Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §9.1

异种友谊中的比例等价与受益者评定价值

第 99 段,共 123 段 · 希腊语

内容简介

亚里士多德论证道,为了解决不同种类友谊中的分歧,必须进行比例上的等价交换,而在没有预先约定的交易中,原则上应由恩惠的接受者(受益者)来评定其价值。

§9.1ἐν πάσαις δὲ ταῖς ἀνομοιοειδέσι φιλίαις τὸ ἀνάλογον ἰσάζει καὶ σῴζει τὴν φιλίαν, καθάπερ εἴρηται, οἷον καὶ ἐν τῇ πολιτικῇ τῷ σκυτοτόμῳ ἀντὶ τῶν ὑποδημάτων ἀμοιβὴ γίνεται κατʼ ἀξίαν, καὶ τῷ ὑφάντῃ καὶ τοῖς λοιποῖς.
在所有不同种类的友谊中,正如已经说过的那样,比例关系能使之平等并维护友谊;正如在城邦交际中,鞋匠因其鞋子而获得与其价值相称的回报,织工及其他行业的人也是如此。
ἐνταῦθα μὲν οὖν πεπόρισται κοινὸν μέτρον τὸ νόμισμα, καὶ πρὸς τοῦτο δὴ πάντα ἀναφέρεται καὶ τούτῳ μετρεῖται·
因此,在那个领域,货币已被提供为共同的尺度,一切都参照货币并由其来衡量。
ἐν δὲ τῇ ἐρωτικῇ ἐνίοτε μὲν ὁ ἐραστὴς ἐγκαλεῖ ὅτι ὑπερφιλῶν οὐκ ἀντιφιλεῖται, οὐδὲν ἔχων φιλητόν, εἰ οὕτως ἔτυχεν, πολλάκις δʼ ὁ ἐρώμενος ὅτι πρότερον ἐπαγγελλόμενος πάντα νῦν οὐδὲν ἐπιτελεῖ.
但是在恋爱的友谊中,有时追求者会抱怨说,尽管他极度深爱,却没有得到回报,而碰巧他身上并没有什么值得爱的地方;也有时被爱者会抱怨说,追求者以前承诺了一切,现在却一无履行。
συμβαίνει δὲ τὰ τοιαῦτα, ἐπειδὰν ὃ μὲν διʼ ἡδονὴν τὸν ἐρώμενον φιλῇ, ὃ δὲ διὰ τὸ χρήσιμον τὸν ἐραστήν, ταῦτα δὲ μὴ ἀμφοῖν ὑπάρχῃ.
这种情况发生在一方为了快乐而爱被爱者,而另一方为了有用而爱追求者,而这些东西对双方来说都不复存在的时候。
διὰ ταῦτα γὰρ τῆς φιλίας οὔσης διάλυσις γίνεται, ἐπειδὰν μὴ γίνηται ὧν ἕνεκα ἐφίλουν· οὐ γὰρ αὐτοὺς ἔστεργον ἀλλὰ τὰ ὑπάρχοντα, οὐ μόνιμα ὄντα· διὸ τοιαῦται καὶ αἱ φιλίαι.
因为既然友谊是为了这些而存在的,那么当他们得不到他们所爱的东西时,友谊就会解体;因为他们所爱的并不是彼此本身,而是彼此所拥有的、非永久性的东西;因此,这样的友谊也不是永久性的。
ἡ δὲ τῶν ἠθῶν καθʼ αὑτὴν οὖσα μένει, καθάπερ εἴρηται.
而基于人格的友谊因其自身而存在,所以如前所述是持久的。
διαφέρονται δʼ ὅταν ἕτερα γίνηται αὐτοῖς καὶ μὴ ὧν ὀρέγονται· ὅμοιον γὰρ τῷ μηδὲν γίνεσθαι, ὅταν οὗ ἐφίεται μὴ τυγχάνῃ, οἷον καὶ τῷ κιθαρῳδῷ ὁ ἐπαγγελλόμενος, καὶ ὅσῳ ἄμεινον ᾄσειεν, τοσούτῳ πλείω·
但是,当他们得到的不是他们所渴望的东西时,就会产生分歧;因为如果得不到追求的东西,就等同于一无所得,正如那个对竖琴演奏者许下诺言的人一样:演奏得越好,承诺的报酬就越多;但到了早晨,当演奏者要求履行诺言时,那人却说他已经用快乐回报了快乐。
εἰς ἕω δʼ ἀπαιτοῦντι τὰς ὑποσχέσεις ἀνθʼ ἡδονῆς ἡδονὴν ἀποδεδωκέναι ἔφη. εἰ μὲν οὖν ἑκάτερος τοῦτο ἐβούλετο, ἱκανῶς ἂν εἶχεν· εἰ δʼ ὃ μὲν τέρψιν ὃ δὲ κέρδος, καὶ ὃ μὲν ἔχει ὃ δὲ μή, οὐκ ἂν εἴη τὰ κατὰ τὴν κοινωνίαν καλῶς·
如果双方都希望这样,那自然是好的;但如果一方想要娱乐,另一方想要利益,而一方得到了他想要的,另一方却没得到,那么他们合作的关系就不会顺利。
ὧν γὰρ δεόμενος τυγχάνει, τούτοις καὶ προσέχει, κἀκείνου γε χάριν ταῦτα δώσει.
因为一个人会专注于他所需要的东西,也正是为了这个,他才会给予自己所拥有的。
τὴν ἀξίαν δὲ ποτέρου τάξαι ἐστί, τοῦ προϊεμένου ἢ τοῦ προλαβόντος;
但是,评定价值该是谁的职责呢? 是先给予的人,还是先接受的人?
ὁ γὰρ προϊέμενος ἔοικʼ ἐπιτρέπειν ἐκείνῳ.
因为先给予的人似乎把它托付给了对方。
ὅπερ φασὶ καὶ Πρωταγόραν ποιεῖν· ὅτε γὰρ διδάξειεν ἁδήποτε, τιμῆσαι τὸν μαθόντα ἐκέλευεν ὅσου δοκεῖ ἄξια ἐπίστασθαι, καὶ ἐλάμβανε τοσοῦτον.
据说普罗泰戈拉也是这样做的:每当他传授了什么知识,他都会让学生评估这些知识值多少钱,然后他就接受那个数额。
ἐν τοῖς τοιούτοις δʼ ἐνίοις ἀρέσκει τὸ "μισθὸς δʼ ἀνδρί.
在这样的事情中,有些人赞同这句俗语:「给朋友约定的报酬应当足够。
" οἱ δὲ προλαμβάνοντες τὸ ἀργύριον, εἶτα μηδὲν ποιοῦντες ὧν ἔφασαν διὰ τὰς ὑπερβολὰς τῶν ἐπαγγελιῶν, εἰκότως ἐν ἐγκλήμασι γίνονται· οὐ γὰρ ἐπιτελοῦσιν ἃ ὡμολόγησαν.
」然而,那些预先收取了银钱,然后因为许诺过度而对他们所说的事情一无履行的人,自然会招致指责;因为他们没有履行他们同意的事。
τοῦτο δʼ ἴσως ποιεῖν οἱ σοφισταὶ ἀναγκάζονται διὰ τὸ μηδένα ἂν δοῦναι ἀργύριον ὧν ἐπίστανται.
这也许是诡辩家们被迫采取的手段,因为没有人会为他们所知道的知识付钱。
οὗτοι μὲν οὖν ὧν ἔλαβον τὸν μισθόν, μὴ ποιοῦντες εἰκότως ἐν ἐγκλήμασίν εἰσιν.
因此,这些人因为没有履行他们收取了报酬的服务,自然会招致指责。
ἐν οἷς δὲ μὴ γίνεται διομολογία τῆς ὑπουργίας, οἱ μὲν διʼ αὐτοὺς προϊέμενοι εἴρηται ὅτι ἀνέγκλητοι (τοιαύτη γὰρ ἡ κατʼ ἀρετὴν φιλία), τὴν ἀμοιβήν τε ποιητέον κατὰ τὴν προαίρεσιν (αὕτη γὰρ τοῦ φίλου καὶ τῆς ἀρετῆς)·
但是在没有关于服务约定的情况下,那些为了对方自身而先给予的人,正如已经说过的那样,是免于指责的(因为基于德性的友谊就是这样的),并且回报应当根据(给予者的)意图来进行(因为意图是属于朋友和德性的)。
οὕτω δʼ ἔοικε καὶ τοῖς φιλοσοφίας κοινωνήσασιν·
在那些共享了哲学的人们之间似乎也是如此。
οὐ γὰρ πρὸς χρήμαθʼ ἡ ἀξία μετρεῖται, τιμή τʼ ἰσόρροπος οὐκ ἂν γένοιτο, ἀλλʼ ἴσως ἱκανόν, καθάπερ καὶ πρὸς θεοὺς καὶ πρὸς γονεῖς, τὸ ἐνδεχόμενον.
因为哲学的价值不是用金钱来衡量的,也不可能有对等的荣誉,但是,也许像对待神和父母那样,回报以可能的东西就足够了。
μὴ τοιαύτης δʼ οὔσης τῆς δόσεως ἀλλʼ ἐπί τινι, μάλιστα μὲν ἴσως δεῖ τὴν ἀνταπόδοσιν γίνεσθαι δοκοῦσαν ἀμφοῖν κατʼ ἀξίαν εἶναι, εἰ δὲ τοῦτο μὴ συμβαίνοι, οὐ μόνον ἀναγκαῖον δόξειεν ἂν τὸν προέχοντα τάττειν, ἀλλὰ καὶ δίκαιον·
但如果给予并非如此,而是带有某种条件的,那么最理想的也许是,回报应当被双方认为与价值相称;但如果这种情况没有发生,那么不仅必要,而且公正的是,应当由先接受(受益)的一方来评定价值。
ὅσον γὰρ οὗτος ὠφελήθη ἢ ἀνθʼ ὅσου τὴν ἡδονὴν εἵλετʼ ἄν, τοσοῦτον ἀντιλαβὼν ἕξει τὴν παρὰ τούτου ἀξίαν.
因为这个人受益了多少,或者他愿意以多少代价来选择这种快乐,另一方在回报中得到这么多,他就从他那里得到了与其价值相称的报酬。
καὶ γὰρ ἐν τοῖς ὠνίοις οὕτω φαίνεται γινόμενον, ἐνιαχοῦ τʼ εἰσὶ νόμοι τῶν ἑκουσίων συμβολαίων δίκας μὴ εἶναι, ὡς δέον, ᾧ ἐπίστευσε, διαλυθῆναι πρὸς τοῦτον καθάπερ ἐκοινώνησεν.
因为在商业买卖中似乎也是这样进行的,在某些地方有法律规定,对自愿合同不得提起诉讼,理由是应当与所信任的人解决,正如与他建立合作关系时那样。
ᾧ γὰρ ἐπετράφθη, τοῦτον οἴεται δικαιότερον εἶναι τάξαι τοῦ ἐπιτρέψαντος.
因为人们认为,由被托付的人来评定价值,比由托付的人来评定更公正。
τὰ πολλὰ γὰρ οὐ τοῦ ἴσου τιμῶσιν οἱ ἔχοντες καὶ οἱ βουλόμενοι λαβεῖν· τὰ γὰρ οἰκεῖα καὶ ἃ διδόασιν ἑκάστοις φαίνεται πολλοῦ ἄξια· ἀλλʼ ὅμως ἡ ἀμοιβὴ γίνεται πρὸς τοσοῦτον ὅσον ἂν τάττωσιν οἱ λαμβάνοντες.
因为在大多数情况下,拥有者(给予者)和想要得到者(接受者)对同一事物的估价并不相同;因为对自己拥有的东西以及自己所给予的东西,每个人都觉得其价值很高;然而,回报却是按照接受者所评定的数额进行的。
δεῖ δʼ ἴσως οὐ τοσούτου τιμᾶν ὅσου ἔχοντι φαίνεται ἄξιον, ἀλλʼ ὅσου πρὶν ἔχειν ἐτίμα.
但是,评定价值也许不应当根据拥有它时所显现的价值,而应当根据拥有它之前所估量的价值。

词汇与语法注释

  1. 1164a22τοῦ προϊεμένου ἢ τοῦ προλαβόντος — 所有属格(或谓语属格)结构,追问评定价值是谁的职责,是“先给予的人”(τοῦ προϊεμένου)还是“先接受的人”(τοῦ προλαβόντος)。省略了修饰该属格的名词(如“职责”或“义务”)。
  2. 1164a27μισθὸς δʼ ἀνδρί — 对赫西俄德《工作与时日》第370行(μισθὸς δʼ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω,“给朋友约定的报酬应当足够”)的省略引用。在此语境下,它被引用为必须尊重预先约定报酬的案例。
  3. 1164b8τὸν προέχοντα — 虽然在字面上指“占优势的人”,但在此语境下与 `τὸν προλαμβάνοντα`(先接受者)同义,指通过接受恩惠而预先获得利益的“受益者”。这一解释与后文受益者的视角“这个人受益了多少”(ὅσον γὰρ οὗτος ὠφελήθη)在语境上相契合。
  4. 1164b15ᾧ γὰρ ἐπετράφθη — 关系代名词 `ᾧ` 源于支配与格的 `ἐπιτρέπω`(托付)被动语态,其先行词指向“被托付价值评定权的人”(接受者)。该结构旨在说明自发合同中“被信任的一方(接受者)有权决定结算金额”这一法律惯例的合理性。

引用这一段

亚里士多德, 尼各马可伦理学 §9.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:9.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。