Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §7.8

放纵与无自制的差异及行为原理的保存

第 80 段,共 123 段 · 希腊语

内容简介

亚里士多德通过慢性病与间歇性疾病的比喻,阐明了放纵与无自制的本质区别,指出无自制者因能悔改而具有可救药性。此外,他将行为中的原理(目的)与数学中的假设进行类比,强调了德性在维护这一原理中的核心作用。

§7.8ἔστι δʼ ὁ μὲν ἀκόλαστος, ὥσπερ ἐλέχθη, οὐ μεταμελητικός· ἐμμένει γὰρ τῇ προαιρέσει·
如前所述,放纵的人是不悔改的;因为他坚持自己的选择。
ὁ δʼ ἀκρατὴς μεταμελητικὸς πᾶς.
相反,每一个无自制的人都是悔改的。
διὸ οὐχ ὥσπερ ἠπορήσαμεν, οὕτω καὶ ἔχει, ἀλλʼ ὃ μὲν ἀνίατος ὃ δʼ ἰατός·
因此,情况并不像我们所提出的疑难那样,而是前者不可救药,后者可以救药。
ἔοικε γὰρ ἡ μὲν μοχθηρία τῶν νοσημάτων οἷον ὑδέρῳ καὶ φθίσει, ἡ δʼ ἀκρασία τοῖς ἐπιληπτικοῖς· ἣ μὲν γὰρ συνεχὴς ἣ δʼ οὐ συνεχὴς πονηρία.
因为恶劣就像水肿和肺结核这样的疾病,而无自制则像癫痫;因为前者是持续的恶,而后者不是持续的。
καὶ ὅλως δʼ ἕτερον τὸ γένος ἀκρασίας καὶ κακίας· ἡ μὲν γὰρ κακία λανθάνει, ἡ δʼ ἀκρασία οὐ λανθάνει.
总体而言,无自制与恶德在类别上是不同的;因为恶德是隐秘不显的,而无自制则不是隐秘的。
αὐτῶν δὲ τούτων βελτίους οἱ ἐκστατικοὶ ἢ οἱ τὸν λόγον ἔχοντες μέν, μὴ ἐμμένοντες δέ· ὑπʼ ἐλάττονος γὰρ πάθους ἡττῶνται, καὶ οὐκ ἀπροβούλευτοι ὥσπερ ἅτεροι·
在这些人中,那些因冲动而失去理性控制的人,比那些虽然拥有理性但未能坚持的人要好;因为前者是被较小的激情所击败,而且他们不像后者那样未作预先考虑。
ὅμοιος γὰρ ὁ ἀκρατής ἐστι τοῖς ταχὺ μεθυσκομένοις καὶ ὑπʼ ὀλίγου οἴνου καὶ ἐλάττονος ἢ ὡς οἱ πολλοί.
因为无自制者就像那些醉得快,且被少量的酒、或比大多数人更少的酒弄醉的人。
ὅτι μὲν οὖν κακία ἡ ἀκρασία οὐκ ἔστι, φανερόν (ἀλλὰ πῇ ἴσως)· τὸ μὲν γὰρ παρὰ προαίρεσιν τὸ δὲ κατὰ τὴν προαίρεσίν ἐστιν·
因此,显而易见,无自制并不是恶德(尽管在某种意义上也许是);因为一者违背选择,另一者顺从选择。
οὐ μὴν ἀλλʼ ὅμοιόν γε κατὰ τὰς πράξεις, ὥσπερ τὸ Δημοδόκου εἰς Μιλησίους " Μιλήσιοι ἀξύνετοι μὲν οὐκ εἰσίν, δρῶσιν δʼ οἷάπερ ἀξύνετοι, " καὶ οἱ ἀκρατεῖς ἄδικοι μὲν οὐκ εἰσίν, ἀδικήσουσι δέ.
然而,在行动上它们至少是相似的,就像德莫多科斯关于米利都人的诗句: “米利都人确实不愚蠢,但他们的所作所为正如愚蠢的人一样。 ” 同样,无自制者虽然不是不义之人,但他们会做出不义的事。
ἐπεὶ δʼ ὃ μὲν τοιοῦτος οἷος μὴ διὰ τὸ πεπεῖσθαι διώκειν τὰς καθʼ ὑπερβολὴν καὶ παρὰ τὸν ὀρθὸν λόγον σωματικὰς ἡδονάς, ὃ δὲ πέπεισται διὰ τὸ τοιοῦτος εἶναι οἷος διώκειν αὐτάς, ἐκεῖνος μὲν οὖν εὐμετάπειστος, οὗτος δὲ οὔ·
既然一者不是因为确信而追逐那些过度的、违背正确理性的肉体快乐,而另一者则由于是那样的人而确信应当追逐这些快乐,所以前者容易被说服改变,而后者则不然。
ἡ γὰρ ἀρετὴ καὶ μοχθηρία τὴν ἀρχὴν ἣ μὲν φθείρει ἣ δὲ σῴζει, ἐν δὲ ταῖς πράξεσι τὸ οὗ ἕνεκα ἀρχή, ὥσπερ ἐν τοῖς μαθηματικοῖς αἱ ὑποθέσεις·
因为德性维护原理,而恶德毁灭原理,在行动中“为了什么”就是原理,正如假设在数学中是原理一样。
οὔτε δὴ ἐκεῖ ὁ λόγος διδασκαλικὸς τῶν ἀρχῶν οὔτε ἐνταῦθα, ἀλλʼ ἀρετὴ ἢ φυσικὴ ἢ ἐθιστὴ τοῦ ὀρθοδοξεῖν περὶ τὴν ἀρχήν.
因此,无论是在数学中还是在这里,理性都不能传授原理;而是德性(无论是天然的还是习惯的)使人对原理产生正确的信念。
σώφρων μὲν οὖν ὁ τοιοῦτος, ἀκόλαστος δʼ ὁ ἐναντίος.
所以,节制的人就是这样的人,而放纵的人则是其对立面。
ἔστι δέ τις διὰ πάθος ἐκστατικὸς παρὰ τὸν ὀρθὸν λόγον, ὃν ὥστε μὲν μὴ πράττειν κατὰ τὸν ὀρθὸν λόγον κρατεῖ τὸ πάθος, ὥστε δʼ εἶναι τοιοῦτον οἷον πεπεῖσθαι διώκειν ἀνέδην δεῖν τὰς τοιαύτας ἡδονὰς οὐ κρατεῖ·
但另有一种人,他因激情而违背正确理性、偏离常轨,激情虽能支配他以至于不按正确理性行动,却未能支配他以至于使他确信应当放任地追求这类快乐。
οὗτός ἐστιν ὁ ἀκρατής, βελτίων ὢν τοῦ ἀκολάστου, οὐδὲ φαῦλος ἁπλῶς· σῴζεται γὰρ τὸ βέλτιστον, ἡ ἀρχή.
这就是无自制者,他比放纵者要好,且并非绝对地坏;因为最优秀的部分,即原理,在他身上得以保留。
ἄλλος δʼ ἐναντίος, ὁ ἐμμενετικὸς καὶ οὐκ ἐκστατικὸς διά γε τὸ πάθος.
而另一个与此相反的人,则是能坚持而不因激情而偏离常轨的人。
φανερὸν δὴ ἐκ τούτων ὅτι ἣ μὲν σπουδαία ἕξις, ἣ δὲ φαύλη.
由此显而易见,前者是好的品质,后者是坏的品质。

词汇与语法注释

  1. 1150b31οὐχ ὥσπερ ἠπορήσαμεν, οὕτω καὶ ἔχει — 此处对前文(如第二章)中提出的“放纵者与无自制者哪个更容易救治”这一疑难(aporia)给出了明确的解答。事实上的结论与最初的疑难(即放纵者似乎更容易被说服)相反,无自制者才是可以救药的(ἰατός)。
  2. 1151a1αὐτῶν δὲ τούτων βελτίους οἱ ἐκστατικοὶ ἢ οἱ τὸν λόγον ἔχοντες μέν, μὴ ἐμμένοντες δέ — 此处比较了无自制(ἀκρασία)内部的两种类型:急躁型(προπέτεια)与脆弱型(ἀσθένεια)。那些“偏离常轨者”(οἱ ἐκστατικοὶ,即未经过考虑而冲动行事的人)被认为比那些虽有理性但未能坚持的人(οἱ τὸν λόγον ἔχοντες μέν...,即脆弱者)“更好”(βελτίους),因为前者是被较弱的激情击败,且并非在审慎之后主动放弃。
  3. 1151a11ἐπεὶ δʼ ὃ μὲν τοιοῦτος οἷος... — 由 `ἐπεὶ δέ` 引导的漫长原因从句一直延伸到第14行的 `οὔ`,最终引出主句结论 `ἐκεῖνος μὲν οὖν εὐμετάπειστος, οὗτος δὲ οὔ`。该句对比了不因确信而行动的人(`ὃ μὲν`,无自制者)和因确信而行动的人(`ὃ δὲ`,放纵者),从而论证了前者易于说服而后者不易说服的道理。
  4. 1151a17οὔτε δὴ ἐκεῖ ὁ λόγος δิดασκαλικὸς τῶν ἀρχῶν οὔτε ἐνταῦθα — 该类比将数学中的“假设(ὑποθέσεις)”与道德行动中的“目的(为了什么)”并置,认为二者都是各自领域的“原理/起点(ἀρχή)”。`ἐκεῖ` 指数学领域,而 `ἐνταῦθα` 指行动与伦理领域。在这两个领域中,理性(λόγος)自身并不能传授或论证原理本身,而是需要通过其他力量(如德性或习惯)来确立对起点的正确把握。

引用这一段

亚里士多德, 尼各马可伦理学 §7.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:7.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。