Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §7.3#1

无自制的对象与知识的拥有和运用

第 74 段,共 123 段 · 希腊语

内容简介

亚里士多德对无自制问题展开了具体考察,首先界定了无自制所关涉的对象和态度,并区分了“知道”这一概念的多重含义(知识的拥有与运用)。他指出了普遍前提和个别前提的区分,以及睡眠、醉酒等特殊状态下拥有知识的情形,以此为解释无自制的产生机制奠定基础。

§7.3#1πρῶτον μὲν οὖν σκεπτέον πότερον εἰδότες ἢ οὔ, καὶ πῶς εἰδότες· εἶτα περὶ ποῖα τὸν ἀκρατῆ καὶ τὸν ἐγκρατῆ θετέον, λέγω δὲ πότερον περὶ πᾶσαν ἡδονὴν καὶ λύπην ἢ περί τινας ἀφωρισμένας, καὶ τὸν ἐγκρατῆ καὶ τὸν καρτερικόν, πότερον ὁ αὐτὸς ἢ ἕτερός ἐστιν· ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων ὅσα συγγενῆ τῆς θεωρίας ἐστὶ ταύτης.
首先,我们必须考察,他们是在知情还是不知情的情况下行动,以及他们是如何知情的;其次,应当把无自制者和自制者置于何种对象之中,我指的是,他们是关涉到所有的快乐与痛苦,还是关涉到某些特定的快乐与痛苦;以及自制者与坚忍者是同一个人,还是不同的人;同样地,也需要考察其他与这一研究所关联的所有问题。
ἔστι δʼ ἀρχὴ τῆς σκέψεως, πότερον ὁ ἐγκρατὴς καὶ ὁ ἀκρατής εἰσι τῷ περὶ ἃ ἢ τῷ ὣς ἔχοντες τὴν διαφοράν, λέγω δὲ πότερον τῷ περὶ ταδὶ εἶναι μόνον ἀκρατὴς ὁ ἀκρατής, ἢ οὒ ἀλλὰ τῷ ὥς, ἢ οὒ ἀλλʼ ἐξ ἀμφοῖν· ἔπειτʼ εἰ περὶ πάντʼ ἐστὶν ἀκρασία καὶ ἐγκράτεια ἢ οὔ.
而探究的起点是:自制者与无自制者的区别,是在于他们所关涉的对象,还是在于他们的态度,我指的是,无自制者之所以是无自制者,仅仅是因为他关涉到这些特定的对象,还是因为他的态度,或者两者兼有;其次,无自制和自制是关涉到所有事物,还是并非如此。
οὔτε γὰρ περὶ ἅπαντʼ ἐστὶν ὁ ἁπλῶς ἀκρατής, ἀλλὰ περὶ ἅπερ ὁ ἀκόλαστος, οὔτε τῷ πρὸς ταῦτα ἁπλῶς ἔχειν (ταὐτὸν γὰρ ἂν ἦν τῇ ἀκολασίᾳ), ἀλλὰ τῷ ὡδὶ ἔχειν.
因为端平意义上的无自制者并不关涉到所有事物,而是与放纵者关涉到完全相同的对象,并且他与放纵者的区别不仅在于他关涉到这些对象(否则无自制就与放纵相同了),而是在于他以这种特定的方式关涉。
ὃ μὲν γὰρ ἄγεται προαιρούμενος, νομίζων ἀεὶ δεῖν τὸ παρὸν ἡδὺ διώκειν· ὃ δʼ οὐκ οἴεται μέν, διώκει δέ.
因为后者(放纵者)是根据自己的选择被引导的,认为应当永远追求眼前的快乐;而前者(无自制者)虽然不这样认为,却依然去追求。
περὶ μὲν οὖν τοῦ δόξαν ἀληθῆ ἀλλὰ μὴ ἐπιστήμην εἶναι παρʼ ἣν ἀκρατεύονται, οὐδὲν διαφέρει πρὸς τὸν λόγον· ἔνιοι γὰρ τῶν δοξαζόντων οὐ διστάζουσιν, ἀλλʼ οἴονται ἀκριβῶς εἰδέναι.
至于有人认为,人们违背并表现出无自制的只是真确的意见,而不是知识,这对于我们的论证并无影响;因为有些持有意见的人并不犹豫,反而认为自己知道得清清楚楚。
εἰ οὖν διὰ τὸ ἠρέμα πιστεύειν οἱ δοξάζοντες μᾶλλον τῶν ἐπισταμένων παρὰ τὴν ὑπόληψιν πράξουσιν, οὐθὲν διοίσει ἐπιστήμη δόξης· ἔνιοι γὰρ πιστεύουσιν οὐδὲν ἧττον οἷς δοξάζουσιν ἢ ἕτεροι οἷς ἐπίστανται· δηλοῖ δʼ Ἡράκλειτος.
如果说,是因为仅有微弱的信念,持有意见的人才比拥有知识的人更容易违背其判断而行动,那么知识与意见就没有什么区别了;因为有些人坚信自己所持有的意见,其程度丝毫不亚于另一些人坚信自己所拥有的知识,赫拉克利特就表明了这一点。
ἀλλʼ ἐπεὶ διχῶς λέγομεν τὸ ἐπίστασθαι (καὶ γὰρ ὁ ἔχων μὲν οὐ χρώμενος δὲ τῇ ἐπιστήμῃ καὶ ὁ χρώμενος λέγεται ἐπίστασθαι), διοίσει τὸ ἔχοντα μὲν μὴ θεωροῦντα δὲ καὶ τὸ θεωροῦντα ἃ μὴ δεῖ πράττειν· τοῦτο γὰρ δοκεῖ δεινόν, ἀλλʼ οὐκ εἰ μὴ θεωρῶν.
但是,既然我们在两种意义上使用“知道”这个词(因为拥有知识却不运用的人,和正在运用知识的人,都被称为“知道”),那么,一个人在拥有却不观照其知识的状态下做了他不该做的事,还是在观照其知识的状态下做了这件事,其间大有不同;因为后者显得令人惊异,而前者若不在观照状态下则不然。
ἔτι ἐπεὶ δύο τρόποι τῶν προτάσεων, ἔχοντα μὲν ἀμφοτέρας οὐδὲν κωλύει πράττειν παρὰ τὴν ἐπιστήμην, χρώμενον μέντοι τῇ καθόλου ἀλλὰ μὴ τῇ κατὰ μέρος· πρακτὰ γὰρ τὰ καθʼ ἕκαστα.
此外,由于前提有两种,即使一个人同时拥有这两种前提,如果他只运用了普遍前提而没有运用个别前提,也完全不妨碍他做出违背其知识的行动;因为行动是关涉到个别事物的。
διαφέρει δὲ καὶ τὸ καθόλου· τὸ μὲν γὰρ ἐφʼ ἑαυτοῦ τὸ δʼ ἐπὶ τοῦ πράγματός ἐστιν·
而且,普遍前提本身也有所不同:一类是关于行为者自身的,另一类是关于事物的。
οἷον ὅτι παντὶ ἀνθρώπῳ συμφέρει τὰ ξηρά, καὶ ὅτι αὐτὸς ἄνθρωπος, ἢ ὅτι ξηρὸν τὸ τοιόνδε· ἀλλʼ εἰ τόδε τοιόνδε, ἢ οὐκ ἔχει ἢ οὐκ ἐνεργεῖ·
例如,“干食对每个人都有益”,以及“我自己是人”,或者“这类的食物是干食”;但是对于“眼前的这份食物是否属于这类食物”,他要么不拥有这种知识,要么没有使之活动。
κατά τε δὴ τούτους διοίσει τοὺς τρόπους ἀμήχανον ὅσον, ὥστε δοκεῖν οὕτω μὲν εἰδέναι μηδὲν ἄτοπον, ἄλλως δὲ θαυμαστόν.
因此,在这些知道的方式之间存在着巨大的差异,以至于以前一种方式知道似乎并不荒谬,而以后一种方式知道则令人惊奇。
ἔτι τὸ ἔχειν τὴν ἐπιστήμην ἄλλον τρόπον τῶν νῦν ῥηθέντων ὑπάρχει τοῖς ἀνθρώποις· ἐν τῷ γὰρ ἔχειν μὲν μὴ χρῆσθαι δὲ διαφέρουσαν ὁρῶμεν τὴν ἕξιν, ὥστε καὶ ἔχειν πως καὶ μὴ ἔχειν, οἷον τὸν καθεύδοντα καὶ μαινόμενον καὶ οἰνωμένον.
此外,人类拥有知识的方式,除了刚才提到的几种之外,还存在着另一种情况;因为我们看到,在“拥有却不使用”的状态中,其品质状态存在着差异,以至于在某种意义上他既拥有又没有拥有,比如处于睡眠、疯狂或醉酒状态中的人就是如此。

词汇与语法注释

  1. ¦15¦τῷ περὶ ἃ ἢ τῷ ὣς ἔχοντες τὴν διαφοράν — 关系与格(或特征与格),表示区分的标准:即他们之间的区别是在于“所关涉的对象”(περὶ ἃ),还是在于“其态度/品性状态”(ὣς ἔχοντες)。
  2. ¦35¦διοίσει τὸ ἔχοντα μὲν μὴ θεωροῦντα δὲ καὶ τὸ θεωροῦντα ἃ μὴ δεῖ πράττειν — 非人称动词 `διοίσει` 的主语由两个并列的带冠词不定式短语构成:即 `τὸ [ἔχοντα μὲν μὴ θεωροῦντα δὲ] πράττειν`(在拥有知识但不运用的状态下行动)与 `τὸ [θεωροῦντα] πράττειν`(在运用/观照知识的状态下行动)的对比,其中的分词在句中作不定式的宾格主语。
  3. ¦1147a¦ ¦1¦χρώμενον μέντοι τῇ καθόλου ἀλλὰ μὴ τῇ κατὰ μέρος — 与格短语 `τῇ καθόλου` 和 `τῇ κατὰ μέρος` 受分词 `χρώμενον` 支配,该分词修饰不定式 `πράττειν` 的未表达宾格主语。此处的阴性形容词后省略了阴性名词 `προτάσει`(前提)。

引用这一段

亚里士多德, 尼各马可伦理学 §7.3#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:7.3%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。