Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §8.3

友谊的三种类型与基于德性的完全友谊

第 87 段,共 123 段 · 希腊语

内容简介

本节阐明友谊基于有用、愉快和德性(善)而分为三种,指出前两种是付带性的且易于解体,而好人之间基于德性的完善友谊则是持久且稳定的。此外,这种完美的友谊需要时间和长期的亲密交往才能建立。

§8.3διαφέρει δὲ ταῦτα ἀλλήλων εἴδει· καὶ αἱ φιλήσεις ἄρα καὶ αἱ φιλίαι.
这些在种上彼此不同;因此,爱的方式和友谊也同样在种上不同。
τρία δὴ τὰ τῆς φιλίας εἴδη, ἰσάριθμα τοῖς φιλητοῖς· καθʼ ἕκαστον γάρ ἐστιν ἀντιφίλησις οὐ λανθάνουσα, οἱ δὲ φιλοῦντες ἀλλήλους βούλονται τἀγαθὰ ἀλλήλοις ταύτῃ ᾗ φιλοῦσιν.
那么,友谊的种有三个,其数量与值得爱的事物相等;因为在每一种中,都存在着不隐藏的相互之爱,而彼此相爱的人,在他们相爱的那个维度上,为彼此希求善。
οἱ μὲν οὖν διὰ τὸ χρήσιμον φιλοῦντες ἀλλήλους οὐ καθʼ αὑτοὺς φιλοῦσιν, ἀλλʼ ᾗ γίνεταί τι αὐτοῖς παρʼ ἀλλήλων ἀγαθόν.
因此,那些因有用而彼此相爱的人,并不是为了对方自身而爱,而是仅在他们彼此之间能产生某种对自己有益的善的范围内。
ὁμοίως δὲ καὶ οἱ διʼ ἡδονήν· οὐ γὰρ τῷ ποιούς τινας εἶναι ἀγαπῶσι τοὺς εὐτραπέλους, ἀλλʼ ὅτι ἡδεῖς αὑτοῖς.
因愉快而相爱的人也是如此;因为他们喜欢机智的人,并不是因为他们具有某种特定的品质,而是因为他们对自己来说是愉快的。
οἵ τε δὴ διὰ τὸ χρήσιμον φιλοῦντες διὰ τὸ αὑτοῖς ἀγαθὸν στέργουσι, καὶ οἱ διʼ ἡδονὴν διὰ τὸ αὑτοῖς ἡδύ, καὶ οὐχ ᾗ ὁ φιλούμενός ἐστιν, ἀλλʼ ᾗ χρήσιμος ἢ ἡδύς.
因此,那些因有用而相爱的人,是为了对自己有益的善而动情;那些因愉快而相爱的人,是为了对自己有利的愉快而动情。 他们爱对方不是因为被爱者本身是谁,而是因为他有用或令人愉快。
κατὰ συμβεβηκός τε δὴ αἱ φιλίαι αὗταί εἰσιν· οὐ γὰρ ᾗ ἐστὶν ὅσπερ ἐστὶν ὁ φιλούμενος, ταύτῃ φιλεῖται, ἀλλʼ ᾗ πορίζουσιν οἳ μὲν ἀγαθόν τι οἳ δʼ ἡδονήν.
因此,这些友谊是付带性的;因为被爱者被爱,不是因为他本身是谁,而是因为他们——一方提供某种善,另一方提供快乐。
εὐδιάλυτοι δὴ αἱ τοιαῦταί εἰσι, μὴ διαμενόντων αὐτῶν ὁμοίων· ἐὰν γὰρ μηκέτι ἡδεῖς ἢ χρήσιμοι ὦσι, παύονται φιλοῦντες.
因此,这样的友谊很容易解体,如果他们自己不能保持同样的状态;因为如果他们不再令人愉快或有用,他们就会停止爱。
τὸ δὲ χρήσιμον οὐ διαμένει, ἀλλʼ ἄλλοτε ἄλλο γίνεται.
而有用的东西不能持久,而是时常变化。
ἀπολυθέντος οὖν διʼ ὃ φίλοι ἦσαν, διαλύεται καὶ ἡ φιλία, ὡς οὔσης τῆς φιλίας πρὸς ἐκεῖνα.
因此,当他们之所以成为朋友的那个原因消除时,友谊也就解体了,因为这种友谊是针对那些东西的。
μάλιστα δʼ ἐν τοῖς πρεσβύταις ἡ τοιαύτη δοκεῖ φιλία γίνεσθαι (οὐ γὰρ τὸ ἡδὺ οἱ τηλικοῦτοι διώκουσιν ἀλλὰ τὸ ὠφέλιμον), καὶ τῶν ἐν ἀκμῇ καὶ νέων ὅσοι τὸ συμφέρον διώκουσιν.
这种友谊似乎特别发生在老年人之中(因为这个年龄的人不追求愉快,而追求有益),以及壮年人和年轻人中那些追求利益的人之间。
οὐ πάνυ δʼ οἱ τοιοῦτοι οὐδὲ συζῶσι μετʼ ἀλλήλων· ἐνίοτε γὰρ οὐδʼ εἰσὶν ἡδεῖς· οὐδὲ δὴ προσδέονται τῆς τοιαύτης ὁμιλίας, ἐὰν μὴ ὠφέλιμοι ὦσιν· ἐπὶ τοσοῦτον γάρ εἰσιν ἡδεῖς ἐφʼ ὅσον ἐλπίδας ἔχουσιν ἀγαθοῦ.
但是,这样的人并不怎么生活在一起;因为有时他们甚至并不令人愉快;他们也不需要这样的交往,除非对方能带来好处;因为他们令人愉快,仅仅在于他们对善怀有希望。
εἰς ταύτας δὲ καὶ τὴν ξενικὴν τιθέασιν.
异邦人之间的友谊也属于这种友谊。
ἡ δὲ τῶν νέων φιλία διʼ ἡδονὴν εἶναι δοκεῖ· κατὰ πάθος γὰρ οὗτοι ζῶσι, καὶ μάλιστα διώκουσι τὸ ἡδὺ αὑτοῖς καὶ τὸ παρόν· τῆς ἡλικίας δὲ μεταπιπτούσης καὶ τὰ ἡδέα γίνεται ἕτερα.
而年轻人的友谊则似乎是因愉快而产生的;因为他们凭着情感生活,特别追求对自己愉快的事物和眼前的事物;而随着年龄的变化,愉快的事物也会变得不同。
διὸ ταχέως γίνονται φίλοι καὶ παύονται· ἅμα γὰρ τῷ ἡδεῖ ἡ φιλία μεταπίπτει, τῆς δὲ τοιαύτης ἡδονῆς ταχεῖα ἡ μεταβολή.
因此,他们很快成为朋友,又很快停止;因为友谊随着愉快而发生变化,而这种愉快的变化是迅速的。
καὶ ἐρωτικοὶ δʼ οἱ νέοι· κατὰ πάθος γὰρ καὶ διʼ ἡδονὴν τὸ πολὺ τῆς ἐρωτικῆς· διόπερ φιλοῦσι καὶ ταχέως παύονται, πολλάκις τῆς αὐτῆς ἡμέρας μεταπίπτοντες.
年轻人也容易坠入情网;因为情爱关系的很大一部分是凭情感和因愉快而产生的;因此他们爱得快,停止得也快,甚至在同一天内多次发生变化。
συνημερεύειν δὲ καὶ συζῆν οὗτοι βούλονται· γίνεται γὰρ αὐτοῖς τὸ κατὰ τὴν φιλίαν οὕτως.
他们希望整天厮守和生活在一起;因为对他们来说,关于友谊的事情就是这样产生的。
τελεία δʼ ἐστὶν ἡ τῶν ἀγαθῶν φιλία καὶ κατʼ ἀρετὴν ὁμοίων· οὗτοι γὰρ τἀγαθὰ ὁμοίως βούλονται ἀλλήλοις ᾗ ἀγαθοί, ἀγαθοὶ δʼ εἰσὶ καθʼ αὑτούς.
然而,完善的友谊是好人之间的、在德性上相似的人之间的友谊;因为这些人,在他们是好人的意义上,同样地为彼此希求善,而他们本身就是好人。
οἱ δὲ βουλόμενοι τἀγαθὰ τοῖς φίλοις ἐκείνων ἕνεκα μάλιστα φίλοι· διʼ αὑτοὺς γὰρ οὕτως ἔχουσι, καὶ οὐ κατὰ συμβεβηκός·
那些为了朋友自身的缘故而为他们希求善的人,才是最本实意义上的朋友;因为他们之所以处于这种状态,是因为他们自身,而不是出于付带的原因。
διαμένει οὖν ἡ τούτων φιλία ἕως ἂν ἀγαθοὶ ὦσιν, ἡ δʼ ἀρετὴ μόνιμον.
因此,只要他们是好人,他们的友谊就得以维持,而德性是持久的。
καὶ ἔστιν ἑκάτερος ἁπλῶς ἀγαθὸς καὶ τῷ φίλῳ· οἱ γὰρ ἀγαθοὶ καὶ ἁπλῶς ἀγαθοὶ καὶ ἀλλήλοις ὠφέλιμοι.
而且,每一个人无条件地是好人,同时对他的朋友也是好人;因为好人既无条件地是好人,又彼此有益。
ὁμοίως δὲ καὶ ἡδεῖς· καὶ γὰρ ἁπλῶς οἱ ἀγαθοὶ ἡδεῖς καὶ ἀλλήλοις· ἑκάστῳ γὰρ καθʼ ἡδονήν εἰσιν αἱ οἰκεῖαι πράξεις καὶ αἱ τοιαῦται, τῶν ἀγαθῶν δὲ αἱ αὐταὶ ἢ ὅμοιαι.
同样,他们也令人愉快;因为好人既无条件地令人愉快,又彼此令人愉快;因为对每个人来说,自己所特有的活动以及此类活动是令人愉快的,而好人的活动是相同的或相似的。
ἡ τοιαύτη δὲ φιλία μόνιμος εὐλόγως ἐστίν· συνάπτει γὰρ ἐν αὐτῇ πάνθʼ ὅσα τοῖς φίλοις δεῖ ὑπάρχειν.
这种友谊是持久的,这是合乎情理的;因为它自身结合了朋友所应当具备的一切。
πᾶσα γὰρ φιλία διʼ ἀγαθόν ἐστιν ἢ διʼ ἡδονήν, ἢ ἁπλῶς ἢ τῷ φιλοῦντι, καὶ καθʼ ὁμοιότητά τινα· ταύτῃ δὲ πάνθʼ ὑπάρχει τὰ εἰρημένα καθʼ αὑτούς·
因为一切友谊都是因善或因愉快而存在的,无论是无条件地,还是对相爱者而言,并且都是基于某种相似性;而在这完善的友谊中,上述一切都在其自身中具备了。
†ταύτῃ γὰρ ὅμοια† καὶ τὰ λοιπά, τό τε ἁπλῶς ἀγαθὸν καὶ ἡδὺ ἁπλῶς ἐστίν, μάλιστα δὲ ταῦτα φιλητά·
†因为在这一点上,其他事物是相似的†,而且,无条件地善和无条件地愉快也存在于其中,而这些正是最值得爱的事物。
καὶ τὸ φιλεῖν δὴ καὶ ἡ φιλία ἐν τούτοις μάλιστα καὶ ἀρίστη.
因此,爱和友谊在这些人中最为存在,也是最好的。
σπανίας δʼ εἰκὸς τὰς τοιαύτας εἶναι· ὀλίγοι γὰρ οἱ τοιοῦτοι.
然而,这种友谊显然是罕见的;因为这样的人很少。
ἔτι δὲ προσδεῖται χρόνου καὶ συνηθείας· κατὰ τὴν παροιμίαν γὰρ οὐκ ἔστιν εἰδῆσαι ἀλλήλους πρὶν τοὺς λεγομένους ἅλας συναναλῶσαι· οὐδʼ ἀποδέξασθαι δὴ πρότερον οὐδʼ εἶναι φίλους, πρὶν ἂν ἑκάτερος ἑκατέρῳ φανῇ φιλητὸς καὶ πιστευθῇ.
此外,它还需要时间和亲密交往;正如谚语所说,在共同吃完传说中的盐之前,是不可能了解彼此的;在每个人在对方眼中显得值得爱并获得信任之前,也是不能接纳彼此或成为朋友的。
οἱ δὲ ταχέως τὰ φιλικὰ πρὸς ἀλλήλους ποιοῦντες βούλονται μὲν φίλοι εἶναι, οὐκ εἰσὶ δέ, εἰ μὴ καὶ φιλητοί, καὶ τοῦτʼ ἴσασιν· βούλησις μὲν γὰρ ταχεῖα φιλίας γίνεται, φιλία δʼ οὔ.
那些迅速对彼此做出友谊举动的人,虽然希望成为朋友,但他们还不是,除非他们也是值得爱的,并且彼此了解这一点;因为希求友谊的心愿虽然可以迅速产生,但友谊本身却不能。

词汇与语法注释

  1. 1156a14οὐ γὰρ τῷ ποιούς τινας εἶναι ἀγαπῶσι — 此处的 τῷ 加上动词不定式 εἶναι 构成了表示原因的与格结构(相当于“因为是……”)。ποιούς τινας(“某种特定品质的人”)指的是主体的道德品格或本质特征,用以对照客体所能提供的附带性利益或快乐。
  2. 1156a29ἐπὶ τοσοῦτον γάρ εἰσιν ἡδεῖς ἐφʼ ὅσον ἐλπίδας ἔχουσιν ἀγαθοῦ — 此处使用了相关联的结构 ἐπὶ τοσοῦτον... ἐφʼ ὅσον...(“在多大程度上……就在多大程度上……”)。该构想在语法上限制了这类人彼此感到愉快的程度,即他们之所以感到愉快,仅限于他们对从对方身上获得善物(利益)持有希望的范围之内。
  3. 1156b10διʼ αὑτοὺς γὰρ οὕτως ἔχουσι — οὕτως ἔχουσι(“处于这种状态”)的主语是前句中“为朋友希求善的人”。虽然 διʼ αὑτούς 既可理解为“因为他们自身”,也可理解为“因为朋友自身”,但在文脉中,它呼应了前句的 ἐκείνων ἕνεκα(“为了他们的缘故”),并与 κατὰ συμβεβηκός(“付带地”)形成对比,指代基于他们自身本质性格的稳定状态。
  4. 1156b21†ταύτῃ γὰρ ὅμοια† — 文本中的剑号(crux)表明该处的抄本传承受到了严重的损坏。通常的理解是将 ταύτῃ 视为指代完善的友谊(或作“在此方面”),并与后面的“其他事物也是相似的”相连,但其语法衔接非常不自然,因此不同的校订者提出了多种修正方案。

引用这一段

亚里士多德, 尼各马可伦理学 §8.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:8.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。