Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §6.9

好熟虑的本质与其在思虑中的界定

第 68 段,共 123 段 · 希腊语

内容简介

亚里士多德通过区分“好熟虑”(euboulia)与学问认识、推测、机敏和意见来界定其本质。他得出结论认为,好熟虑是熟虑的一种正确性,即在思虑的指导下,以正确的方式和时间达到正确的善目的。

§6.9τὸ ζητεῖν δὲ καὶ τὸ βουλεύεσθαι διαφέρει· τὸ γὰρ βουλεύεσθαι ζητεῖν τι ἐστίν.
探求与熟虑是不同的;因为熟虑是某种探求。
δεῖ δὲ λαβεῖν καὶ περὶ εὐβουλίας τί ἐστι, πότερον ἐπιστήμη τις ἢ δόξα ἢ εὐστοχία ἢ ἄλλο τι γένος.
我们还必须把握什么是好熟虑,它是一种学问认识,还是意见,还是敏锐的推测,亦或是其他某种类别。
ἐπιστήμη μὲν δὴ οὐκ ἔστιν· οὐ γὰρ ζητοῦσι περὶ ὧν ἴσασιν, ἡ δʼ εὐβουλία βουλή τις, ὁ δὲ βουλευόμενος ζητεῖ καὶ λογίζεται.
它当然不是学问认识;因为人们对于已知的事物并不进行探求,而好熟虑则是某种熟虑,熟虑者是要进行探求和计算的。
ἀλλὰ μὴν οὐδʼ εὐστοχία· ἄνευ τε γὰρ λόγου καὶ ταχύ τι ἡ εὐστοχία, βουλεύονται δὲ πολὺν χρόνον, καὶ φασὶ πράττειν μὲν δεῖν ταχὺ τὰ βουλευθέντα, βουλεύεσθαι δὲ βραδέως.
然而它也绝不是敏锐的推测;因为推测既不伴随理性的论证,又是某种迅速的事物,而人们熟虑要花很长时间,且人们说应当迅速执行已熟虑过的事,但熟虑却应当缓慢。
ἔτι ἡ ἀγχίνοια ἕτερον καὶ ἡ εὐβουλία· ἔστι δʼ εὐστοχία τις ἡ ἀγχίνοια.
此外,机敏与好熟虑是不同的;机敏是某种敏锐的推测。
οὐδὲ δὴ δόξα ἡ εὐβουλία οὐδεμία.
好熟虑也绝不是任何一种意见。
ἀλλʼ ἐπεὶ ὁ μὲν κακῶς βουλευόμενος ἁμαρτάνει, ὁ δʼ εὖ ὀρθῶς βουλεύεται, δῆλον ὅτι ὀρθότης τις ἡ εὐβουλία ἐστίν, οὔτʼ ἐπιστήμης δὲ οὔτε δόξης·
但是,既然熟虑得坏的人会犯错,而熟虑得好的人能正确地熟虑,那么显而易见,好熟虑是某种正确性,但它既非学问认识的正确性,也非意见的正确性。
ἐπιστήμης μὲν γὰρ οὐκ ἔστιν ὀρθότης (οὐδὲ γὰρ ἁμαρτία), δόξης δʼ ὀρθότης ἀλήθεια· ἅμα δὲ καὶ ὥρισται ἤδη πᾶν οὗ δόξα ἐστίν.
因为学问认识并没有什么正确性(因为也没有错误可言),而意见的正确性则是真理;同时,凡是意见的对象,都已经是确定了的。
ἀλλὰ μὴν οὐδʼ ἄνευ λόγου ἡ εὐβουλία.
然而,好熟虑绝不能没有理性的论证。
διανοίας ἄρα λείπεται· αὕτη γὰρ οὔπω φάσις·
因此,它只剩下属于思索这一途径了;因为思索还不是断言。
καὶ γὰρ ἡ δόξα οὐ ζήτησις ἀλλὰ φάσις τις ἤδη, ὁ δὲ βουλευόμενος, ἐάν τε εὖ ἐάν τε καὶ κακῶς βουλεύηται, ζητεῖ τι καὶ λογίζεται.
因为意见不是探求,而已经是一种断言,但熟虑者,无论他是在好地还是在坏地熟虑,都在探求着某些事物并进行着计算。
ἀλλʼ ὀρθότης τίς ἐστιν ἡ εὐβουλία βουλῆς· διὸ ἡ βουλὴ ζητητέα πρῶτον τί καὶ περὶ τί.
既然好熟虑是熟虑的某种正确性;因此我们首先应该探求熟虑是什么,以及它是关于什么的。
ἐπεὶ δʼ ἡ ὀρθότης πλεοναχῶς, δῆλον ὅτι οὐ πᾶσα· ὁ γὰρ ἀκρατὴς καὶ ὁ φαῦλος ὃ προτίθεται †ἰδεῖν† ἐκ τοῦ λογισμοῦ τεύξεται, ὥστε ὀρθῶς ἔσται βεβουλευμένος, κακὸν δὲ μέγα εἰληφώς.
但是,既然“正确性”有多种含义,显然并非所有的正确性都是好熟虑;因为无自制力者和坏人也会通过计算来达到他们所设定的目标,因此在结果上,他是正确地进行了熟虑,但他得到的却是一个极大的恶。
δοκεῖ δʼ ἀγαθόν τι τὸ εὖ βεβουλεῦσθαι· ἡ γὰρ τοιαύτη ὀρθότης βουλῆς εὐβουλία, ἡ ἀγαθοῦ τευκτική.
然而,好地进行熟虑被认为是一种善;因为只有这种能够达到善的熟虑的正确性,才是好熟虑。
ἀλλʼ ἔστι καὶ τούτου ψευδεῖ συλλογισμῷ τυχεῖν, καὶ ὃ μὲν δεῖ ποιῆσαι τυχεῖν, διʼ οὗ δʼ οὔ, ἀλλὰ ψευδῆ τὸν μέσον ὅρον εἶναι·
可是,即使是这个善,也有可能通过错误的推论而达到,虽然达到了应当做的事,却不是通过正确的途径,即中项是错误的。
ὥστʼ οὐδʼ αὕτη πω εὐβουλία, καθʼ ἣν οὗ δεῖ μὲν τυγχάνει, οὐ μέντοι διʼ οὗ ἔδει.
因此,那种虽然达到了应当达到的目标,却没有通过应当通过的途径的熟虑,也还不能说是好熟虑。
ἔτι ἔστι πολὺν χρόνον βουλευόμενον τυχεῖν, τὸν δὲ ταχύ.
此外,有人可能经过长期的熟虑才达到目的,有人却能迅速达到。
οὐκοῦν οὐδʼ ἐκείνη πω εὐβουλία, ἀλλʼ ὀρθότης ἡ κατὰ τὸ ὠφέλιμον, καὶ οὗ δεῖ καὶ ὣς καὶ ὅτε.
因此,那样的熟虑也还不是好熟虑,好熟虑乃是符合有益性的正确性:包括应当达到的目标、应当采取的方式以及应当在什么时候。
ἔτι ἔστι καὶ ἁπλῶς εὖ βεβουλεῦσθαι καὶ πρός τι τέλος.
此外,既有无条件的好熟虑,也有针对某一特定目标的好熟虑。
ἣ μὲν δὴ ἁπλῶς ἡ πρὸς τὸ τέλος τὸ ἁπλῶς κατορθοῦσα, τὶς δὲ ἡ πρός τι τέλος.
无条件的好熟虑是正确引向无条件目标的熟虑,而特定的好熟虑则是针对某一特定目标的。
εἰ δὴ τῶν φρονίμων τὸ εὖ βεβουλεῦσθαι, ἡ εὐβουλία εἴη ἂν ὀρθότης ἡ κατὰ τὸ συμφέρον πρὸς τὸ τέλος, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστιν.
如果良好地进行熟虑是思虑者的特征,那么好熟虑就是符合引向目标的有益性的正确性,而思虑正是对于这一目标的真确把握。

词汇与语法注释

  1. 1142b19†ἰδεῖν† — 抄本中的 `ἰδεῖν`(看、看见)在这一语境中极难通顺,多数校勘本会加上剑号(daggers),或者提议修改为 `εὑρεῖν`(寻找、发现)或 `λαβεῖν`(获得)。此处译文是在“达到自己设定并期望‘目睹’的目标”这一语境下进行理解和翻译的。
  2. 1142b24ψευδῆ τὸν μέσον ὅρον εἶναι — 三段论中“中项为假”的逻辑学比喻。用于描述这样一种状况:虽然达到了正确的目的(大前提或结论),但作为通往该目的的理由或手段(作为媒介的小前提中项)却是错误或不真实的。
  3. 1142b33οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστιν — 关系代词 `οὗ`(关于它的)的先行词是紧接其前的 `τὸ τέλος`(目标)。该句揭示了思虑与好熟虑之间的分工:思虑提供了对正确目标本身的“真确把握”,而好熟虑则是为了寻找引向该目标的正确且有益的途径。

引用这一段

亚里士多德, 尼各马可伦理学 §6.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:6.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。