§8.13τριττῶν δʼ οὐσῶν φιλιῶν, καθάπερ ἐν ἀρχῇ εἴρηται, καὶ καθʼ ἑκάστην τῶν μὲν ἐν ἰσότητι φίλων ὄντων τῶν δὲ καθʼ ὑπεροχήν (καὶ γὰρ ὁμοίως ἀγαθοὶ φίλοι γίνονται καὶ ἀμείνων χείρονι, ὁμοίως δὲ καὶ ἡδεῖς καὶ διὰ τὸ χρήσιμον, ἰσάζοντες ταῖς ὠφελείαις καὶ διαφέροντες), τοὺς ἴσους μὲν κατʼ ἰσότητα δεῖ τῷ φιλεῖν καὶ τοῖς λοιποῖς ἰσάζειν, τοὺς δʼ ἀνίσους τὸ ἀνάλογον ταῖς ὑπεροχαῖς ἀποδιδόναι.
正如在开头所说,友谊有三种形式,且在每种形式中,一类人是处于平等地位的朋友,另一类人则是基于优越地位的朋友(因为同样善良的人可以成为朋友,更优秀的人和较差的人也可以成为朋友,同样地,快乐的朋友和基于有用的朋友也是如此,他们或者在益处上是对等的,或者存在着差距)。 因此,对等的人应当基于平等,在爱和其余的事情上做到对等;而处于不对等地位的人,则应当回报与对方的优越程度相称的比例。
γίνεται δὲ τὰ ἐγκλήματα καὶ αἱ μέμψεις ἐν τῇ κατὰ τὸ χρήσιμον φιλίᾳ ἢ μόνῃ ἢ μάλιστα, εὐλόγως.
抱怨和非难只有在基于有用的友谊中才会发生,或者说主要发生在其中,这是合乎情理的。
οἱ μὲν γὰρ διʼ ἀρετὴν φίλοι ὄντες εὖ δρᾶν ἀλλήλους προθυμοῦνται (τοῦτο γὰρ ἀρετῆς καὶ φιλίας), πρὸς τοῦτο δʼ ἁμιλλωμένων οὐκ ἔστιν ἐγκλήματα οὐδὲ μάχαι·
因为基于德性的朋友都热切地想要为彼此做好事(因为这是德性和友谊的特征),在他们为此而竞争时,就不会有抱怨和争吵。
τὸν γὰρ φιλοῦντα καὶ εὖ ποιοῦντα οὐδεὶς δυσχεραίνει, ἀλλʼ ἂν ᾖ χαρίεις, ἀμύνεται εὖ δρῶν.
因为没有人会对一个爱自己并为自己做好事的人产生不满,相反,如果他是宽宏大度的人,就会通过做好事来回报。
ὁ δʼ ὑπερβάλλων, τυγχάνων οὗ ἐφίεται, οὐκ ἂν ἐγκαλοίη τῷ φίλῳ· ἕκαστος γὰρ τοῦ ἀγαθοῦ ὀρέγεται.
而优越的一方因为得到了他所向往的东西,也不会去抱怨他的朋友,因为每个人都在追求善。
οὐ πάνυ δʼ οὐδʼ ἐν τοῖς διʼ ἡδονήν·
在基于快乐的友谊中也几乎没有抱怨。
ἅμα γὰρ ἀμφοῖν γίνεται οὗ ὀρέγονται, εἰ τῷ συνδιάγειν χαίρουσιν· γελοῖος δʼ ἂν φαίνοιτο καὶ ὁ ἐγκαλῶν τῷ μὴ τέρποντι, ἐξὸν μὴ συνημερεύειν.
因为如果他们乐于共同度过时光,他们所追求的东西就会同时向双方呈现;若有人抱怨对方没有带给自己快乐,这显得十分可笑,因为他完全可以选择不与对方共度时光。
ἡ δὲ διὰ τὸ χρήσιμον ἐγκληματική·
然而基于有用的友谊则充满了抱怨。
ἐπʼ ὠφελείᾳ γὰρ χρώμενοι ἀλλήλοις ἀεὶ τοῦ πλείονος δέονται, καὶ ἔλαττον ἔχειν οἴονται τοῦ προσήκοντος, καὶ μέμφονται ὅτι οὐχ ὅσων δέονται τοσούτων τυγχάνουσιν ἄξιοι ὄντες·
因为他们为了益处而互相利用,总是要求得到更多,并认为自己得到的少于应得的分量,还抱怨自己没有得到所需要的那么多,尽管他们自认为配得上。
οἱ δʼ εὖ ποιοῦντες οὐ δύνανται ἐπαρκεῖν τοσαῦτα ὅσων οἱ πάσχοντες δέονται.
而施予恩惠的一方则无法提供像接受者所需要的那样多的东西。
ἔοικε δέ, καθάπερ τὸ δίκαιόν ἐστι διττόν, τὸ μὲν ἄγραφον τὸ δὲ κατὰ νόμον, καὶ τῆς κατὰ τὸ χρήσιμον φιλίας ἣ μὲν ἠθικὴ ἣ δὲ νομικὴ εἶναι.
正义似乎有两种,一种是不成文的,另一种是法定的;同样,基于有用的友谊似乎也有两种,一种是道德的,另一种是法律的。
γίνεται οὖν τὰ ἐγκλήματα μάλισθʼ ὅταν μὴ κατὰ τὴν αὐτὴν συναλλάξωσι καὶ διαλύωνται.
因此,最容易产生抱怨的情况,是双方没有按照同一种性质的方式来进行交易和结束关系。
ἔστι δʼ ἡ νομικὴ μὲν ἡ ἐπὶ ῥητοῖς, ἡ μὲν πάμπαν ἀγοραία ἐκ χειρὸς εἰς χεῖρα, ἡ δὲ ἐλευθεριωτέρα εἰς χρόνον, καθʼ ὁμολογίαν δὲ τί ἀντὶ τίνος.
法律的友谊是基于明文条件的,一种是完全商业性的现货交易,另一种则是更为大方的、约定在一定期限内进行的交易,但都是在“以什么换取什么”的明确协定下进行的。
δῆλον δʼ ἐν ταύτῃ τὸ ὀφείλημα κοὐκ ἀμφίλογον, φιλικὸν δὲ τὴν ἀναβολὴν ἔχει· διόπερ ἐνίοις οὐκ εἰσὶ τούτων δίκαι, ἀλλʼ οἴονται δεῖν στέργειν τοὺς κατὰ πίστιν συναλλάξαντας.
在这种友谊中,债务是清晰无争议的,但在延期支付上保留了友好的成分;因此,在某些地方对于这类事情不予立案诉讼,而是认为那些基于信任进行交易的人应当自行接受。
ἡ δʼ ἠθικὴ οὐκ ἐπὶ ῥητοῖς, ἀλλʼ ὡς φίλῳ δωρεῖται ἢ ὁτιδήποτε ἄλλο· κομίζεσθαι δὲ ἀξιοῖ τὸ ἴσον ἢ πλέον, ὡς οὐ δεδωκὼς ἀλλὰ χρήσας·
而道德的友谊则不基于明文条件,而是像对待朋友那样给予礼物或其他任何东西;但给予者却期望收回对等或更多的回报,仿佛自己不是赠送而是出借一样。
οὐχ ὁμοίως δὲ συναλλάξας καὶ διαλυόμενος ἐγκαλέσει.
如果他在结束关系时不像开始时那样,就会提出抱怨。
τοῦτο δὲ συμβαίνει διὰ τὸ βούλεσθαι μὲν πάντας ἢ τοὺς πλείστους τὰ καλά, προαιρεῖσθαι δὲ τὰ ὠφέλιμα·
这种情况之所以发生,是因为所有人或大多数人都向往高尚的事物,却选择有用的事物。
καλὸν δὲ τὸ εὖ ποιεῖν μὴ ἵνα ἀντιπάθῃ, ὠφέλιμον δὲ τὸ εὐεργετεῖσθαι.
因为做好事而不求回报是高尚的,而接受恩惠则是有用的。
δυναμένῳ δὴ ἀνταποδοτέον τὴν ἀξίαν ὧν ἔπαθεν (ἄκοντα γὰρ φίλον οὐ ποιητέον· ὡς δὴ διαμαρτόντα ἐν τῇ ἀρχῇ καὶ εὖ παθόντα ὑφʼ οὗ οὐκ ἔδει—οὐ γὰρ ὑπὸ φίλου, οὐδὲ διʼ αὐτὸ τοῦτο δρῶντος—καθάπερ οὖν ἐπὶ ῥητοῖς εὐεργετηθέντα διαλυτέον)·
因此,在有能力的情况下,应当偿还与所受恩惠相当的价值(因为不应该违背他人的意愿而使其成为朋友;确实,应该像自己从一开始就犯了错,从不该接受的人那里接受了恩恵一样——因为这并不是来自朋友,对方也并非为此而做——所以应该像按照明文条件接受了恩惠那样来结束关系)。
καὶ †ὁμολογήσαι δʼ† ἂν δυνάμενος ἀποδώσειν· ἀδυνατοῦντα δʼ οὐδʼ ὁ διδοὺς ἠξίωσεν ἄν.
而且,如果有能力偿还,接受者也会同意偿还;如果他无能为力,连给予者也不会有此期望。
ὥστʼ εἰ δυνατόν, ἀποδοτέον.
所以,如果可能的话,应当予以偿还。
ἐν ἀρχῇ δʼ ἐπισκεπτέον ὑφʼ οὗ εὐεργετεῖται καὶ ἐπὶ τίνι, ὅπως ἐπὶ τούτοις ὑπομένῃ ἢ μή.
但在开始时,必须考虑是谁在施予恩惠以及在什么条件之下,以便决定在这些条件下接受与否。
ἀμφισβήτησιν δʼ ἔχει πότερα δεῖ τῇ τοῦ παθόντος ὠφελείᾳ μετρεῖν καὶ πρὸς ταύτην ποιεῖσθαι τὴν ἀνταπόδοσιν, ἢ τῇ τοῦ δράσαντος εὐεργεσίᾳ.
至于应该根据接受者得到的有用性来衡量并据此进行回报,还是应当根据施予者的善行来衡量,这存在着争议。
οἱ μὲν γὰρ παθόντες τοιαῦτά φασι λαβεῖν παρὰ τῶν εὐεργετῶν ἃ μικρὰ ἦν ἐκείνοις καὶ ἐξῆν παρʼ ἑτέρων λαβεῖν, κατασμικρίζοντες· οἳ δʼ ἀνάπαλιν τὰ μέγιστα τῶν παρʼ αὑτοῖς, καὶ ἃ παρʼ ἄλλων οὐκ ἦν, καὶ ἐν κινδύνοις ἢ τοιαύταις χρείαις.
接受者往往贬低对方,说从恩人那里得到的东西对对方来说是微不足道的,而且也可以从别人那里得到;而施予者则相反,说那是他们所拥有的最大、且无法从别人那里得到的东西,并且是在面临危险或在类似的紧要关头给予的。
ἆρʼ οὖν διὰ μὲν τὸ χρήσιμον τῆς φιλίας οὔσης ἡ τοῦ παθόντος ὠφέλεια μέτρον ἐστίν;
那么,难道因为友谊是基于有用的,接受者得到的有用性就是尺度吗?
οὗτος γὰρ ὁ δεόμενος, καὶ ἐπαρκεῖ αὐτῷ ὡς κομιούμενος τὴν ἴσην·
因为他正是那个有需要的人,而另一方帮助他,也是期望得到同等的回报。
τοσαύτη οὖν γεγένηται ἡ ἐπικουρία ὅσον οὗτος ὠφέληται, καὶ ἀποδοτέον δὴ αὐτῷ ὅσον ἐπηύρετο, ἢ καὶ πλέον· κάλλιον γάρ.
因此,这种援助的程度就等同于接受者所得到的有用性,所以接受者应当偿还他所获得的那么多,甚至更多,因为这样更高尚。
ἐν δὲ ταῖς κατʼ ἀρετὴν ἐγκλήματα μὲν οὐκ ἔστιν, μέτρῳ δʼ ἔοικεν ἡ τοῦ δράσαντος προαίρεσις·
然而在基于德性的友谊中则没有抱怨,施予者的抉择似乎就是尺度。
τῆς ἀρετῆς γὰρ καὶ τοῦ ἤθους ἐν τῇ προαιρέσει τὸ κύριον.
因为德性和品格的决定性因素就在于抉择之中。