Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §7.13

不受阻碍的活动作为快乐与最高善

第 84 段,共 123 段 · 希腊语

内容简介

亚里士多德论证道,既然痛苦是应当避免的恶,其相反面快乐就必然是善,并表明最高善(幸福)可以是一种不受阻碍的活动(即快乐)。他还指出,幸福需要外在运气和身体善作补充,且万物因其本性中含有某种神性而皆追求快乐。

§7.13ἀλλὰ μὴν ὅτι καὶ ἡ λύπη κακόν, ὁμολογεῖται, καὶ φευκτόν· ἣ μὲν γὰρ ἁπλῶς κακόν, ἣ δὲ τῷ πῇ ἐμποδιστική.
此外,痛苦是坏的、是应当避免的,这一点是大家公认的;因为一种痛苦在端而言之的意义上是坏的,而另一种痛苦则是因在某方面起阻碍作用而坏的。
τῷ δὲ φευκτῷ τὸ ἐναντίον ᾗ φευκτόν τι καὶ κακόν, ἀγαθόν.
而在应当避免的东西作为应当避免之物和坏东西的意义上,其相反面就是善。
ἀνάγκη οὖν τὴν ἡδονὴν ἀγαθόν τι εἶναι.
因此,快乐必然是某种善。
ὡς γὰρ Σπεύσιππος ἔλυεν, οὐ συμβαίνει ἡ λύσις, ὥσπερ τὸ μεῖζον τῷ ἐλάττονι καὶ τῷ ἴσῳ ἐναντίον· οὐ γὰρ ἂν φαίη ὅπερ κακόν τι εἶναι τὴν ἡδονήν.
因为斯彪西波所提出的解决方法并不成立——即认为正如较大者既与较小者对立又与相等者对立一样,快乐也既与痛苦对立又与善对立;因为他绝不会说快乐在本质上是某种坏东西。
τἄριστόν τʼ οὐδὲν κωλύει ἡδονήν τινα εἶναι, εἰ ἔνιαι φαῦλαι ἡδοναί, ὥσπερ καὶ ἐπιστήμην τινὰ ἐνίων φαύλων οὐσῶν.
而且,即使有些快乐是坏的,也并不妨碍最高善是某种快乐,正如即使有些科学是坏的,也不妨碍某种科学是最高善一样。
ἴσως δὲ καὶ ἀναγκαῖον, εἴπερ ἑκάστης ἕξεώς εἰσιν ἐνέργειαι ἀνεμπόδιστοι, εἴθʼ ἡ πασῶν ἐνέργειά ἐστιν εὐδαιμονία εἴτε ἡ τινὸς αὐτῶν, ἂν ᾖ ἀνεμπόδιστος, αἱρετωτάτην εἶναι· τοῦτο δʼ ἐστὶν ἡδονή.
也许,这也是必然的:如果对于每种状态都有不受阻碍的活动,那么,无论所有状态的活动是幸福,还是其中某一种状态的活动是幸福,只要它是不受阻碍的,它就最值得选择;而这种活动就是快乐。
ὥστε εἴη ἄν τις ἡδονὴ τὸ ἄριστον, τῶν πολλῶν ἡδονῶν φαύλων οὐσῶν, εἰ ἔτυχεν, ἁπλῶς.
因此,即使许多快乐碰巧是坏的,某种快乐也仍然是端而言之的最高善。
καὶ διὰ τοῦτο πάντες τὸν εὐδαίμονα ἡδὺν οἴονται βίον εἶναι, καὶ ἐμπλέκουσι τὴν ἡδονὴν εἰς τὴν εὐδαιμονίαν, εὐλόγως· οὐδεμία γὰρ ἐνέργεια τέλειος ἐμποδιζομένη, ἡ δʼ εὐδαιμονία τῶν τελείων·
也正因为如此,所有人都认为幸福的生活是快乐的,并且合理地将快乐融入幸福之中;因为任何活动在受到阻碍时都是不完美的,而幸福属于完美的事物。
διὸ προσδεῖται ὁ εὐδαίμων τῶν ἐν σώματι ἀγαθῶν καὶ τῶν ἐκτὸς καὶ τῆς τύχης, ὅπως μὴ ἐμποδίζηται ταῦτα.
因此,幸福的人还需要身体的善、外在的善以及运气,以此作为补充,好让这些东西不至于成为阻碍。
οἱ δὲ τὸν τροχιζόμενον καὶ τὸν δυστυχίαις μεγάλαις περιπίπτοντα εὐδαίμονα φάσκοντες εἶναι, ἐὰν ᾖ ἀγαθός, ἢ ἑκόντες ἢ ἄκοντες οὐδὲν λέγουσιν.
至于那些声称,一个人即使在遭受车裂之刑或遭遇极大不幸时,只要他是好人就是幸福的,他们无论是有意还是无意,都是在胡说八道。
διὰ δὲ τὸ προσδεῖσθαι τῆς τύχης δοκεῖ τισὶ ταὐτὸν εἶναι ἡ εὐτυχία τῇ εὐδαιμονίᾳ, οὐκ οὖσα, ἐπεὶ καὶ αὐτὴ ὑπερβάλλουσα ἐμπόδιός ἐστιν, καὶ ἴσως οὐκέτι εὐτυχίαν καλεῖν δίκαιον· πρὸς γὰρ τὴν εὐδαιμονίαν ὁ ὅρος αὐτῆς.
由于需要运气的补充,有些人认为好运气与幸福是同一回事,其实不然,因为即使是好运气,过度的也会成为阻碍,那时也许就不再合适称之为好运气了;因为它的界限是相对于幸福来规定的。
καὶ τὸ διώκειν δʼ ἅπαντα καὶ θηρία καὶ ἀνθρώπους τὴν ἡδονὴν σημεῖόν τι τοῦ εἶναί πως τὸ ἄριστον αὐτήν· " φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα λαοί πολλοί " ἀλλʼ ἐπεὶ οὐχ ἡ αὐτὴ οὔτε φύσις οὔθʼ ἕξις ἡ ἀρίστη οὔτʼ ἔστιν οὔτε δοκεῖ, οὐδʼ ἡδονὴν διώκουσι τὴν αὐτὴν πάντες, ἡδονὴν μέντοι πάντες.
此外,所有事物,包括野兽和人类,都追求快乐,这也是快乐在某种意义上是最高善的一个迹象: “众人广为传诵的流言,绝不会完全消失。 ” 但是,由于对于所有人来说,最善的本性或状态既不相同,也不被认为相同,所以他们追求的也不是同一种快乐,然而所有人都在追求快乐。
ἴσως δὲ καὶ διώκουσιν οὐχ ἣν οἴονται οὐδʼ ἣν ἂν φαῖεν, ἀλλὰ τὴν αὐτήν· πάντα γὰρ φύσει ἔχει τι θεῖον.
也许,他们追求的并不是他们自以为的、或者他们会说出的那一种,而是同一种快乐;因为万物在自然上都含有某种神性的东西。
ἀλλʼ εἰλήφασι τὴν τοῦ ὀνόματος κληρονομίαν αἱ σωματικαὶ ἡδοναὶ διὰ τὸ πλειστάκις τε παραβάλλειν εἰς αὐτὰς καὶ πάντας μετέχειν αὐτῶν· διὰ τὸ μόνας οὖν γνωρίμους εἶναι ταύτας μόνας οἴονται εἶναι.
然而,肉体快乐夺取了这一名称的继承权,是因为人们最频繁地投身于其中,且所有人都分享它们;因此,正因为只有这些是大家所熟知的,人们便以为只有这些才是快乐。
φανερὸν δὲ καὶ ὅτι, εἰ μὴ ἡδονὴ ἀγαθὸν καὶ ἡ ἐνέργεια, οὐκ ἔσται ζῆν ἡδέως τὸν εὐδαίμονα·
同样显而易见的是,如果快乐和活动不是善,那么幸福的人就不可能过得快乐。
τίνος γὰρ ἕνεκα δέοι ἂν αὐτῆς, εἴπερ μὴ ἀγαθόν, ἀλλὰ καὶ λυπηρῶς ἐνδέχεται ζῆν;
因为如果快乐不是善,他为什么需要它呢? 即使伴随着痛苦,他也是可能生活下去的。
οὔτε κακὸν γὰρ οὔτʼ ἀγαθὸν ἡ λύπη, εἴπερ μηδʼ ἡδονή· ὥστε διὰ τί ἂν φεύγοι;
因为如果快乐都不是善,痛苦也就既不是坏也不是善;既然如此,他为什么要避开它呢?
οὐδὲ δὴ ἡδίων ὁ βίος ὁ τοῦ σπουδαίου, εἰ μὴ καὶ αἱ ἐνέργειαι αὐτοῦ.
如果高尚之士的活动不更加快乐,那么他的生活当然也就不会更加快乐了。

词汇与语法注释

  1. 1153b1ἣ μὲν γὰρ ἁπλῶς κακόν, ἣ δὲ τῷ πῇ ἐμποδιστική. — 阴性单数关系代词在此处与虚词 μέν... δέ... 连用,起到指示代词的作用,表示“一者……另一者……”,指代前文的阴性名词 ἡ λύπη(痛苦)。第二分句中省略了系动词 ἐστίν 以及主格表语 κακόν。其语法骨架为:“因为一种[痛苦]在端而言之的意义上是坏的,而另一种则是因在某方面起阻碍作用而[是坏的]”。
  2. 1153b4ὡς γὰρ Σπεύσιππος ἔλυεν, οὐ συμβαίνει ἡ λύσις, — 动词 συμβαίνει(成立、结果是)的主语是其后的名词 ἡ λύσις(解决、回答)。整句构造为:“因为斯彪西波所试图解决的方式,其解决并不成立”。斯彪西波曾论证“较大者(快)与较小者(痛)和相等者(善)两者对立”,企图将快乐归为非善非恶的中立物。亚里士多德在此反驳,指出这一“解决方法”不能成立,因为按此逻辑,斯彪西波将不得不承认快乐在本质上也是一种恶,而这显然违背其本意。
  3. 1153b9ἴσως δὲ καὶ ἀναγκαῖον... αἱρετωτάτην εἶναι· — 这是一个由非人称形容词 ἀναγκαῖον(是必然的,省略了联络动词 ἐστι)所引导的“带对格的不定式”结构(accusative with infinitive)。其主干条件句为“如果对每种状态都有不受阻碍的活动”(εἴπερ... εἰσιν...),其内嵌入了由 εἴτε... εἴτε... 引导的双重选择从句(“无论是所有状态的活动是幸福,还是其中某一种是幸福”),并在“只要它是不受阻碍的”(ἂν ᾖ ἀνεμπόδιστος)这一进一步条件下,推导出主句的不定式部分 αἱρετωτάτην εἶναι(“[它]是最值得选择的”)。该不定式的对格主语被省略,其意指前述的“活动”(ἐνέργεια)。

引用这一段

亚里士多德, 尼各马可伦理学 §7.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:7.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。