等的;因为双方产生同样的事情,并且彼此祝愿相同的事,或者用一个东西去交换另一个东西,例如用快乐去交换有用。
ὅτι δὲ καὶ ἧττόν εἰσιν αὗται φιλίαι καὶ μένουσιν, εἴρηται.
至于这些是较次要的友谊且不能持久,已经说过了。
δοκοῦσι δὲ διʼ ὁμοιότητα καὶ ἀνομοιότητα ταὐτοῦ εἶναί τε καὶ οὐκ εἶναι φιλίαι·
但是由于对同一事物的相似与不相似,它们似乎既是又不是友谊。
καθʼ ὁμοιότητα γὰρ τῆς κατʼ ἀρετὴν φαίνονται φιλίαι (ἣ μὲν γὰρ τὸ ἡδὺ ἔχει ἣ δὲ τὸ χρήσιμον, ταῦτα δʼ ὑπάρχει κἀκείνῃ), τῷ δὲ τὴν μὲν ἀδιάβλητον καὶ μόνιμον εἶναι, ταύτας δὲ ταχέως μεταπίπτειν ἄλλοις τε διαφέρειν πολλοῖς, οὐ φαίνονται φιλίαι, διʼ ἀνομοιότητα ἐκείνης.
因为由于与基于德性的友谊相似,它们显现为友谊(因为一个具有快乐,另一个具有有用,而这些也存在于那一种友谊之中);但由于那一种是免受毁谤且持久的,而这些则会迅速发生改变,并且在其他许多方面也存在差异,由于与那一种的不相似,它们看起来又不是友谊。

词汇与语法注释

  1. 1158a14ἴσως δʼ οὐδʼ ἀγαθοὺς εἶναι — 关于不定式 εἶναι 的逻辑主语,上下文有两种可能的解释。第一种是将作为取悦对象的“许多人”作为主语,译为“(要取悦的)许多人本身也是好人,这也是不容易的”;第二种是将取悦者(即试图取悦多人的人)作为主语,译为“(企图同时取悦如此多人的那个人本身)同时是好人也是不容易的”。基于完美友谊只能存在于“好人之间”的前提,这里采用前一种解释,即作为交友对象的多数人全部都是好人,这在现实中是极其罕见的。
  2. 1158a34ἐὰν μὴ καὶ τῇ ἀρετῇ ὑπερέχηται — 被动语态动词 ὑπερέχηται 的主语是前文提到的“地位优越者(ὑπερέχων)”。因此,其含义为“除非他(优越者)在德性上也(被优秀的人)超越”。这说明,如果地位优越者不能承认对方在德性上的优越、并在德性上甘愿居于其下(即被其超越),就无法建立起按比例的平等关系(ἀνάλογον),友谊也就无法成立。
  3. 1158b8τῷ δὲ τὴν μὲν ἀδιάβλητον καὶ μόνιμον εἶναι — 这是一个表示原因或基准的与格结构(τῷ + 不定式从句),与前句中的介词短语“由于相似(καθʼ ὁμοιότητα)”形成对比。它引导了后文“看起来又不是友谊(οὐ φαίνονται φιλίαι)”这一判断的依据,译为“由于……(或在……这一方面)”。

引用这一段

亚里士多德, 尼各马可伦理学 §8.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:8.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。