Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §8.14

不对等友谊中的争端与对父母的债务

第 98 段,共 123 段 · 希腊语

内容简介

讨论了不对等友谊中的争执及通过比例分配(荣誉与利益)的解决办法,并阐释了儿子对父亲所欠下的不对称且无法偿清的债务关系。

§8.14διαφέρονται δὲ καὶ ἐν ταῖς καθʼ ὑπεροχὴν φιλίαις· ἀξιοῖ γὰρ ἑκάτερος πλέον ἔχειν, ὅταν δὲ τοῦτο γίνηται, διαλύεται ἡ φιλία.
在基于优越地位的友谊中也会产生争执;因为双方都要求得到更多,而一旦发生这种情况,友谊就会破裂。
οἴεται γὰρ ὅ τε βελτίων προσήκειν αὑτῷ πλέον ἔχειν· τῷ γὰρ ἀγαθῷ νέμεσθαι πλέον· ὁμοίως δὲ καὶ ὁ ὠφελιμώτερος· ἀχρεῖον γὰρ ὄντα οὔ φασι δεῖν ἴσον ἔχειν· λειτουργίαν τε γὰρ γίνεσθαι καὶ οὐ φιλίαν, εἰ μὴ κατʼ ἀξίαν τῶν ἔργων ἔσται τὰ ἐκ τῆς φιλίας.
因为较优秀的人认为自己理所当然应该得到更多,因为更优越的份额应当分配给善人;同样地,更有用的人也是这样认为;因为他们说,一个无用的人不应当得到同等的份额;因为如果从友谊中获得的东西不符合其行为的价值,这就变成了单方面的公共奉仕,而不是友谊。
οἴονται γάρ, καθάπερ ἐν χρημάτων κοινωνίᾳ πλεῖον λαμβάνουσιν οἱ συμβαλλόμενοι πλεῖον, οὕτω δεῖν καὶ ἐν τῇ φιλίᾳ.
因为他们认为,正如在财产合伙关系中出资更多的人得到更多一样,在友谊中也应当如此。
ὁ δʼ ἐνδεὴς καὶ ὁ χείρων ἀνάπαλιν· φίλου γὰρ ἀγαθοῦ εἶναι τὸ ἐπαρκεῖν τοῖς ἐνδεέσιν·
而缺乏的人和较差的人则相反;因为他们认为,扶助缺乏的人才是好朋友的本分。
τί γάρ, φασίν, ὄφελος σπουδαίῳ ἢ δυνάστῃ φίλον εἶναι, μηδέν γε μέλλοντα ἀπολαύειν;
因为他们说,如果一点好处也得不到,那么成为一个优秀的人或有权势的人的朋友,究竟有什么益处呢?
ἔοικε δʼ οὖν ἑκάτερος ὀρθῶς ἀξιοῦν, καὶ δεῖν ἑκατέρῳ πλέον νέμειν ἐκ τῆς φιλίας, οὐ τοῦ αὐτοῦ δέ, ἀλλὰ τῷ μὲν ὑπερέχοντι τιμῆς τῷ δʼ ἐνδεεῖ κέρδους· τῆς μὲν γὰρ ἀρετῆς καὶ τῆς εὐεργεσίας ἡ τιμὴ γέρας, τῆς δʼ ἐνδείας ἐπικουρία τὸ κέρδος.
如此看来,双方的要求似乎都是正确的,应当在友谊中给双方分配更多,但不是分配同样的东西,而是应当给优越者以荣誉,给缺乏者以利益;因为荣誉是德性和善行的奖赏,而利益则是对缺乏的救助。
οὕτω δʼ ἔχειν τοῦτο καὶ ἐν ταῖς πολιτείαις φαίνεται· οὐ γὰρ τιμᾶται ὁ μηδὲν ἀγαθὸν τῷ κοινῷ πορίζων· τὸ κοινὸν γὰρ δίδοται τῷ τὸ κοινὸν εὐεργετοῦντι, ἡ τιμὴ δὲ κοινόν.
这在城邦政体中似乎也是如此;因为不为共同体提供任何好处的人是不会受到尊崇的;因为公共的财富是给予为公共谋福利的人的,而荣誉本身就是公共的东西。
οὐ γὰρ ἔστιν ἅμα χρηματίζεσθαι ἀπὸ τῶν κοινῶν καὶ τιμᾶσθαι.
因为不可能既从公产中捞取钱财又获得荣誉。
ἐν πᾶσι γὰρ τὸ ἔλαττον οὐδεὶς ὑπομένει· τῷ δὴ περὶ χρήματα ἐλαττουμένῳ τιμὴν ἀπονέμουσι καὶ τῷ δωροδόκῳ χρήματα· τὸ κατʼ ἀξίαν γὰρ ἐπανισοῖ καὶ σῴζει τὴν φιλίαν, καθάπερ εἴρηται.
在一切事情上,没有人会甘愿吃亏;因此,人们把荣誉分配给在金钱上蒙受损失的人,而把金钱分配给接受馈赠的人;因为按价值分配能重新实现平等并维系友谊,正如已经说过的。
οὕτω δὴ καὶ τοῖς ἀνίσοις ὁμιλητέον, καὶ τῷ εἰς χρήματα ὠφελουμένῳ ἢ εἰς ἀρετὴν τιμὴν ἀνταποδοτέον, ἀποδιδόντα τὰ ἐνδεχόμενα.
因此,与不对等的人交往也应当如此,凡在金钱或德性上受益的人,应当在可能的范围内予以回报,以此来报答荣誉。
τὸ δυνατὸν γὰρ ἡ φιλία ἐπιζητεῖ, οὐ τὸ κατʼ ἀξίαν· οὐδὲ γὰρ ἔστιν ἐν πᾶσι, καθάπερ ἐν ταῖς πρὸς τοὺς θεοὺς τιμαῖς καὶ τοὺς γονεῖς· οὐδεὶς γὰρ τὴν ἀξίαν ποτʼ ἂν ἀποδοίη, εἰς δύναμιν δὲ ὁ θεραπεύων ἐπιεικὴς εἶναι δοκεῖ.
因为友谊要求的是可能做到的事,而不是绝对符合其价值的事;因为这并非在所有情况下都可能,就像对神明和父母的尊崇那样;因为没有人能回报与他们价值相称的东西,但只要竭尽全力奉事,就被视为是通情达理的人。
διὸ κἂν δόξειεν οὐκ ἐξεῖναι υἱῷ πατέρα ἀπείπασθαι, πατρὶ δʼ υἱόν· ὀφείλοντα γὰρ ἀποδοτέον, οὐδὲν δὲ ποιήσας ἄξιον τῶν ὑπηργμένων δέδρακεν, ὥστʼ ἀεὶ ὀφείλει. οἷς δʼ ὀφείλεται, ἐξουσία ἀφεῖναι· καὶ τῷ πατρὶ δή.
因此,这似乎意味着儿子不被允许脱离与父亲的关系,而父亲却可以脱离与儿子的关系;因为负债者必须偿还,而儿子无论做了什么,都无法做出与他先前所受恩德相称的事,所以他总是负债;但是债权人有权免除债务,因此父亲当然也有这个权力。
ἅμα δʼ ἴσως οὐδείς ποτʼ ἂν ἀποστῆναι δοκεῖ μὴ ὑπερβάλλοντος μοχθηρίᾳ· χωρὶς γὰρ τῆς φυσικῆς φιλίας τὴν ἐπικουρίαν ἀνθρωπικὸν μὴ διωθεῖσθαι.
但与此同时,除非儿子在邪恶上超乎寻常,否则似乎谁都不会抛弃他;因为除去天生的友谊不谈,不拒绝援助也是人之常情。
τῷ δὲ φευκτὸν ἢ οὐ σπουδαστὸν τὸ ἐπαρκεῖν, μοχθηρῷ ὄντι· εὖ πάσχειν γὰρ οἱ πολλοὶ βούλονται, τὸ δὲ ποιεῖν φεύγουσιν ὡς ἀλυσιτελές.
但对于一个邪恶的儿子来说,扶助父亲则是应该避免的,或者至少是不用热心追求的;因为大多数人都愿意接受恩惠,却把施予恩惠视为无利可图而加以规避。
περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω.
关于这些问题,就谈到这里吧。

词汇与语法注释

  1. 25λειτουργίαν τε γὰρ γίνεσθαι — 间接引语中的宾格不定式结构,取决于字里行间暗示的说话动词 `φασιν`(他们说)。`λειτουργίαν` 指的是公共奉仕或负担。
  2. 1163bοὐ τοῦ αὐτοῦ δέ — 依赖于 `δεῖν` 的不定式从句的一部分,省略了 `νέμειν`(分配),意为“但不应分配相同的东西”。接下来的 `τῷ μὲν ... τῷ δʼ ...` 用作与格,表示该分配的接受者。
  3. 10τῷ δὴ περὶ χρήματα ἐλαττουμένῳ — 作与格的实词化分词,作为动词 `ἀπονέμουσι`(他们分配)的间接宾语。`ἐλαττουμένῳ` 带有中动或被动含义,指“在金钱上处于劣势或吃亏的人”。
  4. 20ὀφείλοντα γὰρ ἀποδοτέον — 无人称动形词 `ἀποδοτέον`(应当偿还)带宾格形式的行为主体 `ὀφείλοντα`(负债者)的结构。这是古典希腊语中无人称动形词的行为主体用宾格表示的典型句法。
  5. 25τῷ δὲ φευκτὸν ἢ οὐ σπουδαστὸν τὸ ἐπαρκεῖν, μοχθηρῷ ὄντι — 与格的 `τῷ` 是指示代词,与后文的条件分词短语 `μοχθηρῷ ὄντι`(如果他是邪恶的人)处于同格关系。句子的主语是不定式短语 `τὸ ἐπαρκεῖν`(扶助),`τῷ` 作为行为者的与格,配合动形词 `φευκτὸν` 和 `σπουδαστὸν` 使用。

引用这一段

亚里士多德, 尼各马可伦理学 §8.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:8.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。