Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §8.10

三种国制及其变态形式与家庭关系的对应

第 94 段,共 123 段 · 希腊语

内容简介

亚里士多德对三种正确的国制(君主制、贵族制和贤能政体)及其偏离形式(僭主制、寡头制和民主制)进行了分类,并表明这些形式与家庭内部的支配关系(父子、夫妻、兄弟、主人与奴隶)相对应。

§8.10πολιτείας δʼ ἐστὶν εἴδη τρία, ἴσαι δὲ καὶ παρεκβάσεις, οἷον φθοραὶ τούτων.
国制有三种形式,也有同等数量的偏离,即它们的败坏形式。
εἰσὶ δʼ αἱ μὲν πολιτεῖαι βασιλεία τε καὶ ἀριστοκρατία, τρίτη δὲ ἀπὸ τιμημάτων, ἣν τιμοκρατικὴν λέγειν οἰκεῖον φαίνεται, πολιτείαν δʼ αὐτὴν εἰώθασιν οἱ πλεῖστοι καλεῖν.
这些国制是君主制、贵族制,以及第三种基于财产估价的国制,称其为“贤能政体”似乎很贴切,但大多数人习惯称其为“国制”。
τούτων δὲ βελτίστη μὲν ἡ βασιλεία, χειρίστη δʼ ἡ τιμοκρατία.
在这些国制中,最善的是君主制,最恶的是贤能政体。
παρέκβασις δὲ βασιλείας μὲν τυραννίς· ἄμφω γὰρ μοναρχίαι, διαφέρουσι δὲ πλεῖστον·
君主制的偏离是僭主制;因为两者都是独裁统治,但差别最大。
ὁ μὲν γὰρ τύραννος τὸ αὑτῷ συμφέρον σκοπεῖ, ὁ δὲ βασιλεὺς τὸ τῶν ἀρχομένων.
因为僭主谋求的是自己的利益,而君主则谋求被统治者的利益。
οὐ γάρ ἐστι βασιλεὺς ὁ μὴ αὐτάρκης καὶ πᾶσι τοῖς ἀγαθοῖς ὑπερέχων· ὁ δὲ τοιοῦτος οὐδενὸς προσδεῖται· τὰ ὠφέλιμα οὖν αὑτῷ μὲν οὐκ ἂν σκοποίη, τοῖς δʼ ἀρχομένοις·
因为一个不自足且不优于一切善物的人,就不是君主;这样的人无求于任何事物;因此,他不会谋求对自身有利的事,而是会谋求对被统治者有利的事。
ὁ γὰρ μὴ τοιοῦτος κληρωτὸς ἄν τις εἴη βασιλεύς.
因为不具备这些特征的君主,不过是抽签产生的君主。
ἡ δὲ τυραννὶς ἐξ ἐναντίας ταύτῃ· τὸ γὰρ ἑαυτῷ ἀγαθὸν διώκει.
而僭主制则与此相反;因为僭主追求的是自身的利益。
καὶ φανερώτερον ἐπὶ ταύτης ὅτι χειρίστη· κάκιστον δὲ τὸ ἐναντίον τῷ βελτίστῳ.
在僭主制的情况下,它是最恶的这一点更为明显;而最善的对立面就是最恶的。
μεταβαίνει δʼ ἐκ βασιλείας εἰς τυραννίδα· φαυλότης γάρ ἐστι μοναρχίας ἡ τυραννίς, ὁ δὲ μοχθηρὸς βασιλεὺς τύραννος γίνεται.
国制从君主制过渡到僭主制;因为僭主制是独裁统治的恶劣形式,邪恶的君主便成为僭主。
ἐξ ἀριστοκρατίας δὲ εἰς ὀλιγαρχίαν κακίᾳ τῶν ἀρχόντων, οἳ νέμουσι τὰ τῆς πόλεως παρὰ τὴν ἀξίαν, καὶ πάντα ἢ τὰ πλεῖστα τῶν ἀγαθῶν ἑαυτοῖς, καὶ τὰς ἀρχὰς ἀεὶ τοῖς αὐτοῖς, περὶ πλείστου ποιούμενοι τὸ πλουτεῖν· ὀλίγοι δὴ ἄρχουσι καὶ μοχθηροὶ ἀντὶ τῶν ἐπιεικεστάτων.
从贵族制过渡到寡头制是由于统治者的邪恶,他们不按价值分配城邦的财产,将全部或大部分善物据为己有,并且官职总是给相同的人,把致富看作最重要的事情;因此,统治的是少数邪恶之人,而非最优秀的人。
ἐκ δὲ τιμοκρατίας εἰς δημοκρατίαν· σύνοροι γάρ εἰσιν αὗται· πλήθους γὰρ βούλεται καὶ ἡ τιμοκρατία εἶναι, καὶ ἴσοι πάντες οἱ ἐν τῷ τιμήματι.
从贤能政体过渡到民主制;因为它们是邻近的;因为贤能政体也旨在由多数人统治,且凡达到财产估价标准的人一律平等。
ἥκιστα δὲ μοχθηρόν ἐστιν ἡ δημοκρατία· ἐπὶ μικρὸν γὰρ παρεκβαίνει τὸ τῆς πολιτείας εἶδος.
民主制是危害最轻的偏离;因为它偏离国制的形式只有一点点。
μεταβάλλουσι μὲν οὖν μάλισθʼ οὕτως αἱ πολιτεῖαι· ἐλάχιστον γὰρ οὕτω καὶ ῥᾷστα μεταβαίνουσιν.
因此,国制主要以这种方式发生转变;因为这样转变最小,也最容易。
ὁμοιώματα δʼ αὐτῶν καὶ οἷον παραδείγματα λάβοι τις ἂν καὶ ἐν ταῖς οἰκίαις.
人们在家庭中也可以找到它们的相似物,或者说是范例。
ἡ μὲν γὰρ πατρὸς πρὸς υἱεῖς κοινωνία βασιλείας ἔχει σχῆμα· τῶν τέκνων γὰρ τῷ πατρὶ μέλει·
因为父亲与儿子们的共同体具有君主制的形式;因为父亲关怀孩子。
ἐντεῦθεν δὲ καὶ Ὅμηρος τὸν Δία πατέρα προσαγορεύει· πατρικὴ γὰρ ἀρχὴ βούλεται ἡ βασιλεία εἶναι.
因此荷马也称宙斯为“父亲”;因为君主制旨在成为一种父权统治。
ἐν Πέρσαις δʼ ἡ τοῦ πατρὸς τυραννική· χρῶνται γὰρ ὡς δούλοις τοῖς υἱέσιν.
但在波斯人中,父亲的统治是僭主制的;因为他们把儿子当作奴隶对待。
τυραννικὴ δὲ καὶ ἡ δεσπότου πρὸς δούλους· τὸ γὰρ τοῦ δεσπότου συμφέρον ἐν αὐτῇ πράττεται.
主人对奴隶的支配也是僭主制的;因为在这种支配中,实行的是主人的利益。
αὕτη μὲν οὖν ὀρθὴ φαίνεται, ἡ Περσικὴ δʼ ἡμαρτημένη· τῶν διαφερόντων γὰρ αἱ ἀρχαὶ διάφοροι.
这种支配似乎是正确的,而波斯人的方式则是错误的;因为对不同的人,支配也应当不同。
ἀνδρὸς δὲ καὶ γυναικὸς ἀριστοκρατικὴ φαίνεται· κατʼ ἀξίαν γὰρ ὁ ἀνὴρ ἄρχει, καὶ περὶ ταῦτα ἃ δεῖ τὸν ἄνδρα· ὅσα δὲ γυναικὶ ἁρμόζει, ἐκείνῃ ἀποδίδωσιν.
夫妻关系则显然是贵族制的;因为丈夫根据价值来统治,并且统治那些属于丈夫应当管辖的事物;而凡是适合妻子的,他都交托给妻子。
ἁπάντων δὲ κυριεύων ὁ ἀνὴρ εἰς ὀλιγαρχίαν μεθίστησιν· παρὰ τὴν ἀξίαν γὰρ αὐτὸ ποιεῖ, καὶ οὐχ ᾗ ἀμείνων.
但如果丈夫掌管一切,他就会使其转向寡头制;因为他这样做违背了价值,而不是因为他在这些方面更为优秀。
ἐνίοτε δὲ ἄρχουσιν αἱ γυναῖκες ἐπίκληροι οὖσαι· οὐ δὴ γίνονται κατʼ ἀρετὴν αἱ ἀρχαί, ἀλλὰ διὰ πλοῦτον καὶ δύναμιν, καθάπερ ἐν ταῖς ὀλιγαρχίαις.
有时,妻子作为女继承人进行统治;因此,这种统治并不是基于德性,而是由于财富和权力,就像在寡头制中一样。
τιμοκρατικῇ δʼ ἔοικεν ἡ τῶν ἀδελφῶν· ἴσοι γάρ, πλὴν ἐφʼ ὅσον ταῖς ἡλικίαις διαλλάττουσιν· διόπερ ἂν πολὺ ταῖς ἡλικίαις διαφέρωσιν, οὐκέτι ἀδελφικὴ γίνεται ἡ φιλία.
兄弟的关系则类似于贤能政体;因为他们是平等的,除了在年龄上有所差异之外;因此,如果他们在年龄上相差悬殊,他们的友谊就不再是兄弟般的了。
δημοκρατία δὲ μάλιστα μὲν ἐν ταῖς ἀδεσπότοις τῶν οἰκήσεων (ἐνταῦθα γὰρ πάντες ἐξ ἴσου), καὶ ἐν αἷς ἀσθενὴς ὁ ἄρχων καὶ ἑκάστῳ ἐξουσία.
民主制最主要见于那些没有主人的家庭(因为在那里所有人都是平等的),以及统治者软弱、人人都有权力的家庭。

词汇与语法注释

  1. ¦35¦πολιτείαν — 反映了亚里士多德对该词的双重用法,它既指一般的“国制(政体)”,又特指基于财产资格的特定政体形式(通常译为“共和政体”或“平民政体”)。
  2. ¦5¦κληρωτὸς — 意为“抽签决定的”。背景是雅典民主政体中通过抽签任命官员的实践,暗含讽刺:一个缺乏相应资质和充足财富的君主,与仅凭运气选出的官员无异。
  3. ¦1161a¦ἐπίκληροι — 指雅典法律中的“女继承人”(epikleros),即在没有男性继承人的情况下,依法必须与最近的父系亲属结婚以继承家系和财产的女性。此处用作妻子凭借财富在家庭中获得不当支配权(类似于寡头制)的例子。

引用这一段

亚里士多德, 尼各马可伦理学 §8.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:8.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。