Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §7.14

肉体快乐的吸引力与神不变的快乐

第 85 段,共 123 段 · 希腊语

内容简介

本节分析了肉体快乐为何更受欢迎的原因(作为痛苦的治疗、其剧烈性以及追求变化的本性),并将人类易变的欲望与神不变的快乐进行对比,以此总结了本卷关于自制与快乐的讨论。

§7.14περὶ δὲ δὴ τῶν σωματικῶν ἡδονῶν ἐπισκεπτέον τοῖς λέγουσιν ὅτι ἔνιαί γε ἡδοναὶ αἱρεταὶ σφόδρα, οἷον αἱ καλαί, ἀλλʼ οὐχ αἱ σωματικαὶ καὶ περὶ ἃς ὁ ἀκόλαστος.
然而,关于肉体快乐,我们必须对那些声称“某些快乐确实非常值得选择,例如高尚的快乐,但肉体快乐以及放纵者所沉溺的快乐并非如此”的人进行考察。
διὰ τί οὖν αἱ ἐναντίαι λῦπαι μοχθηραί;
那么,为什么相反的痛苦是坏的(恶)呢?
κακῷ γὰρ ἀγαθὸν ἐναντίον.
因为善与恶是对立的。
ἢ οὕτως ἀγαθαὶ αἱ ἀναγκαῖαι, ὅτι καὶ τὸ μὴ κακὸν ἀγαθόν ἐστιν;
或者,必要的快乐在“非恶即善”的意义上是这样一种善吗?
ἢ μέχρι του ἀγαθαί;
还是在一定限度内是善?
τῶν μὲν γὰρ ἕξεων καὶ κινήσεων ὅσων μὴ ἔστι τοῦ βελτίονος ὑπερβολή, οὐδὲ τῆς ἡδονῆς· ὅσων δʼ ἔστι, καὶ τῆς ἡδονῆς.
因为,在那些不存在“更好状态”之过度的状态和运动中,其快乐也不会有过度;而在那些存在过度的状态和运动中,其快乐也会有过度。
ἔστιν δὲ τῶν σωματικῶν ἀγαθῶν ὑπερβολή, καὶ ὁ φαῦλος τῷ διώκειν τὴν ὑπερβολήν ἐστιν, ἀλλʼ οὐ τὰς ἀναγκαίας· πάντες γὰρ χαίρουσί πως καὶ ὄψοις καὶ οἴνοις καὶ ἀφροδισίοις, ἀλλʼ οὐχ ὡς δεῖ.
而肉体善是有过度的,坏人之所以坏,就在于追求这种过度,而不是追求必要的快乐;因为所有人都在某种程度上享受佳肴、美酒和性爱,但并非以应有的方式。
ἐναντίως δʼ ἐπὶ τῆς λύπης· οὐ γὰρ τὴν ὑπερβολὴν φεύγει, ἀλλʼ ὅλως· οὐ γάρ ἐστι τῇ ὑπερβολῇ λύπη ἐναντία ἀλλʼ ἢ τῷ διώκοντι τὴν ὑπερβολήν.
然而,在痛苦方面则相反:坏人避开的不是痛苦的过度,而是彻底避开痛苦;因为痛苦并不与快乐的过度对立,而只是对追求过度的人而言存在对立。
ἐπεὶ δʼ οὐ μόνον δεῖ τἀληθὲς εἰπεῖν ἀλλὰ καὶ τὸ αἴτιον τοῦ ψεύδους· τοῦτο γὰρ συμβάλλεται πρὸς τὴν πίστιν· ὅταν γὰρ εὔλογον φανῇ τὸ διὰ τί φαίνεται ἀληθὲς οὐκ ὂν ἀληθές, πιστεύειν ποιεῖ τῷ ἀληθεῖ μᾶλλον· ὥστε λεκτέον διὰ τί φαίνονται αἱ σωματικαὶ ἡδοναὶ αἱρετώτεραι.
既然我们不仅要说出真理,还要说出错误的原因(因为这有助于确立信念;因为当实际不真实的东西为什么显得真实的原因变得合乎情理时,它会让人更加相信真理);因此,我们必须说明为什么肉体快乐显得更值得选择。
πρῶτον μὲν οὖν δὴ ὅτι ἐκκρούει τὴν λύπην· καὶ διὰ τὰς ὑπερβολὰς τῆς λύπης, ὡς οὔσης ἰατρείας, τὴν ἡδονὴν διώκουσι τὴν ὑπερβάλλουσαν καὶ ὅλως τὴν σωματικήν.
首先,正是因为它能驱逐痛苦;由于痛苦的过度,人们追求过度的快乐以及一般的肉体快乐,将其作为一种治疗。
σφοδραὶ δὲ γίνονται αἱ ἰατρεῖαι, διὸ καὶ διώκονται, διὰ τὸ παρὰ τὸ ἐναντίον φαίνεσθαι.
而治疗之所以变得剧烈(因此也被追求),是因为在对立面的映衬下显得如此。
καὶ οὐ σπουδαῖον δὴ δοκεῖ ἡ ἡδονὴ διὰ δύο ταῦτα, ὥσπερ εἴρηται, ὅτι αἳ μὲν φαύλης φύσεώς εἰσι πράξεις (ἢ ἐκ γενετῆς, ὥσπερ θηρίου, ἢ διʼ ἔθος, οἷον αἱ τῶν φαύλων ἀνθρώπων), αἳ δʼ ἰατρεῖαι ἐνδεοῦς, καὶ ἔχειν βέλτιον ἢ γίνεσθαι· αἳ δὲ συμβαίνουσι τελεουμένων· κατὰ συμβεβηκὸς οὖν σπουδαῖαι.
此外,由于以下两个原因,如前所述,这种快乐被认为是不高尚的:其一,有些是卑劣本性的活动(或由于天生,如野兽,或由于习惯,如恶人);其二,有些是对匮乏的治疗,而保持健康状态显然比处于治疗过程中更好;还有一些是在本性完善时发生的,因此它们只是在偶性上是高尚的。
ἔτι διώκονται διὰ τὸ σφοδραὶ εἶναι ὑπὸ τῶν ἄλλαις μὴ δυναμένων χαίρειν· αὐτοὶ γοῦν αὑτοῖς δίψας τινὰς παρασκευάζουσιν.
此外,它们之所以被追求,是因为那些无法享受其他快乐的人需要其剧烈性;至少,他们为自己制造了某些渴求。
ὅταν μὲν οὖν ἀβλαβεῖς, ἀνεπιτίμητον, ὅταν δὲ βλαβεράς, φαῦλον.
因此,当这些渴求无害时,是无可非议的,但当有害时,就是恶劣的。
οὔτε γὰρ ἔχουσιν ἕτερα ἐφʼ οἷς χαίρουσιν, τό τε μηδέτερον πολλοῖς λυπηρὸν διὰ τὴν φύσιν.
因为他们没有其他可享受的东西,而且由于本性,对许多人来说,既无痛苦也无快乐的中性状态是痛苦的。
ἀεὶ γὰρ πονεῖ τὸ ζῷον, ὥσπερ καὶ οἱ φυσιολόγοι μαρτυροῦσι, τὸ ὁρᾶν, τὸ ἀκούειν φάσκοντες εἶναι λυπηρόν· ἀλλʼ ἤδη συνήθεις ἐσμέν, ὡς φασίν.
因为动物总是处于劳苦之中,正如自然哲学家们所证实的那样,他们声称看和听都是痛苦的;但正如他们所说,我们已经习惯了。
ὁμοίως δʼ ἐν μὲν τῇ νεότητι διὰ τὴν αὔξησιν ὥσπερ οἱ οἰνωμένοι διάκεινται, καὶ ἡδὺ ἡ νεότης.
同样,在青年时期,由于生长,人们的状态就像醉酒一样,因而青年时期是愉快的。
οἱ δὲ μελαγχολικοὶ τὴν φύσιν δέονται ἀεὶ ἰατρείας· καὶ γὰρ τὸ σῶμα δακνόμενον διατελεῖ διὰ τὴν κρᾶσιν, καὶ ἀεὶ ἐν ὀρέξει σφοδρᾷ εἰσίν· ἐξελαύνει δὲ ἡδονὴ λύπην ἥ τʼ ἐναντία καὶ ἡ τυχοῦσα, ἐὰν ᾖ ἰσχυρά· καὶ διὰ ταῦτα ἀκόλαστοι καὶ φαῦλοι γίνονται.
而具有忧郁本性的人则始终需要治疗;因为由于体质的原因,他们的身体不断受到侵蚀,因而始终处于强烈的欲望之中;但快乐能驱逐痛苦,无论是相反的快乐还是任何随机的快乐,只要它足够强烈;正因为这些原因,他们变得放纵和卑劣。
αἱ δʼ ἄνευ λυπῶν οὐκ ἔχουσιν ὑπερβολήν· αὗται δὲ τῶν φύσει ἡδέων καὶ μὴ κατὰ συμβεβηκός.
然而,不带痛苦的快乐则没有过度;这些属于本性上令人愉快的事物,而非偶性上的。
λέγω δὲ κατὰ συμβεβηκὸς ἡδέα τὰ ἰατρεύοντα· ὅτι γὰρ συμβαίνει ἰατρεύεσθαι τοῦ ὑπομένοντος ὑγιοῦς πράττοντός τι, διὰ τοῦτο ἡδὺ δοκεῖ εἶναι· φύσει δʼ ἡδέα, ἃ ποιεῖ πρᾶξιν τῆς τοιᾶσδε φύσεως.
我所说的偶性上令人愉快,是指那些起治疗作用的事物;因为由于残留的健康部分在进行某种活动时,治疗得以发生,因此它显得是令人愉快的;而本性上令人愉快的事物,则是能产生具有此类本性的活动的事物。
οὐκ ἀεὶ δʼ οὐθὲν ἡδὺ τὸ αὐτὸ διὰ τὸ μὴ ἁπλῆν ἡμῶν εἶναι τὴν φύσιν, ἀλλʼ ἐνεῖναί τι καὶ ἕτερον, καθὸ φθαρτοί, ὥστε ἄν τι θάτερον πράττῃ, τοῦτο τῇ ἑτέρᾳ φύσει παρὰ φύσιν, ὅταν δʼ ἰσάζῃ, οὔτε λυπηρὸν δοκεῖ οὔθʼ ἡδὺ τὸ πραττόμενον· ἐπεὶ εἴ του ἡ φύσις ἁπλῆ εἴη, ἀεὶ ἡ αὐτὴ πρᾶξις ἡδίστη ἔσται.
然而,同一种事物并不能始终令人愉快,因为我们的本性不是单一的,而是由于我们是可毁灭的,因而在我们之中还含有某种别的东西,以至于如果其中一部分在活动,这对于另一部分本性来说就是违背自然的;但当它们达到平衡时,所发生的事情就显得既不痛苦也不愉快;因为,如果某个存在的本性是单一的,那么同一种活动将始终是最令人愉快的。
διὸ ὁ θεὸς ἀεὶ μίαν καὶ ἁπλῆν χαίρει ἡδονήν· οὐ γὰρ μόνον κινήσεώς ἐστιν ἐνέργεια ἀλλὰ καὶ ἀκινησίας, καὶ ἡδονὴ μᾶλλον ἐν ἠρεμίᾳ ἐστὶν ἢ ἐν κινήσει.
因此,神始终享受着单一而纯粹的快乐;因为活动不仅存在于运动中,也存在于静止中,而且快乐更多地存在于静止而非运动之中。
μεταβολὴ δὲ πάντων γλυκύ, κατὰ τὸν ποιητήν, διὰ πονηρίαν τινά· ὥσπερ γὰρ ἄνθρωπος εὐμετάβολος ὁ πονηρός, καὶ ἡ φύσις ἡ δεομένη μεταβολῆς· οὐ γὰρ ἁπλῆ οὐδʼ ἐπιεικής.
然而,正如诗人所说,一切事物的变化都是甜蜜的,这是由于某种恶劣性;因为正如易变的人是恶人一样,需要变化的本性也是恶劣的,因为它既不单一,也不高尚。
περὶ μὲν οὖν ἐγκρατείας καὶ ἀκρασίας καὶ περὶ ἡδονῆς καὶ λύπης εἴρηται, καὶ τί ἕκαστον καὶ πῶς τὰ μὲν ἀγαθὰ αὐτῶν ἐστὶ τὰ δὲ κακά· λοιπὸν δὲ καὶ περὶ φιλίας ἐροῦμεν.
关于自制与无自制,以及关于快乐与痛苦,它们各自是什么,以及其中哪些是善、哪些是恶,现在都已经谈过了;剩下的就是关于友谊的论述了。

词汇与语法注释

  1. 1154a11ἢ οὕτως ἀγαθαὶ αἱ ἀναγκαῖαι — 副词 οὕτως(以这种方式)指代前文,既可以指“作为恶(痛苦)的对立面”,也可以指“非恶即善”这一消极逻辑。亚里士多德在此追问必要的快乐在何种意义上可以被称为善。
  2. 1154a20ἀλλʼ ἢ τῷ διώκοντι τὴν ὑπερβολήν — 短语 ἀλλʼ ἤ 意为“除了……之外”或“除……外没有”。与格的 τῷ διώκοντι 表明,痛苦并不直接与快乐的“过度”本身对立,而只是对于追求这种过度的人而言(作为追求的结果)才作为对立面出现。
  3. 1154b18τοῦ ὑπομένοντος ὑγιοῦς πράττοντός τι — 属格绝对结构。τοῦ ὑπομένοντος ὑγιοῦς(残留的健康部分)是主语,πράττοντος 是分词。这解释了与治疗相关的快乐之所以产生,是因为在恢复过程中,机体内保持健康的部分正在进行活动。

引用这一段

亚里士多德, 尼各马可伦理学 §7.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:7.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。