§7.10οὐδʼ ἅμα φρόνιμον καὶ ἀκρατῆ ἐνδέχεται εἶναι τὸν αὐτόν· ἅμα γὰρ φρόνιμος καὶ σπουδαῖος τὸ ἦθος δέδεικται ὤν.
同样,同一个人不可能同时是明智的(聪明/有实践智慧的)和无自制的;因为已经证明,明智的人同时在性格上是优秀的。
ἔτι οὐ τῷ εἰδέναι μόνον φρόνιμος ἀλλὰ καὶ τῷ πρακτικός· ὁ δʼ ἀκρατὴς οὐ πρακτικός —τὸν δὲ δεινὸν οὐδὲν κωλύει ἀκρατῆ εἶναι· διὸ καὶ δοκοῦσιν ἐνίοτε φρόνιμοι μὲν εἶναί τινες ἀκρατεῖς δέ, διὰ τὸ τὴν δεινότητα διαφέρειν τῆς φρονήσεως τὸν εἰρημένον τρόπον ἐν τοῖς πρώτοις λόγοις, καὶ κατὰ μὲν τὸν λόγον ἐγγὺς εἶναι, διαφέρειν δὲ κατὰ τὴν προαίρεσιν—οὐδὲ δὴ ὡς ὁ εἰδὼς καὶ θεωρῶν, ἀλλʼ ὡς ὁ καθεύδων ἢ οἰνωμένος.
此外,人不仅仅因知道而成为明智的,还要因能够践行而成为明智的;而无自制者则是不能践行的——然而没有什么能阻止一个机灵的人成为无自制者;所以有时某些人看起来既是明智的又是无自制的,这是因为机灵与明智的不同正如在最初的讨论中所说的那样,虽然在定义上它们很接近,但在选择上它们却不同——无自制者也绝不像知晓且观照着的人,而是像睡着了或醉酒了的人。
καὶ ἑκὼν μέν (τρόπον γάρ τινα εἰδὼς καὶ ὃ ποιεῖ καὶ οὗ ἕνεκα), πονηρὸς δʼ οὔ· ἡ γὰρ προαίρεσις ἐπιεικής· ὥσθʼ ἡμιπόνηρος.
而且他是自愿行动的(因为在某种意义上他既知道自己做什么,也知道为了什么),但他并非邪恶;因为他的选择是正当的;因此他是半坏的。
καὶ οὐκ ἄδικος· οὐ γὰρ ἐπίβουλος· ὃ μὲν γὰρ αὐτῶν οὐκ ἐμμενετικὸς οἷς ἂν βουλεύσηται, ὃ δὲ μελαγχολικὸς οὐδὲ βουλευτικὸς ὅλως.
而且他不是不公正的,因为他并不阴谋诡计;因为他们中一者不能坚持自己所考虑的,而另一者则根本不考虑。
καὶ ἔοικε δὴ ὁ ἀκρατὴς πόλει ἣ ψηφίζεται μὲν ἅπαντα τὰ δέοντα καὶ νόμους ἔχει σπουδαίους, χρῆται δὲ οὐδέν, ὥσπερ Ἀναξανδρίδης ἔσκωψεν
"
ἡ πόλις ἐβούλεθʼ, ᾗ νόμων οὐδὲν μέλει· "
ὁ δὲ πονηρὸς χρωμένῃ μὲν τοῖς νόμοις, πονηροῖς δὲ χρωμένῃ.
的确,无自制者就像一个通过了所有应有决议并拥有优秀法律、却完全不使用的城邦,正如阿那克桑德里德斯所嘲笑的那样: “城邦想要如此,一个根本不在乎法律的城邦;” 而邪恶者则像一个虽然使用法律、使用的却是不良法律的城邦。
ἔστι δʼ ἀκρασία καὶ ἐγκράτεια περὶ τὸ ὑπερβάλλον τῆς τῶν πολλῶν ἕξεως· ὃ μὲν γὰρ ἐμμένει μᾶλλον ὃ δʼ ἧττον τῆς τῶν πλείστων δυνάμεως.
无自制和自制是关于超出大多数人品质状态的事情;因为一者比大多数人的能力更坚持,而另一者则更少坚持。
εὐιατοτέρα δὲ τῶν ἀκρασιῶν, ἣν οἱ μελαγχολικοὶ ἀκρατεύονται, τῶν βουλευομένων μὲν μὴ ἐμμενόντων δέ, καὶ οἱ διʼ ἐθισμοῦ ἀκρατεῖς τῶν φυσικῶν· ῥᾷον γὰρ ἔθος μετακινῆσαι φύσεως·
在无自制中,黑胆汁质者的无自制比那些考虑了却不坚持的人的无自制更容易医治,而通过习惯形成的无自制也比天生的更容易医治;因为改变习惯要比改变天性更容易。
διὰ γὰρ τοῦτο καὶ τὸ ἔθος χαλεπόν, ὅτι τῇ φύσει ἔοικεν, ὥσπερ καὶ Εὔηνος λέγει
"
φημὶ πολυχρόνιον μελέτην ἔμεναι, φίλε, καὶ δή
ταύτην ἀνθρώποισι τελευτῶσαν φύσιν εἶναι.
正因为如此,习惯也是困难的,因为它相似于天性,正如埃乌埃诺斯所说: “我的朋友,我说长期的练习就是,并且确实这最终成为了人类的天性。
"
τί μὲν οὖν ἐστὶν ἐγκράτεια καὶ τί ἀκρασία καὶ τί καρτερία καὶ τί μαλακία, καὶ πῶς ἔχουσιν αἱ ἕξεις αὗται πρὸς ἀλλήλας, εἴρηται.
” 因此,自制是什么,无自制是什么,坚忍是什么,软弱是什么,以及这些品质状态如何相互关联,已经说过了。
§7.11περὶ δὲ ἡδονῆς καὶ λύπης θεωρῆσαι τοῦ τὴν πολιτικὴν φιλοσοφοῦντος· οὗτος γὰρ τοῦ τέλους ἀρχιτέκτων, πρὸς ὃ βλέποντες ἕκαστον τὸ μὲν κακὸν τὸ δʼ ἀγαθὸν ἁπλῶς λέγομεν.
至于对快乐和痛苦的考察,则属于政治哲学研究者的工作;因为他就是终极目的的规划者,我们正是对照着这一目的,将每一事物端地称为恶或善。
ἔτι δὲ καὶ τῶν ἀναγκαίων ἐπισκέψασθαι περὶ αὐτῶν· τήν τε γὰρ ἀρετὴν καὶ τὴν κακίαν τὴν ἠθικὴν περὶ λύπας καὶ ἡδονὰς ἔθεμεν, καὶ τὴν εὐδαιμονίαν οἱ πλεῖστοι μεθʼ ἡδονῆς εἶναί φασιν· διὸ καὶ τὸν μακάριον ὠνομάκασιν ἀπὸ τοῦ χαίρειν.
此外,对它们进行考察也是必要的;因为我们已经把美德和品性上的恶定义为与痛苦和快乐相关的事,而且大多数人都说幸福伴随着快乐;因此他们也根据“感到喜悦”来命名“受福祉者”。
τοῖς μὲν οὖν δοκεῖ οὐδεμία ἡδονὴ εἶναι ἀγαθόν, οὔτε καθʼ αὑτὸ οὔτε κατὰ συμβεβηκός· οὐ γὰρ εἶναι ταὐτὸ τὸ ἀγαθὸν καὶ ἡδονήν·
至于一些人,他们认为没有任何快乐是善,无论是在本质上还是在附带上;因为善和快乐并不是同一回事。
τοῖς δʼ ἔνιαι μὲν εἶναι, αἱ δὲ πολλαὶ φαῦλαι.
而在另一些人看来,有些快乐是善,但大多数是坏的。
ἔτι δὲ τούτων τρίτον, εἰ καὶ πᾶσαι ἀγαθόν, ὅμως μὴ ἐνδέχεσθαι εἶναι τὸ ἄριστον ἡδονήν.
在这些观点之外还有第三种,即即使所有的快乐都是善,但快乐仍不可能是最高善。
ὅλως μὲν οὖν οὐκ ἀγαθόν, ὅτι πᾶσα ἡδονὴ γένεσίς ἐστιν εἰς φύσιν αἰσθητή, οὐδεμία δὲ γένεσις συγγενὴς τοῖς τέλεσιν, οἷον οὐδεμία οἰκοδόμησις οἰκίᾳ.
总之,快乐不是善,因为所有的快乐都是向着感官自然状态的“生成”,而没有任何生成与“目的”同族,正如没有任何建造过程是房屋一样。
ἔτι ὁ σώφρων φεύγει τὰς ἡδονάς.
此外,节制者避开快乐。
ἔτι ὁ φρόνιμος τὸ ἄλυπον διώκει, οὐ τὸ ἡδύ.
此外,明智者追求无痛苦,而非快乐。
ἔτι ἐμπόδιον τῷ φρονεῖν αἱ ἡδοναί, καὶ ὅσῳ μᾶλλον χαίρει, μᾶλλον, οἷον τῇ τῶν ἀφροδισίων· οὐδένα γὰρ ἂν δύνασθαι νοῆσαί τι ἐν αὐτῇ.
此外,快乐是思考的障碍,且越是享受快乐,障碍就越大,例如性爱中的快感;因为在其中没有人能思考任何事情。
ἔτι τέχνη οὐδεμία ἡδονῆς· καίτοι πᾶν ἀγαθὸν τέχνης ἔργον.
此外,不存在关于快乐的技艺;然而一切善都是技艺的产物。
ἔτι παιδία καὶ θηρία διώκει τὰς ἡδονάς.
此外,儿童和野兽追求快乐。
τοῦ δὲ μὴ πάσας σπουδαίας, ὅτι εἰσὶ καὶ αἰσχραὶ καὶ ὀνειδιζόμεναι, καὶ ὅτι βλαβεραί· νοσώδη γὰρ ἔνια τῶν ἡδέων.
而并非所有快乐都是优秀的,是因为存在丑恶且受指责的快乐,并且它们是有害的;因为某些令人快乐的事物会导致疾病。
ὅτι δʼ οὐ τἄριστον ἡδονή, ὅτι οὐ τέλος ἀλλὰ γένεσις.
而快乐不是最高善,是因为它不是目的而是生成。
τὰ μὲν οὖν λεγόμενα σχεδὸν ταῦτʼ ἐστίν.
所说的话大概就是这些。