§7.12ὅτι δʼ οὐ συμβαίνει διὰ ταῦτα μὴ εἶναι ἀγαθὸν μηδὲ τὸ ἄριστον, ἐκ τῶνδε δῆλον.
然而,不能由此得出快乐不是善、甚至不是最高善,这从以下几点中可以明显看出来。
πρῶτον μέν, ἐπεὶ τὸ ἀγαθὸν διχῶς (τὸ μὲν γὰρ ἁπλῶς τὸ δὲ τινί), καὶ αἱ φύσεις καὶ αἱ ἕξεις ἀκολουθήσουσιν, ὥστε καὶ αἱ κινήσεις καὶ αἱ γενέσεις, καὶ αἱ φαῦλαι δοκοῦσαι εἶναι αἳ μὲν ἁπλῶς φαῦλαι τινὶ δʼ οὒ ἀλλʼ αἱρεταὶ τῷδε, ἔνιαι δʼ οὐδὲ τῷδε ἀλλὰ ποτὲ καὶ ὀλίγον χρόνον αἱρεταί, ἁπλῶς δʼ οὔ·
首先,既然善有两种含义(因为一者是端而言之的善,另一者是对某人而言的善),那么自然(本性)和状态也将随之对应,因而运动和生成也是如此。 在那些看似劣劣的事物中,有些是端而言之是坏的,但对某人而言并非如此,反而是值得此人选择的;有些甚至对这人也不是通常值得选择的,而只是在某个时刻、在短时间内值得选择,而非在端而言之的意义上。
αἳ δʼ οὐδʼ ἡδοναί, ἀλλὰ φαίνονται, ὅσαι μετὰ λύπης καὶ ἰατρείας ἕνεκεν, οἷον αἱ τῶν καμνόντων.
还有些甚至不是快乐,而只是看起来如此,比如那些伴随着痛苦并为了治疗而产生的,例如病人的快乐。
ἔτι ἐπεὶ τοῦ ἀγαθοῦ τὸ μὲν ἐνέργεια τὸ δʼ ἕξις, κατὰ συμβεβηκὸς αἱ καθιστᾶσαι εἰς τὴν φυσικὴν ἕξιν ἡδεῖαί εἰσιν· ἔστι δʼ ἡ ἐνέργεια ἐν ταῖς ἐπιθυμίαις τῆς ὑπολοίπου ἕξεως καὶ φύσεως, ἐπεὶ καὶ ἄνευ λύπης καὶ ἐπιθυμίας εἰσὶν ἡδοναί, οἷον αἱ τοῦ θεωρεῖν, τῆς φύσεως οὐκ ἐνδεοῦς οὔσης.
此外,由于善一者是活动,另一者是状态,所以那些使我们恢复到自然状态的过程只是在附带的意义上是快乐的;而在欲望中的活动,则是属于存留下来的状态和本性的,因为也存在着没有痛苦和欲望的快乐,例如观照的快乐,此时自然并不匮乏。
σημεῖον δʼ ὅτι οὐ τῷ αὐτῷ ἡδεῖ χαίρουσιν ἀναπληρουμένης τε τῆς φύσεως καὶ καθεστηκυίας, ἀλλὰ καθεστηκυίας μὲν τοῖς ἁπλῶς ἡδέσιν, ἀναπληρουμένης δὲ καὶ τοῖς ἐναντίοις· καὶ γὰρ ὀξέσι καὶ πικροῖς χαίρουσιν, ὧν οὐδὲν οὔτε φύσει ἡδὺ οὔθʼ ἁπλῶς ἡδύ.
证明这一点的迹象是,当自然处于被充实的过程中与处于安定状态下时,人们并不因同样快乐的事物而喜悦:当在安定状态下时,人们喜悦于端而言之快乐的事物;而在被充实的过程中,人们甚至也喜悦于相反的事物;因为他们也喜悦于酸和苦的东西,而其中没有一样是在自然上或在端而言之的意义上快乐的。
ὥστʼ οὐδʼ ἡδοναί· ὡς γὰρ τὰ ἡδέα πρὸς ἄλληλα διέστηκεν, οὕτω καὶ αἱ ἡδοναὶ αἱ ἀπὸ τούτων.
因此,这些快乐也不是真正的快乐;因为正如快乐的事物彼此有别,由于这些事物而产生的快乐也是有别的。
ἔτι οὐκ ἀνάγκη ἕτερόν τι εἶναι βέλτιον τῆς ἡδονῆς, ὥσπερ τινές φασι τὸ τέλος τῆς γενέσεως· οὐ γὰρ γενέσεις εἰσὶν οὐδὲ μετὰ γενέσεως πᾶσαι, ἀλλʼ ἐνέργειαι καὶ τέλος· οὐδὲ γινομένων συμβαίνουσιν ἀλλὰ χρωμένων· καὶ τέλος οὐ πασῶν ἕτερόν τι, ἀλλὰ τῶν εἰς τὴν τελέωσιν ἀγομένων τῆς φύσεως.
此外,并不必然存在着某种比快乐更好的东西,正如有些人说过程的终点(目的)比过程(生成)更好一样;因为它们并不是生成,也不是所有的快乐都伴随着生成,而是活动和目的;它们不在人们生成的过程中发生,而是在人们使用其能力时发生;并不是所有快乐的目的都是另外的某种东西,而只是那些被引导走向自然之完善的快乐才是如此。
διὸ καὶ οὐ καλῶς ἔχει τὸ αἰσθητὴν γένεσιν φάναι εἶναι τὴν ἡδονήν, ἀλλὰ μᾶλλον λεκτέον ἐνέργειαν τῆς κατὰ φύσιν ἕξεως, ἀντὶ δὲ τοῦ αἰσθητὴν ἀνεμπόδιστον.
因此,把快乐说成是“可感知的生成”是不妥当的,更应该称之为“符合自然状态的活动”,且用“不受阻碍的”来代替“可感知的”。
δοκεῖ δὲ γένεσίς τισιν εἶναι, ὅτι κυρίως ἀγαθόν· τὴν γὰρ ἐνέργειαν γένεσιν οἴονται εἶναι, ἔστι δʼ ἕτερον.
但它在某些人看来是一种生成,是因为它是最本真意义上的善;因为他们以为活动就是生成,但两者是不同的。
τὸ δʼ εἶναι φαύλας ὅτι νοσώδη ἔνια ἡδέα, τὸ αὐτὸ καὶ ὅτι ὑγιεινὰ ἔνια φαῦλα πρὸς χρηματισμόν.
至于说某些快乐是坏的,是因为某些令人快乐的事物会导致疾病,这与说某些有益健康的事物对发财致富是坏的是同一道理。
ταύτῃ οὖν φαῦλα ἄμφω, ἀλλʼ οὐ φαῦλα κατά γε τοῦτο, ἐπεὶ καὶ τὸ θεωρεῖν ποτὲ βλάπτει πρὸς ὑγίειαν.
在这一方面,两者都是坏的,但并不是由于这一点本身就是坏的,因为即使是观照,有时也会损害健康。
ἐμποδίζει δὲ οὔτε φρονήσει οὔθʼ ἕξει οὐδεμιᾷ ἡ ἀφʼ ἑκάστης ἡδονή, ἀλλʼ αἱ ἀλλότριαι, ἐπεὶ αἱ ἀπὸ τοῦ θεωρεῖν καὶ μανθάνειν μᾶλλον ποιήσουσι θεωρεῖν καὶ μανθάνειν.
各项活动自身的快乐并不会阻碍明智,也不会阻碍任何状态,阻碍它们的倒是外来的快乐;因为来自观照和学习的快乐,反而会让人更去观照和学习。
τὸ δὲ τέχνης μὴ εἶναι ἔργον ἡδονὴν μηδεμίαν εὐλόγως συμβέβηκεν· οὐδὲ γὰρ ἄλλης ἐνεργείας οὐδεμιᾶς τέχνη ἐστίν, ἀλλὰ τῆς δυνάμεως· καίτοι καὶ ἡ μυρεψικὴ τέχνη καὶ ἡ ὀψοποιητικὴ δοκεῖ ἡδονῆς εἶναι.
至于说没有任何快乐是技艺的产物,这也是理所当然的;因为对于任何其他活动也都没有技艺,技艺只是关于潜能的;虽然制香术和烹饪术确实被认为是关于快乐的技艺。
τὸ δὲ τὸν σώφρονα φεύγειν καὶ τὸν φρόνιμον διώκειν τὸν ἄλυπον βίον, καὶ τὸ τὰ παιδία καὶ τὰ θηρία διώκειν, τῷ αὐτῷ λύεται πάντα.
至于节制者避开快乐、明智者追求无痛苦的生活,以及儿童和野兽追求快乐,这些全都可以用同一个道理来解决。
ἐπεὶ γὰρ εἴρηται πῶς ἀγαθαὶ ἁπλῶς καὶ πῶς οὐκ ἀγαθαὶ πᾶσαι αἱ ἡδοναί, τὰς τοιαύτας καὶ τὰ θηρία καὶ τὰ παιδία διώκει, καὶ τὴν τούτων ἀλυπίαν ὁ φρόνιμος, τὰς μετʼ ἐπιθυμίας καὶ λύπης, καὶ τὰς σωματικάς (τοιαῦται γὰρ αὗται) καὶ τὰς τούτων ὑπερβολάς, καθʼ ἃς ὁ ἀκόλαστος ἀκόλαστος.
因为既然已经说明了,在何种意义上快乐是端而言之的善,以及在何种意义上并非所有快乐都是善,野兽和儿童所追求的正是这一类快乐,而明智者所追求的是免受这些快乐带来的痛苦,亦即伴随着欲望和痛苦的快乐,也就是肉体上的快乐(因为这些就是这一类的快乐)以及这些快乐的过度,放纵者正是因这些过度才被称为放纵的。
διὸ ὁ σώφρων φεύγει ταύτας, ἐπεὶ εἰσὶν ἡδοναὶ καὶ σώφρονος.
因此,节制者避开的是这些快乐,因为同样存在着属于节制者的快乐。