Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §7.2

关于知识与无自制的疑难及苏格拉底的观点

第 73 段,共 123 段 · 希腊语

内容简介

本章提出了一个难点,即一个具有正确观念的人如何会做出无自制的事,并分析了苏格拉底关于知识与无自制的观点,以及由于关于意见、明智、节制和诡辩派论证的普遍看法而产生的各种悖论和疑难。

§7.2ἀπορήσειε δʼ ἄν τις πῶς ὑπολαμβάνων ὀρθῶς ἀκρατεύεταί τις.
人们也许会问,一个具有正确观念的人,如何会做出无自制的事。
ἐπιστάμενον μὲν οὖν οὔ φασί τινες οἷόν τε εἶναι· δεινὸν γὰρ ἐπιστήμης ἐνούσης, ὡς ᾤετο Σωκράτης, ἄλλο τι κρατεῖν καὶ περιέλκειν αὐτὴν ὥσπερ ἀνδράποδον.
有人说,一个拥有知识的人是不可能这样的;因为正如苏格拉底所认为的那样,如果知识存在于人心中,却有其他东西支配它并像奴隶一样拉扯它,那是太不可思议了。
Σωκράτης μὲν γὰρ ὅλως ἐμάχετο πρὸς τὸν λόγον ὡς οὐκ οὔσης ἀκρασίας· οὐθένα γὰρ ὑπολαμβάνοντα πράττειν παρὰ τὸ βέλτιστον, ἀλλὰ διʼ ἄγνοιαν.
因为苏格拉底完全反对这一观点,认为无自制并不存在;因为他认为,没有人会在判断最善的情况下去行动,而只是由于无知。
οὗτος μὲν οὖν ὁ λόγος ἀμφισβητεῖ τοῖς φαινομένοις ἐναργῶς, καὶ δέον ζητεῖν περὶ τὸ πάθος, εἰ διʼ ἄγνοιαν, τίς ὁ τρόπος γίνεται τῆς ἀγνοίας.
然而,这一论证与显而易见的事实明显冲突,我们必须对这种情感进行探究——如果是由于无知,那么这种无知究竟是以何种方式发生的。
ὅτι γὰρ οὐκ οἴεταί γε ὁ ἀκρατευόμενος πρὶν ἐν τῷ πάθει γενέσθαι, φανερόν.
因为显然,无自制的人在陷入这种情感之前,并不认为自己应当这样行动。
εἰσὶ δέ τινες οἳ τὰ μὲν συγχωροῦσι τὰ δʼ οὔ· τὸ μὲν γὰρ ἐπιστήμης μηθὲν εἶναι κρεῖττον ὁμολογοῦσιν, τὸ δὲ μηθένα πράττειν παρὰ τὸ δόξαν βέλτιον οὐχ ὁμολογοῦσιν, καὶ διὰ τοῦτο τὸν ἀκρατῆ φασὶν οὐκ ἐπιστήμην ἔχοντα κρατεῖσθαι ὑπὸ τῶν ἡδονῶν ἀλλὰ δόξαν.
但也有人同意某些观点而不同意另一些:他们同意没有什么比知识更强大,但他们不同意没有人会做出违背被认为是最好的事情,因此他们说,无自制的人在被快乐支配时,拥有的不是知识而是意见。
ἀλλὰ μὴν εἴγε δόξα καὶ μὴ ἐπιστήμη, μηδʼ ἰσχυρὰ ὑπόληψις ἡ ἀντιτείνουσα ἀλλʼ ἠρεμαία, καθάπερ ἐν τοῖς διστάζουσι, συγγνώμη τῷ μὴ μένειν ἐν αὐταῖς πρὸς ἐπιθυμίας ἰσχυράς· τῇ δὲ μοχθηρίᾳ οὐ συγγνώμη, οὐδὲ τῶν ἄλλων οὐδενὶ τῶν ψεκτῶν.
然而,如果是意见而不是知识,并且抗衡的不是强烈的信念,而是像犹豫不决者那样温和的信念,那么,在面对强烈的欲望时不坚守这些意见,是可以得到原谅的;但恶德是不可原谅的,其他任何值得谴责的事情也是不可原谅的。
φρονήσεως ἄρα ἀντιτεινούσης;
那么,难道是明智在抗衡吗?
αὕτη γὰρ ἰσχυρότατον.
因为明智是最强大的。
ἀλλʼ ἄτοπον· ἔσται γὰρ ὁ αὐτὸς ἅμα φρόνιμος καὶ ἀκρατής, φήσειε δʼ οὐδʼ ἂν εἷς φρονίμου εἶναι τὸ πράττειν ἑκόντα τὰ φαυλότατα.
但这太荒谬了:因为同一个人将同时既是明智的又是无自制的,但绝不会有人说,自愿去做出最卑劣的事是明智的人的特征。
πρὸς δὲ τούτοις δέδεικται πρότερον ὅτι πρακτικός γε ὁ φρόνιμος (τῶν γὰρ ἐσχάτων τις) καὶ τὰς ἄλλας ἔχων ἀρετάς.
此外,前面已经说明,明智的人是实践的(因为他是针对个别的极限量),并且拥有其他的德性。
ἔτι εἰ μὲν ἐν τῷ ἐπιθυμίας ἔχειν ἰσχυρὰς καὶ φαύλας ὁ ἐγκρατής, οὐκ ἔσται ὁ σώφρων ἐγκρατὴς οὐδʼ ὁ ἐγκρατὴς σώφρων· οὔτε γὰρ τὸ ἄγαν σώφρονος οὔτε τὸ φαύλας ἔχειν.
再者,如果自制在于拥有强烈且卑劣的欲望,那么节制的人就不会是自制的,自制的人也不会是节制的;因为过度和卑劣的欲望都不属于节制的人。
ἀλλὰ μὴν δεῖ γε· εἰ μὲν γὰρ χρησταὶ αἱ ἐπιθυμίαι, φαύλη ἡ κωλύουσα ἕξις μὴ ἀκολουθεῖν, ὥσθʼ ἡ ἐγκράτεια οὐ πᾶσα σπουδαία· εἰ δʼ ἀσθενεῖς καὶ μὴ φαῦλαι, οὐθὲν σεμνόν, οὐδʼ εἰ φαῦλαι καὶ ἀσθενεῖς, οὐδὲν μέγα.
然而,它们应当是相通的;因为如果欲望是好的,那么阻碍人们顺从它们的品质(即自制)就是卑劣的,从而自制并不都是高尚的;但如果欲望是软弱且非卑劣的,那么克制它们也没什么可骄傲的,而如果欲望是卑劣且软弱的,那也没什么大不了的。
ἔτι εἰ πάσῃ δόξῃ ἐμμενετικὸν ποιεῖ ἡ ἐγκράτεια, φαύλη, οἷον εἰ καὶ τῇ ψευδεῖ· καὶ εἰ πάσης δόξης ἡ ἀκρασία ἐκστατικόν, ἔσται τις σπουδαία ἀκρασία, οἷον ὁ Σοφοκλέους Νεοπτόλεμος ἐν τῷ Φιλοκτήτῃ· ἐπαινετὸς γὰρ οὐκ ἐμμένων οἷς ἐπείσθη ὑπὸ τοῦ Ὀδυσσέως διὰ τὸ λυπεῖσθαι ψευδόμενος.
此外,如果自制使人坚守任何意见,即使是错误的意见,那它就是卑劣的;而如果无自制使人偏离任何意见,那么就会存在某种高尚的无自制,例如索福克勒斯的《菲洛克特特斯》中的涅奥普托勒摩斯就是这样;因为他没有坚守被奥德修斯说服的事,因为对撒谎感到痛苦,这是值得赞赏的。
ἔτι ὁ σοφιστικὸς λόγος ἀπορία· διὰ γὰρ τὸ παράδοξα βούλεσθαι ἐλέγχειν, ἵνα δεινοὶ ὦσιν ὅταν ἐπιτύχωσιν, ὁ γενόμενος συλλογισμὸς ἀπορία γίνεται· δέδεται γὰρ ἡ διάνοια, ὅταν μένειν μὴ βούληται διὰ τὸ μὴ ἀρέσκειν τὸ συμπερανθέν, προϊέναι δὲ μὴ δύνηται διὰ τὸ λῦσαι μὴ ἔχειν τὸν λόγον.
此外,诡辩派的论证也带来了疑难;因为他们希望通过反驳悖论来显出自己的聪明,一旦成功,所产生的推论就成了一个疑难;因为思想被束缚了,当它因为不满意结论而不愿停滞时,又因为无法破解论证而不能前进。
συμβαίνει δὴ ἔκ τινος λόγου ἡ ἀφροσύνη μετʼ ἀκρασίας ἀρετή· τἀναντία γὰρ πράττει ὧν ὑπολαμβάνει διὰ τὴν ἀκρασίαν, ὑπολαμβάνει δὲ τἀγαθὰ κακὰ εἶναι καὶ οὐ δεῖν πράττειν, ὥστε τἀγαθὰ καὶ οὐ τὰ κακὰ πράξει.
因此,根据某种论证,伴随着无自制的无分别(愚蠢)就成了德性;因为他由于无自制而做出了与他所认为的相反的事,而他认为好的事情是坏的且不应当做,结果他就会做出好的一面而不是坏的一面。
ἔτι ὁ τῷ πεπεῖσθαι πράττων καὶ διώκων τὰ ἡδέα καὶ προαιρούμενος βελτίων ἂν δόξειεν τοῦ μὴ διὰ λογισμὸν ἀλλὰ διʼ ἀκρασίαν· εὐιατότερος γὰρ διὰ τὸ μεταπεισθῆναι ἄν.
此外,因被说服并做出选择去追求快意的人,似乎比那些不因理智而因无自制而行动的人更好;因为前者更容易通过被重新说服来得到医治。
ὁ δʼ ἀκρατὴς ἔνοχος τῇ παροιμίᾳ ἐν ᾗ φαμὲν "ὅταν τὸ ὕδωρ πνίγῃ, τί δεῖ ἐπιπίνειν;
但无自制的人则适用于我们常说的那句语:“当水噎人时,还要喝什么来送下去呢?
" εἰ μὲν γὰρ ἐπέπειστο ἃ πράττει, μεταπεισθεὶς ἂν ἐπαύσατο· νῦν δὲ ἄλλα πεπεισμένος οὐδὲν ἧττον πράττει.
”因为如果他是被说服而做他所做的事,那么一旦被重新说服,他就会停止;但现在他虽然确信另一件事,却依然照常行动。
ἔτι εἰ περὶ πάντα ἀκρασία ἐστὶ καὶ ἐγκράτεια, τίς ὁ ἁπλῶς ἀκρατής;
此外,如果无自制和自制关涉所有的事情,那么端端无自制的人是谁呢?
οὐδεὶς γὰρ ἁπάσας ἔχει τὰς ἀκρασίας, φαμὲν δʼ εἶναί τινας ἁπλῶς.
因为没有人拥有所有形式的无自制,但我们却说有些人是端端无自制的。
αἱ μὲν οὖν ἀπορίαι τοιαῦταί τινες συμβαίνουσιν, τούτων δὲ τὰ μὲν ἀνελεῖν δεῖ τὰ δὲ καταλιπεῖν· ἡ γὰρ λύσις τῆς ἀπορίας εὕρεσίς ἐστιν.
因此,所产生的疑难就是这些,其中有些必须予以消除,有些则必须予以保留;因为对疑难的解决就是发现。

词汇与语法注释

  1. 1145b21ὑπολαμβάνων ὀρθῶς — 分词 ὑπολαμβάνων 具有让步的含义(“虽然持有正确的观念/判断”),这指出了无自制现象的核心悖论。
  2. 1145b24δεινὸν γὰρ ἐπιστήμης ἐνούσης ... ἄλλο τι κρατεῖν καὶ περιέλκειν αὐτὴν — 这是由 ἄλλο τι 作为不定式 κρατεῖν 和 περιέλκειν 的主语,αὐτήν(指代 ἐπιστήμην)作为宾语的带对格的不定式结构。ἐπιστήμης ἐνούσης 是属格绝对结构,表示前提条件,反映了苏格拉底对知识至高无上地位的信念。
  3. 1146a4φρονήσεως ἄρα ἀντιτεινούσης; — 讨论了如果假设抗衡欲望的是明智(φρό性能σις)而非单纯的意见(δόξα)时所产生的荒谬结果。对亚里士多德而言,明智的人必然是实践的(πρακτικός),因此不可能同时是自愿作恶的无自制之人。
  4. 1146a11ἀλλὰ μὴν δεῖ γε· — 极其简练的省略句,需结合上下文补充“然而,确实必须如此”,指的是节制的人与自制的人在某种程度上必须是一致的或互为前提的普遍看法。
  5. 1146a27συμβαίνει δὴ ἔκ τινος λόγου ἡ ἀφροσύνη μετʼ ἀκρασίας ἀρετή· — 该句的主语是 ἡ ἀφροσύνη μετʼ ἀκρασίας(伴随无自制的无分别),补语是 ἀρετή(德性)。它指出了诡辩派论证的荒谬结论(συμβαίνει),即无分别与无自制的结合在悖论上会产生德性。
  6. 1146a34ὅταν τὸ ὕδωρ πνίγῃ, τί δεῖ ἐπιπίνειν; — 一句谚语,意为“当水本身噎住你时,还能喝什么来冲下去呢?”这隐喻了无自制者的困境:他拥有正确的理智(本应拯救他的水),却未能顺从它,从而使得通过说服来进行医治变得不可能。

引用这一段

亚里士多德, 尼各马可伦理学 §7.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:7.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。