§7.9πότερον οὖν ἐγκρατής ἐστιν ὁ ὁποιῳοῦν λόγῳ καὶ ὁποιᾳοῦν προαιρέσει ἐμμένων ἢ ὁ τῇ ὀρθῇ, καὶ ἀκρατὴς δὲ ὁ ὁποιᾳοῦν μὴ ἐμμένων προαιρέσει καὶ ὁποιῳοῦν λόγῳ ἢ ὁ τῷ μὴ ψευδεῖ λόγῳ καὶ τῇ προαιρέσει τῇ ὀρθῇ, ὥσπερ ἠπορήθη πρότερον;
那么,自制者是坚持任何理和任何选择的人,还是坚持正确者的人? 同样,无自制者是不坚持任何选择和任何理的人,还是不坚持非虚假的理和正确选择的人,正如我们先前所质疑的那样?
ἢ κατὰ μὲν συμβεβηκὸς ὁποιᾳοῦν, καθʼ αὑτὸ δὲ τῷ ἀληθεῖ λόγῳ καὶ τῇ ὀρθῇ προαιρέσει ὃ μὲν ἐμμένει ὃ δʼ οὐκ ἐμμένει;
或者,在附带上他是坚持或不坚持任何选择,但在本质上则是坚持或不坚持真实的理和正确的选择?
εἰ γάρ τις τοδὶ διὰ τοδὶ αἱρεῖται ἢ διώκει, καθʼ αὑτὸ μὲν τοῦτο διώκει καὶ αἱρεῖται, κατὰ συμβεβηκὸς δὲ τὸ πρότερον.
因为,如果某人为了这一个(B)而选择或追求这一个(A),本质上他追求和选择的是那一个(B),而附带上追求和选择的是前者(A)。
ἁπλῶς δὲ λέγομεν τὸ καθʼ αὑτό.
而我们说“端地”就是指“本质上”。
ὥστε ἔστι μὲν ὡς ὁποιᾳοῦν δόξῃ ὃ μὲν ἐμμένει ὃ δʼ ἐξίσταται, ἁπλῶς δὲ τῇ ἀληθεῖ.
因此,在某种意义上,一者坚持任何意见,而另一者放弃之,但端地则是针对真实的意见。
εἰσὶ δέ τινες οἳ ἐμμενετικοὶ τῇ δόξῃ εἰσίν, οὓς καλοῦσιν ἰσχυρογνώμονας, οἱ δύσπειστοι καὶ οὐκ εὐμετάπειστοι·
但也有些人固执于自己的意见,人们称之为顽固者,他们难以被说服,不易改变看法。
οἳ ὅμοιον μέν τι ἔχουσι τῷ ἐγκρατεῖ, ὥσπερ ὁ ἄσωτος τῷ ἐλευθερίῳ καὶ ὁ θρασὺς τῷ θαρραλέῳ, εἰσὶ δʼ ἕτεροι κατὰ πολλά.
他们与自制者有某种相似之处,就像浪子相似于大度者、鲁莽者相似于勇敢者一样,但他们在许多方面是不同的。
ὃ μὲν γὰρ διὰ πάθος καὶ ἐπιθυμίαν οὐ μεταβάλλει, ἐπεὶ εὔπειστος, ὅταν τύχῃ, ἔσται ὁ ἐγκρατής· οἳ δὲ οὐχ ὑπὸ λόγου, ἐπεὶ ἐπιθυμίας γε λαμβάνουσι, καὶ ἄγονται πολλοὶ ὑπὸ τῶν ἡδονῶν.
因为,一者不因激情和欲望而改变(因为在适当的时候自制者是容易被说服的),而另一者则不顺从理性,因为他们确实怀有欲望,并且许多人被快乐所引导。
εἰσὶ δὲ ἰσχυρογνώμονες οἱ ἰδιογνώμονες καὶ οἱ ἀμαθεῖς καὶ οἱ ἄγροικοι, οἱ μὲν ἰδιογνώμονες διʼ ἡδονὴν καὶ λύπην· χαίρουσι γὰρ νικῶντες ἐὰν μὴ μεταπείθωνται, καὶ λυποῦνται ἐὰν ἄκυρα τὰ αὐτῶν ᾖ ὥσπερ ψηφίσματα· ὥστε μᾶλλον τῷ ἀκρατεῖ ἐοίκασιν ἢ τῷ ἐγκρατεῖ.
在顽固者中有自以为是者、无知者和粗鄙者;自以为是者是因为快乐和痛苦而如此,因为他们若未被说服改变而获得胜利就会感到高兴,而若他们自己的决定像法令一样失效就会感到痛苦;因此他们更像无自制者而非自制者。
εἰσὶ δέ τινες οἳ τοῖς δόξασιν οὐκ ἐμμένουσιν οὐ διʼ ἀκρασίαν, οἷον ἐν τῷ Φιλοκτήτῃ τῷ Σοφοκλέους ὁ Νεοπτόλεμος· καίτοι διʼ ἡδονὴν οὐκ ἐνέμεινεν, ἀλλὰ καλήν· τὸ γὰρ ἀληθεύειν αὐτῷ καλὸν ἦν, ἐπείσθη δʼ ὑπὸ τοῦ Ὀδυσσέως ψεύδεσθαι.
也有些人不坚持自己的信念并不是因为无自制,例如索福克勒斯《菲洛克忒忒斯》中的涅俄普托勒摩斯;虽然他是因为快乐而不坚持,但那是一种高尚的快乐;因为对他而言说真话是高尚的,但他曾被奥德修斯说服去撒谎。
οὐ γὰρ πᾶς ὁ διʼ ἡδονήν τι πράττων οὔτʼ ἀκόλαστος οὔτε φαῦλος οὔτʼ ἀκρατής, ἀλλʼ ὁ διʼ αἰσχράν.
因为并非每一个因快乐而做某事的人都是放纵、卑劣或无自制的,只有因丑恶的快乐而做的人才是如此。
ἐπεὶ δʼ ἔστι τις καὶ τοιοῦτος οἷος ἧττον ἢ δεῖ τοῖς σωματικοῖς χαίρειν, καὶ οὐκ ἐμμένων τῷ λόγῳ, ὁ τούτου καὶ τοῦ ἀκρατοῦς μέσος ὁ ἐγκρατής·
既然也存在这样一种人,他对肉体快乐的喜好少于应有的程度,并且不坚持理性,那么介于此人与无自制者之间的就是自制者。
ὁ μὲν γὰρ ἀκρατὴς οὐκ ἐμμένει τῷ λόγῳ διὰ τὸ μᾶλλόν τι, οὗτος δὲ διὰ τὸ ἧττόν τι· ὁ δʼ ἐγκρατὴς ἐμμένει καὶ οὐδὲ διʼ ἕτερον μεταβάλλει.
因为无自制者是因为某种过度而不坚持理性,而此人则是因某种不足而不坚持;但自制者却坚持理性,且不因任何一者而改变。
δεῖ δέ, εἴπερ ἡ ἐγκράτεια σπουδαῖον, ἀμφοτέρας τὰς ἐναντίας ἕξεις φαύλας εἶναι, ὥσπερ καὶ φαίνονται· ἀλλὰ διὰ τὸ τὴν ἑτέραν ἐν ὀλίγοις καὶ ὀλιγάκις εἶναι φανεράν, ὥσπερ ἡ σωφροσύνη τῇ ἀκολασίᾳ δοκεῖ ἐναντίον εἶναι μόνον, οὕτω καὶ ἡ ἐγκράτεια τῇ ἀκρασίᾳ.
然而,如果自制是优秀的,那么其相反的两种品质就必须都是坏的,正如它们看起来的那样;但由于其中一者在极少数人中且极少显现,正如节制被认为仅仅与放纵相对立一样,自制也同样被认为仅仅与无自制相对立。
ἐπεὶ δὲ καθʼ ὁμοιότητα πολλὰ λέγεται, καὶ ἡ ἐγκράτεια ἡ τοῦ σώφρονος καθʼ ὁμοιότητα ἠκολούθηκεν·
既然许多事情都是依相似性而被谈论的,那么节制者的自制也是依相似性而相随的。
ὅ τε γὰρ ἐγκρατὴς οἷος μηδὲν παρὰ τὸν λόγον διὰ τὰς σωματικὰς ἡδονὰς ποιεῖν καὶ ὁ σώφρων, ἀλλʼ ὃ μὲν ἔχων ὃ δʼ οὐκ ἔχων φαύλας ἐπιθυμίας, καὶ ὃ μὲν τοιοῦτος οἷος μὴ ἥδεσθαι παρὰ τὸν λόγον, ὃ δʼ οἷος ἥδεσθαι ἀλλὰ μὴ ἄγεσθαι.
因为自制者与节制者都是那种不因肉体快乐而做出任何违背理性之事的人,但前者拥有而后者不拥有坏的欲望,且后者是那种不因违背理性而感到快乐的人,前者则是那种虽感到快乐但不被其引导的人。
ὅμοιοι δὲ καὶ ὁ ἀκρατὴς καὶ ἀκόλαστος, ἕτεροι μὲν ὄντες, ἀμφότεροι δὲ τὰ σωματικὰ ἡδέα διώκουσιν, ἀλλʼ ὃ μὲν καὶ οἰόμενος δεῖν, ὃ δʼ οὐκ οἰόμενος.
无自制者与放纵者也相似,虽然他们不同,但两者都追求肉体的快乐,然而一者认为应当追求,而另一者则不认为应当追求。