§8.12ἐν κοινωνίᾳ μὲν οὖν πᾶσα φιλία ἐστίν, καθάπερ εἴρηται.
因而,正如已经说过的,一切友谊都在共同体之中。
ἀφορίσειε δʼ ἄν τις τήν τε συγγενικὴν καὶ τὴν ἑταιρικήν.
人们或许可以将亲属的友谊和同伴的友谊区分开来。
αἱ δὲ πολιτικαὶ καὶ φυλετικαὶ καὶ συμπλοϊκαί, καὶ ὅσαι τοιαῦται, κοινωνικαῖς ἐοίκασι μᾶλλον· οἷον γὰρ καθʼ ὁμολογίαν τινὰ φαίνονται εἶναι.
而公民之间的、同部落成员之间的、同舟共济者之间的友谊,以及所有此类友谊,则更像是基于共同体的友谊;因为它们似乎是基于某种协议而存在的。
εἰς ταύτας δὲ τάξειεν ἄν τις καὶ τὴν ξενικήν.
人们也可以把客旅的友谊归入此类。
καὶ ἡ συγγενικὴ δὲ φαίνεται πολυειδὴς εἶναι, ἠρτῆσθαι δὲ πᾶσα ἐκ τῆς πατρικῆς· οἱ γονεῖς μὲν γὰρ στέργουσι τὰ τέκνα ὡς ἑαυτῶν τι ὄντα, τὰ δὲ τέκνα τοὺς γονεῖς ὡς ἀπʼ ἐκείνων τι ὄντα.
亲属的友谊也显得有多种形式,但全部依赖于父辈的友谊;因为父母喜爱子女,视其为自身的一部分,而子女喜爱父母,则因视其为源于父母的一部分。
μᾶλλον δʼ ἴσασιν οἱ γονεῖς τὰ ἐξ αὑτῶν ἢ τὰ γεννηθέντα ὅτι ἐκ τούτων, καὶ μᾶλλον συνωκείωται τὸ ἀφʼ οὗ τῷ γεννηθέντι ἢ τὸ γενόμενον τῷ ποιήσαντι· τὸ γὰρ ἐξ αὐτοῦ οἰκεῖον τῷ ἀφʼ οὗ, οἷον ὀδοὺς θρὶξ ὁτιοῦν τῷ ἔχοντι· ἐκείνῳ δʼ οὐδὲν τὸ ἀφʼ οὗ, ἢ ἧττον.
并且,父母更清楚出自自己的后代是属于自己的,比起出生者清楚自己源于父母;而且,源出者与出生者的联结,要比出生者与生育者更为紧密;因为出自自身的物属于其源头——例如牙齿、头发或任何东西对于拥有它的人——但源头绝不属于出自它的物,或者说联结要弱得多。
καὶ τῷ πλήθει δὲ τοῦ χρόνου· οἳ μὲν γὰρ εὐθὺς γενόμενα στέργουσιν, τὰ δὲ προελθόντος χρόνου τοὺς γονεῖς, σύνεσιν ἢ αἴσθησιν λαβόντα.
在时间的长度上也是如此;因为父母在子女一出生时就喜爱他们,而子女则要等到时间流逝、获得理解力或感觉之后,才喜爱父母。
ἐκ τούτων δὲ δῆλον καὶ διʼ ἃ φιλοῦσι μᾶλλον αἱ μητέρες.
由此,母亲为何更加爱子女的原因也显而易见了。
γονεῖς μὲν οὖν τέκνα φιλοῦσιν ὡς ἑαυτούς (τὰ γὰρ ἐξ αὐτῶν οἷον ἕτεροι αὐτοὶ τῷ κεχωρίσθαι), τέκνα δὲ γονεῖς ὡς ἀπʼ ἐκείνων πεφυκότα, ἀδελφοὶ δʼ ἀλλήλους τῷ ἐκ τῶν αὐτῶν πεφυκέναι· ἡ γὰρ πρὸς ἐκεῖνα ταυτότης ἀλλήλοις ταὐτὸ ποιεῖ· ὅθεν φασὶ ταὐτὸν αἷμα καὶ ῥίζαν καὶ τὰ τοιαῦτα.
因而,父母爱子女如爱自己(因为出自他们的人,由于与之分离,就像是另一个自己);子女爱父母是因为源于他们而生,兄弟彼此相爱则是由于源于同一父母而生;因为与父母的同一性,使他们彼此之间也变得同一;因而人们常说“同血脉”、“同根”等类似的话。
εἰσὶ δὴ ταὐτό πως καὶ ἐν διῃρημένοις.
因而,即使在分离开的个体中,他们在某种意义上也是同一的。
μέγα δὲ πρὸς φιλίαν καὶ τὸ σύντροφον καὶ τὸ καθʼ ἡλικίαν· ἧλιξ γὰρ ἥλικα, καὶ οἱ συνήθεις ἑταῖροι· διὸ καὶ ἡ ἀδελφικὴ τῇ ἑταιρικῇ ὁμοιοῦται.
此外,共同成长和同龄对友谊也大有助益;因为“同龄人喜爱同龄人”,而彼此熟识的人则是同伴;因此,兄弟的友谊也类似于同伴的友谊。
ἀνεψιοὶ δὲ καὶ οἱ λοιποὶ συγγενεῖς ἐκ τούτων συνῳκείωνται· τῷ γὰρ ἀπὸ τῶν αὐτῶν εἶναι.
堂表亲及其他亲属也是以此为起点联结在一起的;因为他们源于同一祖先。
γίνονται δʼ οἳ μὲν οἰκειότεροι οἳ δʼ ἀλλοτριώτεροι τῷ σύνεγγυς ἢ πόρρω τὸν ἀρχηγὸν εἶναι.
他们因共同始祖的亲近或疏远,而变得更为亲近或更为疏远。
ἔστι δʼ ἡ μὲν πρὸς γονεῖς φιλία τέκνοις, καὶ ἀνθρώποις πρὸς θεούς, ὡς πρὸς ἀγαθὸν καὶ ὑπερέχον· εὖ γὰρ πεποιήκασι τὰ μέγιστα· τοῦ γὰρ εἶναι καὶ τραφῆναι αἴτιοι, καὶ γενομένοις τοῦ παιδευθῆναι·
子女对父母的友谊,以及人类对神灵的友谊,是对于善及优越者的友谊;因为他们施予了最大的恩惠:他们是子女存在和抚养的原因,也是子女出生后接受教育的原因。
ἔχει δὲ καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον ἡ τοιαύτη φιλία μᾶλλον τῶν ὀθνείων, ὅσῳ καὶ κοινότερος ὁ βίος αὐτοῖς ἐστίν.
这种友谊比与外人的友谊包含更多的快乐和有用,其程度与他们共同生活的紧密程度成正比。
ἔστι δὲ καὶ ἐν τῇ ἀδελφικῇ ἅπερ καὶ ἐν τῇ ἑταιρικῇ καὶ μᾶλλον ἐν τοῖς ἐπιεικέσι, καὶ ὅλως ἐν τοῖς ὁμοίοις, ὅσῳ οἰκειότεροι καὶ ἐκ γενετῆς ὑπάρχουσι στέργοντες ἀλλήλους, καὶ ὅσῳ ὁμοηθέστεροι οἱ ἐκ τῶν αὐτῶν καὶ σύντροφοι καὶ παιδευθέντες ὁμοίως· καὶ ἡ κατὰ τὸν χρόνον δοκιμασία πλείστη καὶ βεβαιοτάτη.
此外,在兄弟的友谊中,也存在着同伴友谊中所具有的一切,这在贤良的人们中间尤为显著,且一般在相似的人们中间也是如此,因为他们天生更为亲近,并且从出生起就彼此相爱,并且,由于源于同一父母、共同成长且接受相同教育,他们的性格也更为相似;并且由时间所作的检验也是最充分、最可靠的。
ἀνάλογον δὲ καὶ ἐν τοῖς λοιποῖς τῶν συγγενῶν τὰ φιλικά.
在其余亲属之间的友情关系也是按比例类似的。
ἀνδρὶ δὲ καὶ γυναικὶ φιλία δοκεῖ κατὰ φύσιν ὑπάρχειν· ἄνθρωπος γὰρ τῇ φύσει συνδυαστικὸν μᾶλλον ἢ πολιτικόν, ὅσῳ πρότερον καὶ ἀναγκαιότερον οἰκία πόλεως, καὶ τεκνοποιία κοινότερον τοῖς ζῴοις.
夫妻之间的友谊似乎是依天性而存在的;因为人在天性上,与其说是政治的动物,不如说是成双配对的动物,因为家庭比城邦更早出现且更为必需,并且生育子女在动物中也更为普遍。
τοῖς μὲν οὖν ἄλλοις ἐπὶ τοσοῦτον ἡ κοινωνία ἐστίν, οἱ δʼ ἄνθρωποι οὐ μόνον τῆς τεκνοποιίας χάριν συνοικοῦσιν, ἀλλὰ καὶ τῶν εἰς τὸν βίον· εὐθὺς γὰρ διῄρηται τὰ ἔργα, καὶ ἔστιν ἕτερα ἀνδρὸς καὶ γυναικός· ἐπαρκοῦσιν οὖν ἀλλήλοις, εἰς τὸ κοινὸν τιθέντες τὰ ἴδια.
因而,在其他动物中,共同关系仅止于此,但人类同居不仅是为了生育子女,也是为了生活中的各项事务;因为从一开始他们的分工就是明确的,且丈夫和妻子的职责是不同的;因此,他们通过将各自独特的东西投入共同生活中来互相扶助。
διὰ ταῦτα δὲ καὶ τὸ χρήσιμον εἶναι δοκεῖ καὶ τὸ ἡδὺ ἐν ταύτῃ τῇ φιλίᾳ.
由于这些原因,在这类友谊中,有用与快乐似乎也并存。
εἴη δʼ ἂν καὶ διʼ ἀρετήν, εἰ ἐπιεικεῖς εἶεν· ἔστι γὰρ ἑκατέρου ἀρετή, καὶ χαίροιεν ἂν τῷ τοιούτῳ.
如果他们是贤良的人,这也可能是基于德性的友谊;因为双方各有其德性,且他们会为此而感到喜悦。
σύνδεσμος δὲ τὰ τέκνα δοκεῖ εἶναι· διὸ θᾶττον οἱ ἄτεκνοι διαλύονται· τὰ γὰρ τέκνα κοινὸν ἀγαθὸν ἀμφοῖν, συνέχει δὲ τὸ κοινόν.
此外,子女似乎是一种纽带;因此,无子女的人更容易分手;因为子女是双方共同的善,而共同的东西可以将他们维系在一起。
τὸ δὲ πῶς βιωτέον ἀνδρὶ πρὸς γυναῖκα καὶ ὅλως φίλῳ πρὸς φίλον, οὐδὲν ἕτερον φαίνεται ζητεῖσθαι ἢ πῶς δίκαιον· οὐ γὰρ ταὐτὸν φαίνεται τῷ φίλῳ πρὸς τὸν φίλον καὶ τὸν ὀθνεῖον καὶ τὸν ἑταῖρον καὶ τὸν συμφοιτητήν.
至于丈夫应该如何对待妻子,以及广义上朋友对朋友,似乎无异于探究怎样才是正义的;因为对朋友的正义,与对外人、对同伴或对同学的正义,显然是不一样的。