Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §8.11

各政体与家庭中的正义与友谊及其变态政体

第 95 段,共 123 段 · 希腊语

内容简介

探讨了每种正常国制(君主制、贵族制、贤能政体)中正义与友谊的对应关系,并与家庭关系进行类比,随后阐述了在偏离政体(尤其是僭主制)中正义与友谊的缺失,并讨论了与奴隶及无生命之物的关系。

§8.11καθʼ ἑκάστην δὲ τῶν πολιτειῶν φιλία φαίνεται, ἐφʼ ὅσον καὶ τὸ δίκαιον, βασιλεῖ μὲν πρὸς τοὺς βασιλευομένους ἐν ὑπεροχῇ εὐεργεσίας· εὖ γὰρ ποιεῖ τοὺς βασιλευομένους, εἴπερ ἀγαθὸς ὢν ἐπιμελεῖται αὐτῶν, ἵνʼ εὖ πράττωσιν, ὥσπερ νομεὺς προβάτων· ὅθεν καὶ Ὅμηρος τὸν Ἀγαμέμνονα ποιμένα λαῶν εἶπεν.
在每种国制中,友谊显现的程度都与正义相同。 在君主制中,君主对被统治者的友谊在于施予恩惠的卓越;因为君主如果贤良,就会关怀被统治者,使他们生活幸福,如同牧人对待羊群;因此荷马也称阿伽门农为 “民之牧者”。
τοιαύτη δὲ καὶ ἡ πατρική, διαφέρει δὲ τῷ μεγέθει τῶν εὐεργετημάτων· αἴτιος γὰρ τοῦ εἶναι, δοκοῦντος μεγίστου, καὶ τροφῆς καὶ παιδείας.
父亲的友谊也是如此,但在恩惠的伟大程度上有所不同;因为父亲是子女“存在”(这被视为最大的恩惠)、抚养和教育的原因。
καὶ τοῖς προγόνοις δὲ ταῦτα προσνέμεται· φύσει τε ἀρχικὸν πατὴρ υἱῶν καὶ πρόγονοι ἐκγόνων καὶ βασιλεὺς βασιλευομένων.
这些事情也同样归功于祖先;在天性上,父亲统治儿子,祖先统治子孙,君主统治被统治者。
ἐν ὑπεροχῇ δὲ αἱ φιλίαι αὗται, διὸ καὶ τιμῶνται οἱ γονεῖς.
这些友谊存在于优越关系之中,因此父母也受到尊敬。
καὶ τὸ δίκαιον δὴ ἐν τούτοις οὐ ταὐτὸ ἀλλὰ τὸ κατʼ ἀξίαν· οὕτω γὰρ καὶ ἡ φιλία.
在这些关系中的正义并不是相同的,而是根据价值而定的;友谊也是如此。
καὶ ἀνδρὸς δὲ πρὸς γυναῖκα ἡ αὐτὴ φιλία καὶ ἐν ἀριστοκρατίᾳ· κατʼ ἀρετὴν γάρ, καὶ τῷ ἀμείνονι πλέον ἀγαθόν, καὶ τὸ ἁρμόζον ἑκάστῳ· οὕτω δὲ καὶ τὸ δίκαιον.
丈夫对妻子的友谊与贵族制中的相同;因为它是基于德性的,较优者获得较多的善物,并且每个人获得适合自己的东西;正义也是如此。
ἡ δὲ τῶν ἀδελφῶν τῇ ἑταιρικῇ ἔοικεν· ἴσοι γὰρ καὶ ἡλικιῶται, οἱ τοιοῦτοι δʼ ὁμοπαθεῖς καὶ ὁμοήθεις ὡς ἐπὶ τὸ πολύ.
兄弟的友谊则类似于同伴的友谊;因为他们是平等的且同龄,这样的人在大多数情况下具有相似的感情和性格。
ἔοικε δὲ ταύτῃ καὶ ἡ κατὰ τὴν τιμοκρατικήν· ἴσοι γὰρ οἱ πολῖται βούλονται καὶ ἐπιεικεῖς εἶναι· ἐν μέρει δὴ τὸ ἄρχειν, καὶ ἐξ ἴσου· οὕτω δὴ καὶ ἡ φιλία.
在贤能政体中的友谊也类似于此;因为公民们希望平等且贤良;他们轮流且在平等的条件下进行统治;友谊也是如此。
ἐν δὲ ταῖς παρεκβάσεσιν, ὥσπερ καὶ τὸ δίκαιον ἐπὶ μικρόν ἐστιν, οὕτω καὶ ἡ φιλία, καὶ ἥκιστα ἐν τῇ χειρίστῃ· ἐν τυραννίδι γὰρ οὐδὲν ἢ μικρὸν φιλίας.
然而在偏离形态中,正如正义只在极小程度上存在一样,友谊也同样微乎其微,并且在最恶的形态中最为稀少;因为在僭主制中,几乎没有或只有极少友谊。
ἐν οἷς γὰρ μηδὲν κοινόν ἐστι τῷ ἄρχοντι καὶ ἀρχομένῳ, οὐδὲ φιλία· οὐδὲ γὰρ δίκαιον· οἷον τεχνίτῃ πρὸς ὄργανον καὶ ψυχῇ πρὸς σῶμα καὶ δεσπότῃ πρὸς δοῦλον· ὠφελεῖται μὲν γὰρ πάντα ταῦτα ὑπὸ τῶν χρωμένων, φιλία δʼ οὐκ ἔστι πρὸς τὰ ἄψυχα οὐδὲ δίκαιον.
因为在统治者与被统治者之间毫无共同之处的地方,也就没有友谊,因为也没有正义;就像工匠对工具、灵魂对身体、主人对奴隶的关系一样;因为所有这些都受到使用它们者的益处,但对于无生命之物既没有友谊,也没有正义。
ἀλλʼ οὐδὲ πρὸς ἵππον ἢ βοῦν, οὐδὲ πρὸς δοῦλον ᾗ δοῦλος.
甚至对于马或牛,或者对于作为奴隶的奴隶,也没有友谊。
οὐδὲν γὰρ κοινόν ἐστιν· ὁ γὰρ δοῦλος ἔμψυχον ὄργανον, τὸ δʼ ὄργανον ἄψυχος δοῦλος.
因为彼此毫无共同之处;因为奴隶是有生命的工具,而工具则是无生命的奴隶。
ᾗ μὲν οὖν δοῦλος, οὐκ ἔστι φιλία πρὸς αὐτόν, ᾗ δʼ ἄνθρωπος· δοκεῖ γὰρ εἶναί τι δίκαιον παντὶ ἀνθρώπῳ πρὸς πάντα τὸν δυνάμενον κοινωνῆσαι νόμου καὶ συνθήκης· καὶ φιλία δή, καθʼ ὅσον ἄνθρωπος.
因而,作为奴隶,与他没有友谊,但作为人,则是有的;因为在任何人和任何能够参与法律与契约的人之间,似乎都存在某种正义;因此,只要他作为人,也就有友谊。
ἐπὶ μικρὸν δὴ καὶ ἐν ταῖς τυραννίσιν αἱ φιλίαι καὶ τὸ δίκαιον, ἐν δὲ ταῖς δημοκρατίαις ἐπὶ πλεῖον· πολλὰ γὰρ τὰ κοινὰ ἴσοις οὖσιν.
因此,在僭主制中,友谊和正义只在极小程度上存在,但在民主制中,它们存在得更为广泛;因为在平等的人们之间有许多共同之处。

词汇与语法注释

  1. 1161a10ἐφʼ ὅσον καὶ τὸ δίκαιον — 意为“与正义存在的程度相同”。这里的 καί 起到强调与比较对象紧密一致的作用,表明友谊(φιλία)的范围与正义(τὸ δίκαιον)的范围精确对应。
  2. 1161a15αἴτιος γὰρ τοῦ εἶναι, δοκοῦντος μεγίστου, καὶ τροφῆς καὶ παιδείας — 形容词 αἴτιος(“……的原因”)支配了三个属格:τοῦ εἶναι(名词化的不定词“存在”)、τροφῆς(“抚养”)和 παιδείας(“教育”)。分词短语 δοκοῦντος μεγίστου 作为 τοῦ εἶναι 的同格或修饰语,意为“被认为最大的(存在)”。
  3. 1161a23τῷ ἀμείνονι πλέον ἀγαθόν — 省略了系动词 ἐστίν 或表示分配的动词。表达了贵族制中价值比例(分配正义)的原则:“对较优者(τῷ ἀμείνονι,与格),分配较多的善(πλέον ἀγαθόν,主格)”。
  4. 1161b5παντὶ ἀνθρώπῳ πρὸς πάντα τὸν δυνάμενον κοινωνῆσαι νόμου καὶ συνθήκης — παντὶ ἀνθρώπῳ 是取决于 δοκεῖ εἶναί τι δίκαιον(“对任何人似乎都存在某种正义”)的与格。πρὸς πάντα τὸν δυνάμενον(“针对每一个能够……的人”)表示这一正义关系的指向对象,不定式 κοινωνῆσαι(“参与/分享”)修饰 δυνάμενον 并支配属格 νόμου καὶ συνθήκης(“法律与契约”)。

引用这一段

亚里士多德, 尼各马可伦理学 §8.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:8.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。