Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §6.13

自然德性与本来的德性及明智的统一

第 71 段,共 123 段 · 希腊语

内容简介

亚里士多德区分了“自然德性”与“本来的德性”,指出本来的德性若无明智则无法成立,同样明智也离不开道德德性,从而驳斥了德性彼此分离的观点。此外,他论证了明智并不支配智慧,因为明智只是为智慧做准备,并不直接使用它。

§6.13σκεπτέον δὴ πάλιν καὶ περὶ ἀρετῆς· καὶ γὰρ ἡ ἀρετὴ παραπλησίως ἔχει ὡς ἡ φρόνησις πρὸς τὴν δεινότητα —οὐ ταὐτὸ μέν, ὅμοιον δέ—οὕτω καὶ ἡ φυσικὴ ἀρετὴ πρὸς τὴν κυρίαν.
因此,我们必须再次考察德性;因为德性之间的关系非常类似于明智与才觉的关系——虽非相同,但却相似——自然德性与主导性(本来的)德性的关系也是如此。
πᾶσι γὰρ δοκεῖ ἕκαστα τῶν ἠθῶν ὑπάρχειν φύσει πως· καὶ γὰρ δίκαιοι καὶ σωφρονικοὶ καὶ ἀνδρεῖοι καὶ τἆλλα ἔχομεν εὐθὺς ἐκ γενετῆς·
因为所有人似乎都以某种方式天生具有各种品格特征;因为我们从出生起就立刻拥有了公正、节制、勇敢以及其他品质。
ἀλλʼ ὅμως ζητοῦμεν ἕτερόν τι τὸ κυρίως ἀγαθὸν καὶ τὰ τοιαῦτα ἄλλον τρόπον ὑπάρχειν.
但是,我们仍然在寻求另一种本来的善,并寻求这些品质以另一种方式存在于我们身上。
καὶ γὰρ παισὶ καὶ θηρίοις αἱ φυσικαὶ ὑπάρχουσιν ἕξεις, ἀλλʼ ἄνευ νοῦ βλαβεραὶ φαίνονται οὖσαι.
因为自然状态甚至也存在于儿童和野兽身上,但在缺乏智性时,它们显然是有害的。
πλὴν τοσοῦτον ἔοικεν ὁρᾶσθαι, ὅτι ὥσπερ σώματι ἰσχυρῷ ἄνευ ὄψεως κινουμένῳ συμβαίνει σφάλλεσθαι ἰσχυρῶς διὰ τὸ μὴ ἔχειν ὄψιν, οὕτω καὶ ἐνταῦθα· ἐὰν δὲ λάβῃ νοῦν, ἐν τῷ πράττειν διαφέρει· ἡ δʼ ἕξις ὁμοία οὖσα τότʼ ἔσται κυρίως ἀρετή.
只不过,似乎可以观察到这样一点:正如一个强壮的身体在没有视力的情况下运动,会因为没有视力而严重跌倒,这里的情况也是如此;但如果它获得了智性,在实践中就会有所不同;而那品质虽然与以前相似,那时却将成为本来的德性。
ὥστε καθάπερ ἐπὶ τοῦ δοξαστικοῦ δύο ἐστὶν εἴδη, δεινότης καὶ φρόνησις, οὕτω καὶ ἐπὶ τοῦ ἠθικοῦ δύο ἐστί, τὸ μὲν ἀρετὴ φυσικὴ τὸ δʼ ἡ κυρία, καὶ τούτων ἡ κυρία οὐ γίνεται ἄνευ φρονήσεως.
因此,正如在形成意见的部分中有两种形式——才觉与明智,在品格的部分中也有两种——其一是自然德性,其二是本来的德性,而在这些之中,本来的德性没有明智是无法产生的。
διόπερ τινές φασι πάσας τὰς ἀρετὰς φρονήσεις εἶναι, καὶ Σωκράτης τῇ μὲν ὀρθῶς ἐζήτει τῇ δʼ ἡμάρτανεν· ὅτι μὲν γὰρ φρονήσεις ᾤετο εἶναι πάσας τὰς ἀρετάς, ἡμάρτανεν, ὅτι δʼ οὐκ ἄνευ φρονήσεως, καλῶς ἔλεγεν.
因此,有些人说所有的德性都是明智,而苏格拉底在某个方面探讨得正确,在另一个方面却犯了错;因为他认为所有的德性都是明智,这一点他犯了错;但他说明智是必不可少的,这一点他说得很对。
σημεῖον δέ· καὶ γὰρ νῦν πάντες, ὅταν ὁρίζωνται τὴν ἀρετήν, προστιθέασι, τὴν ἕξιν εἰπόντες καὶ πρὸς ἅ ἐστι, τὴν κατὰ τὸν ὀρθὸν λόγον· ὀρθὸς δʼ ὁ κατὰ τὴν φρόνησιν.
这就是证据:因为即使在今天,所有人当在定义德性时,在说明它是品质以及它所关联的对象之后,都会加上“符合正确理性的品质”;而正确的理性就是符合明智的理性。
ἐοίκασι δὴ μαντεύεσθαί πως ἅπαντες ὅτι ἡ τοιαύτη ἕξις ἀρετή ἐστιν, ἡ κατὰ τὴν φρόνησιν.
因此,所有人都似乎以某种方式预感到,这样一种符合明智的品质就是德性。
δεῖ δὲ μικρὸν μεταβῆναι.
但是我们必须做一个微小的修正。
ἔστι γὰρ οὐ μόνον ἡ κατὰ τὸν ὀρθὸν λόγον, ἀλλʼ ἡ μετὰ τοῦ ὀρθοῦ λόγου ἕξις ἀρετή ἐστιν· ὀρθὸς δὲ λόγος περὶ τῶν τοιούτων ἡ φρόνησίς ἐστιν.
因为德性不仅是符合正确理性的品质,而且是伴随正确理性的品质;而在这些事务上,正确的理性就是明智。
Σωκράτης μὲν οὖν λόγους τὰς ἀρετὰς ᾤετο εἶναι (ἐπιστήμας γὰρ εἶναι πάσας), ἡμεῖς δὲ μετὰ λόγου.
苏格拉底认为德性就是理性本身(因为他认为所有的德性都是科学),而我们则认为德性是伴随着理性的。
δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι οὐχ οἷόν τε ἀγαθὸν εἶναι κυρίως ἄνευ φρονήσεως, οὐδὲ φρόνιμον ἄνευ τῆς ἠθικῆς ἀρετῆς.
因此,从所说的话中显而易见,没有明智就不可能成为本来的善人,没有道德德性也不可能成为明智的人。
ἀλλὰ καὶ ὁ λόγος ταύτῃ λύοιτʼ ἄν, ᾧ διαλεχθείη τις ἂν ὅτι χωρίζονται ἀλλήλων αἱ ἀρεταί· οὐ γὰρ ὁ αὐτὸς εὐφυέστατος πρὸς ἁπάσας, ὥστε τὴν μὲν ἤδη τὴν δʼ οὔπω εἰληφὼς ἔσται· τοῦτο γὰρ κατὰ μὲν τὰς φυσικὰς ἀρετὰς ἐνδέχεται, καθʼ ἃς δὲ ἁπλῶς λέγεται ἀγαθός, οὐκ ἐνδέχεται· ἅμα γὰρ τῇ φρονήσει μιᾷ ὑπαρχούσῃ πᾶσαι ὑπάρξουσιν.
而且,通过这种方式,有人用以争辩德性彼此分离的论点也可以得到解决;因为同一个人并不会对所有的德性都具有最好的天赋,以至于他已经获得了一种德性而尚未获得另一种;因为这在自然德性的情况下是可能的,但在那些据之而被称为无条件善的德性的情况下,是不可能的;因为随着唯一的明智的存在,所有的德性都将同时存在。
δῆλον δέ, κἂν εἰ μὴ πρακτικὴ ἦν, ὅτι ἔδει ἂν αὐτῆς διὰ τὸ τοῦ μορίου ἀρετὴν εἶναι, καὶ ὅτι οὐκ ἔσται ἡ προαίρεσις ὀρθὴ ἄνευ φρονήσεως οὐδʼ ἄνευ ἀρετῆς· ἣ μὲν γὰρ τὸ τέλος ἣ δὲ τὰ πρὸς τὸ τέλος ποιεῖ πράττειν.
而且显而易见,即使明智不是实践性的,我们也需要它,因为它是(灵魂)那一部分的德性,同时,没有明智和德性,选择也不会是正确的;因为德性使我们针对目的而行,而明智则使我们针对达到目的的手续而行。
ἀλλὰ μὴν οὐδὲ κυρία γʼ ἐστὶ τῆς σοφίας οὐδὲ τοῦ βελτίονος μορίου, ὥσπερ οὐδὲ τῆς ὑγιείας ἡ ἰατρική· οὐ γὰρ χρῆται αὐτῇ, ἀλλʼ ὁρᾷ ὅπως γένηται· ἐκείνης οὖν ἕνεκα ἐπιτάττει, ἀλλʼ οὐκ ἐκείνῃ.
然而,明智绝不主导智慧,也不主导灵魂的更好部分,正如医学并不主导健康一样;因为医学并不使用健康,而是关注健康如何产生;因此,它是为了智慧而发出指令,而不是向智慧发出指令。
ἔτι ὅμοιον κἂν εἴ τις τὴν πολιτικὴν φαίη ἄρχειν τῶν θεῶν, ὅτι ἐπιτάττει περὶ πάντα τὰ ἐν τῇ πόλει.
此外,如果有人说政治学统治诸神,那就类似于说明智主导智慧,因为政治学对城邦中的一切事务发出指令。

词汇与语法注释

  1. 1144b1καὶ γὰρ ἡ ἀρετὴ παραπλησίως ἔχει ὡς ἡ φρόνησις πρὸς τὴν δεινότητα —οὐ ταὐτὸ μέν, ὅμοιον δέ—οὕτω καὶ ἡ φυσικὴ ἀρετὴ πρὸς τὴν κυρίαν. — 采用双重比较结构(ὡς A πρὸς B... οὕτω καὶ C πρὸς D)的句子。它表明,明智(φρόνησις)与才觉(δεινότης)的关系,非常类似于自然德性(φυσικὴ ἀρετή)与主导性/本来的德性(κυρία [ἀρετή])的关系。κυρία 之后省略的名词是 ἀρετή。正如才觉是构成明智的基础能力,自然德性也是本来德性的基石,尽管它缺乏理性的指导。
  2. 1144b18τῇ μὲν ὀρθῶς ἐζήτει τῇ δʼ ἡμάρτανεν· — 指示代词中性与格(τῇ μὲν ... τῇ δέ)的副词性用法,意为“在某一方面(或在某种程度上)……在另一方面……”。此处解释为表示关系的与格,用以对比苏格拉底的研究在哪些方面是正确的,在哪些方面犯了错误。
  3. 1144b21τὴν ἕξιν εἰπόντες καὶ πρὸς ἅ ἐστι — 作为宾格分词 εἰπόντες(“通过陈述”)的宾语,名词短语 τὴν ἕξιν(“品质/状态”)和带有关系代词的介词短语 πρὸς ἅ ἐστι(“它所指向的对象”)通过 καὶ 并列。这在文法上体现了亚里士多德式定义中属(状态)和种差(对象/领域)的呈示。
  4. 1144b26οὐ μόνον ἡ κατὰ τὸν ὀρθὸν λόγον, ἀλλʼ ἡ μετὰ τοῦ ὀρθοῦ λόγου ἕξις — 介词 κατά(“符合……”)与 μετά(“伴随……”)的对比至关重要。仅仅“符合正确理性”可能包含由于自然倾向而在外部偶然符合的状态。亚里士多德对此主张,本来的德性必须是自身“伴随(μετά)”正确理性(即明智)的状态,这在与苏格拉底式主智主义(主张德性即知识本身)保持距离的同时,要求其与理性产生内在联结。
  5. 1144b32ᾧ διαλεχθείη τις ἂν ὅτι χωρίζονται ἀλλήλων αἱ ἀρεταί· — 关系代词 ᾧ 的先行词是前文的 ὁ λόγος(“论点/论证”)。“希求法+ἄν”(διαλεχθείη ἄν)表示潜在可能性,意为“有人可能会以此来辩论的论点”。动词 διαλέγομαι 在此处并非普通的“交谈”,而是学术性的“争辩/阐述论点”,并带有一个 ὅτι 引导的从句作为论证的具体内容。
  6. 1145a5ἣ μὲν γὰρ τὸ τέλος ἣ δὲ τὰ πρὸς τὸ τέλος ποιεῖ πράττειν. — 确定指示代词 ἣ μὲν 和 ἣ δέ 的指代关系。它们指代前文 1145a4 中的 φρονήσεως(明智,阴性名词)和 ἀρετῆς(德性,阴性名词)。根据古典希腊语的惯例,μὲν 指代前者/较远者(此处为德性 ἀρετή),δέ 指代后者/较近者(明智 φρόνησις)。因此,ἣ μὲν 指代“德性”,ἣ δὲ 指代“明智”。这符合贯穿第六卷的亚里士多德基本核心学说:“德性使目的正确,而明智使我们针对达到目的的手续而行”。

引用这一段

亚里士多德, 尼各马可伦理学 §6.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:6.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。