Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §8.1-8.2

友谊的必要性与三种被爱之物的定义

第 86 段,共 123 段 · 希腊语

内容简介

在本章节中,亚里士多德阐述了友谊(philia)在人生和城邦中不可缺的地位,并搁置自然哲学讨论,转向伦理学视角的探究。接着,他提出了所爱之物的三种要素(善、愉快、有用),并指出友谊的成立必须基于这三种原因之一,且需要彼此知晓、相互回报的善意。

§8.1μετὰ δὲ ταῦτα περὶ φιλίας ἕποιτʼ ἂν διελθεῖν·
在这些之后,接下来应当探讨友谊。
ἔστι γὰρ ἀρετή τις ἢ μετʼ ἀρετῆς, ἔτι δʼ ἀναγκαιότατον εἰς τὸν βίον.
因为友谊是一种德性,或者伴随着德性,而且是生活中最不可或缺的东西。
ἄνευ γὰρ φίλων οὐδεὶς ἕλοιτʼ ἂν ζῆν, ἔχων τὰ λοιπὰ ἀγαθὰ πάντα·
因为如果没有朋友,即便拥有其他一切善物,也没有人会选择活着。
καὶ γὰρ πλουτοῦσι καὶ ἀρχὰς καὶ δυναστείας κεκτημένοις δοκεῖ φίλων μάλιστʼ εἶναι χρεία· τί γὰρ ὄφελος τῆς τοιαύτης εὐετηρίας ἀφαιρεθείσης εὐεργεσίας, ἣ γίγνεται μάλιστα καὶ ἐπαινετωτάτη πρὸς φίλους;
因为对于那些富有、拥有官职和权力的人来说,似乎最需要朋友;因为如果这种繁荣被剥夺了行善的机会,那还有什么用处呢? 而这种行善主要是针对朋友进行的,也是最值得称赞的。
ἢ πῶς ἂν τηρηθείη καὶ σῴζοιτʼ ἄνευ φίλων;
或者,如果没有朋友,这种繁荣又如何能得到守护并保持安全呢?
ὅσῳ γὰρ πλείων, τοσούτῳ ἐπισφαλεστέρα.
因为它越大,就越具有危险性。
ἐν πενίᾳ τε καὶ ταῖς λοιπαῖς δυστυχίαις μόνην οἴονται καταφυγὴν εἶναι τοὺς φίλους.
在贫困和其他不幸中,人们认为朋友是唯一的避难所。
καὶ νέοις δὲ πρὸς τὸ ἀναμάρτητον καὶ πρεσβυτέροις πρὸς θεραπείαν καὶ τὸ ἐλλεῖπον τῆς πράξεως διʼ ἀσθένειαν βοηθείας, τοῖς τʼ ἐν ἀκμῇ πρὸς τὰς καλὰς πράξεις· "σύν τε δύʼ ἐρχομένω· " καὶ γὰρ νοῆσαι καὶ πρᾶξαι δυνατώτεροι.
此外,对于年轻人,友谊有助于防范错误;对于老年人,它有助于照料以及因软弱而导致活动能力不足时的援助;对于处于鼎盛时期的人,它有助于进行高尚的活动: “二人同行……” 因为两人同行,在思考和行动上都会更有力量。
φύσει τʼ ἐνυπάρχειν ἔοικε πρὸς τὸ γεγεννημένον τῷ γεννήσαντι καὶ πρὸς τὸ γεννῆσαν τῷ γεννηθέντι, οὐ μόνον ἐν ἀνθρώποις ἀλλὰ καὶ ἐν ὄρνισι καὶ τοῖς πλείστοις τῶν ζῴων, καὶ τοῖς ὁμοεθνέσι πρὸς ἄλληλα, καὶ μάλιστα τοῖς ἀνθρώποις, ὅθεν τοὺς φιλανθρώπους ἐπαινοῦμεν.
此外,生者对被生者、以及被生者对生者之间的爱,似乎天生就存在着。 这不仅存在于人类中,也存在于鸟类和大多数动物中,同族群的成员之间也是如此,尤其是在人类中,因此我们赞美那些热爱人类的人。
ἴδοι δʼ ἄν τις καὶ ἐν ταῖς πλάναις ὡς οἰκεῖον ἅπας ἄνθρωπος ἀνθρώπῳ καὶ φίλον.
人们在漂泊旅途中也可以看到,每个人类对于另一个人类来说,是多么亲近和可亲。
ἔοικε δὲ καὶ τὰς πόλεις συνέχειν ἡ φιλία, καὶ οἱ νομοθέται μᾶλλον περὶ αὐτὴν σπουδάζειν ἢ τὴν δικαιοσύνην· ἡ γὰρ ὁμόνοια ὅμοιόν τι τῇ φιλίᾳ ἔοικεν εἶναι, ταύτης δὲ μάλιστʼ ἐφίενται καὶ τὴν στάσιν ἔχθραν οὖσαν μάλιστα ἐξελαύνουσιν·
此外,友谊似乎还能维系城邦,立法者们对它的重视甚至超过了公正;因为同心似乎与友谊相似,他们最追求同心,而最极力驱逐作为敌对状态的内讧。
καὶ φίλων μὲν ὄντων οὐδὲν δεῖ δικαιοσύνης, δίκαιοι δʼ ὄντες προσδέονται φιλίας, καὶ τῶν δικαίων τὸ μάλιστα φιλικὸν εἶναι δοκεῖ.
当人们是朋友时,根本不需要公正;而当人们是公正的时候,他们仍然需要友谊。 在公正的事情中,最具有友谊色彩的事情似乎是最优越的。
οὐ μόνον δʼ ἀναγκαῖόν ἐστιν ἀλλὰ καὶ καλόν·
友谊不仅是必要的,也是高尚的。
τοὺς γὰρ φιλοφίλους ἐπαινοῦμεν, ἥ τε πολυφιλία δοκεῖ τῶν καλῶν ἕν τι εἶναι·
因为我们赞美那些热爱朋友的人,而拥有众多朋友被认为是高尚的事情之一。
καὶ ἔτι τοὺς αὐτοὺς οἴονται ἄνδρας ἀγαθοὺς εἶναι καὶ φίλους.
此外,人们认为同样的人既是好人又是朋友。
διαμφισβητεῖται δὲ περὶ αὐτῆς οὐκ ὀλίγα.
然而,关于友谊的争论并不少。
οἳ μὲν γὰρ ὁμοιότητά τινα τιθέασιν αὐτὴν καὶ τοὺς ὁμοίους φίλους, ὅθεν τὸν ὅμοιόν φασιν ὡς τὸν ὅμοιον, καὶ κολοιὸν ποτὶ κολοιόν, καὶ τὰ τοιαῦτα·
因为有人认为它是一种相似性,相似的人就是朋友,因此他们说“同类相从”、“寒鸦聚于寒鸦”,以及诸如此类的话。
οἳ δʼ ἐξ ἐναντίας κεραμεῖς πάντας τοὺς τοιούτους ἀλλήλοις φασὶν εἶναι.
另一些人则相反,说所有这样的人彼此都是“陶工”。
καὶ περὶ αὐτῶν τούτων ἀνώτερον ἐπιζητοῦσι καὶ φυσικώτερον, Εὐριπίδης μὲν φάσκων ἐρᾶν μὲν ὄμβρου γαῖαν ξηρανθεῖσαν, ἐρᾶν δὲ σεμνὸν οὐρανὸν πληρούμενον ὄμβρου πεσεῖν ἐς γαῖαν, καὶ Ἡράκλειτος τὸ ἀντίξουν συμφέρον καὶ ἐκ τῶν διαφερόντων καλλίστην ἁρμονίαν καὶ πάντα κατʼ ἔριν γίνεσθαι·
对于这些问题本身,人们进行了更高深、更偏向自然哲学的探讨。 欧里庇得斯声声“干涸的大地渴望雨水,而充满雨水的崇高天空则渴望降落到大地上”;赫拉克利特声称“相互排斥者相契合,最美的和谐产生于差异,万物皆因斗争而生”。
ἐξ ἐναντίας δὲ τούτοις ἄλλοι τε καὶ Ἐμπεδοκλῆς· τὸ γὰρ ὅμοιον τοῦ ὁμοίου ἐφίεσθαι.
与此相反,恩培多克勒等人则主张“同类追求同类”。
τὰ μὲν οὖν φυσικὰ τῶν ἀπορημάτων ἀφείσθω (οὐ γὰρ οἰκεῖα τῆς παρούσης σκέψεως)· ὅσα δʼ ἐστὶν ἀνθρωπικὰ καὶ ἀνήκει εἰς τὰ ἤθη καὶ τὰ πάθη, ταῦτʼ ἐπισκεψώμεθα, οἷον πότερον ἐν πᾶσι γίνεται φιλία ἢ οὐχ οἷόν τε μοχθηροὺς ὄντας φίλους εἶναι, καὶ πότερον ἓν εἶδος τῆς φιλίας ἐστὶν ἢ πλείω.
那么,关于自然哲学的难题就先搁置一旁吧(因为它们并不适合当下的探讨);至于那些属于人类的、关乎性格和情感的问题,让我们予以考察。 例如:友谊是否产生于所有人之间? 还是坏人不可能成为朋友? 以及,友谊是一种还是有多种?
οἱ μὲν γὰρ ἓν οἰόμενοι, ὅτι ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, οὐχ ἱκανῷ πεπιστεύκασι σημείῳ· δέχεται γὰρ τὸ μᾶλλον καὶ ἧττον καὶ τὰ ἕτερα τῷ εἴδει.
因为那些因为友谊能容许“更多”和“更少”而认为友谊只有一种的人,所依据的根据是不充分的;因为在种上不同的事物,也同样容许“更多”和“更少”。
εἴρηται δʼ ὑπὲρ αὐτῶν ἔμπροσθεν.
关于这些,我们在前面已经谈过了。
§8.2τάχα δʼ ἂν γένοιτο περὶ αὐτῶν φανερὸν γνωρισθέντος τοῦ φιλητοῦ.
如果我们认清了什么是“值得爱的事物”,这些问题或许就会变得清晰。
δοκεῖ γὰρ οὐ πᾶν φιλεῖσθαι ἀλλὰ τὸ φιλητόν, τοῦτο δʼ εἶναι ἀγαθὸν ἢ ἡδὺ ἢ χρήσιμον·
因为人们似乎并不是爱一切事物,而只是爱那“值得爱的事物”;而这就是善、愉快或有用。
δόξειε δʼ ἂν χρήσιμον εἶναι διʼ οὗ γίνεται ἀγαθόν τι ἢ ἡδονή, ὥστε φιλητὰ ἂν εἴη τἀγαθόν τε καὶ τὸ ἡδὺ ὡς τέλη.
有用似乎是通过它而产生某种善或快乐的东西,因此,作为目的的善和愉快才是值得爱的事物。
πότερον οὖν τἀγαθὸν φιλοῦσιν ἢ τὸ αὑτοῖς ἀγαθόν;
那么,人们爱的是善本身,还是对自己有益的善?
διαφωνεῖ γὰρ ἐνίοτε ταῦτα.
因为这两者有时是不一致的。
ὁμοίως δὲ καὶ περὶ τὸ ἡδύ.
关于愉快也同样如此。
δοκεῖ δὲ τὸ αὑτῷ ἀγαθὸν φιλεῖν ἕκαστος, καὶ εἶναι ἁπλῶς μὲν τἀγαθὸν φιλητόν, ἑκάστῳ δὲ τὸ ἑκάστῳ·
似乎每个人爱的是对自己有益的善,而且在无条件的意义上,善是值得爱的事物;但对每个人来说,则是对每个人有益的善。
φιλεῖ δʼ ἕκαστος οὐ τὸ ὂν αὑτῷ ἀγαθὸν ἀλλὰ τὸ φαινόμενον.
然而,每个人实际爱的并不是对自己真正有益的事物,而是显得有益的事物。
διοίσει δʼ οὐδέν· ἔσται γὰρ τὸ φιλητὸν φαινόμενον.
但这并没有什么不同;因为所爱之物就将是那显得是善的事物。
τριῶν δʼ ὄντων διʼ ἃ φιλοῦσιν, ἐπὶ μὲν τῇ τῶν ἀψύχων φιλήσει οὐ λέγεται φιλία· οὐ γάρ ἐστιν ἀντιφίλησις, οὐδὲ βούλησις ἐκείνῳ ἀγαθοῦ (γελοῖον γὰρ ἴσως τῷ οἴνῳ βούλεσθαι τἀγαθά, ἀλλʼ εἴπερ, σῴζεσθαι βούλεται αὐτόν, ἵνα αὐτὸς ἔχῃ)· τῷ δὲ φίλῳ φασὶ δεῖν βούλεσθαι τἀγαθὰ ἐκείνου ἕνεκα.
既然人们产生爱的原因有三,那么对无生命之物的爱就不被称为“友谊”;因为这里没有相互的爱,也没有为对方希求善(因为对葡萄酒希求善大概是可笑的,如果真要希求,也只是希望它得以保存,以便自己能够拥有它);对于朋友,应当为了对方的缘故而希求善。
τοὺς δὲ βουλομένους οὕτω τἀγαθὰ εὔνους λέγουσιν, ἂν μὴ ταὐτὸ καὶ παρʼ ἐκείνου γίνηται· εὔνοιαν γὰρ ἐν ἀντιπεπονθόσι φιλίαν εἶναι.
这种如此希求善、但在对方那里并未产生同样回应的人,被人们称为“怀有善意者”;因为人们说,在相互回报的关系中,善意就是友谊。
ἢ προσθετέον μὴ λανθάνουσαν;
或者我们应当加上“不隐藏”这一条件?
πολλοὶ γάρ εἰσιν εὖνοι οἷς οὐχ ἑωράκασιν, ὑπολαμβάνουσι δὲ ἐπιεικεῖς εἶναι ἢ χρησίμους· τοῦτο δὲ τὸ αὐτὸ κἂν ἐκείνων τις πάθοι πρὸς τοῦτον.
因为有许多人对那些未曾谋面、但推测其为贤良或有用的人怀有善意;而那些人中的某一个,也可能对这个人怀有同样的感觉。
εὖνοι μὲν οὖν οὗτοι φαίνονται ἀλλήλοις· φίλους δὲ πῶς ἄν τις εἴποι λανθάνοντας ὡς ἔχουσιν ἑαυτοῖς;
那么,这些人显然彼此怀有善意;但在彼此不了解对方如何对待自己的情况下,又怎么能称他们为朋友呢?
δεῖ ἄρα εὐνοεῖν ἀλλήλοις καὶ βούλεσθαι τἀγαθὰ μὴ λανθάνοντας διʼ ἕν τι τῶν εἰρημένων.
因此,他们必须因为上述提及的某一个原因,而彼此怀有善意,并在不隐藏的情况下为彼此希求善。

词汇与语法注释

  1. 1155a3ἔστι γὰρ ἀρετή τις ἢ μετʼ ἀρετῆς — “它是一种德性,或者伴随着德性”,指出了友谊在伦理学性质上的分类,即它本身是某种德性,还是德性的伴随物。
  2. 1155a15σύν τε δύʼ ἐρχομένω — 引用自荷马《伊利亚特》第10卷第224行。在所引用的俗语诗句中省略了动词,在此处它直接与亚里士多德接下来的解释“因为两人同行,在思考和行动上都会更有力量”相连接。
  3. 1155a22ἔοικε δὲ καὶ τὰς πόλεις συνέχειν ἡ φιλία — 不定式动词 συνέχειν(“维系”或“结合”)以 ἡ φιλία 为其语法主语,以 τὰς πόλεις 为其对格直接宾语,从而将友谊描绘为一种主动的凝聚力量。
  4. 1155b11οἱ μὲν γὰρ ἓν οἰόμενοι, ὅτι ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, οὐχ ἱκανῷ πεπιστεύκασι σημείῳ — 主句的动词是 πεπιστεύκασι,其主语是分词短语 οἱ... οἰόμενοι。其中的 ὅτι 从句解释了他们如此认为的依据,充当那些人想法的内容。
  5. 1155b33εὔνοιαν γὰρ ἐν ἀνθρώποις φιλίαν εἶναι — 这是承接前文 φασίν 的带对格不定式(A.C.I.)间接引语结构。εὔνοιαν(善意)为不定式 εἶναι 的对格主语,而 φιλίαν(友谊)为对格表语。

引用这一段

亚里士多德, 尼各马可伦理学 §8.1-8.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:8.1-8.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。