Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §6.8

思虑与政治学的形式及对个别事物的感知

第 67 段,共 123 段 · 希腊语

内容简介

亚里士多德梳理了政治学与思虑的关系,指出思虑关涉具体个别事物的特性。他论证了由于思虑需要经验,因此年轻人难以具备此种品质,并阐明思虑不同于理智,它是一种感知具体极点事物的特殊感觉。

§6.8ἔστι δὲ καὶ ἡ πολιτικὴ καὶ ἡ φρόνησις ἡ αὐτὴ μὲν ἕξις, τὸ μέντοι εἶναι οὐ ταὐτὸν αὐταῖς.
政治学与思虑是同一种状态,然而它们的本质并不相同。
τῆς δὲ περὶ πόλιν ἣ μὲν ὡς ἀρχιτεκτονικὴ φρόνησις νομοθετική, ἣ δὲ ὡς τὰ καθʼ ἕκαστα τὸ κοινὸν ἔχει ὄνομα, πολιτική· αὕτη δὲ πρακτικὴ καὶ βουλευτική· τὸ γὰρ ψήφισμα πρακτὸν ὡς τὸ ἔσχατον.
在关于城邦的思虑中,一方面作为支配性的是立法学,另一方面作为关于具体事物的是拥有共同名称的政治学;而政治学是实践性的和熟虑性的,因为民会决议是作为极点而可实践的事物。
διὸ πολιτεύεσθαι τούτους μόνον λέγουσιν· μόνοι γὰρ πράττουσιν οὗτοι ὥσπερ οἱ χειροτέχναι.
因此人们说,只有这些人是在从事政治,因为只有这些人像手艺人一样在实际行动。
δοκεῖ δὲ καὶ φρόνησις μάλιστʼ εἶναι ἡ περὶ αὐτὸν καὶ ἕνα· καὶ ἔχει αὕτη τὸ κοινὸν ὄνομα, φρόνησις·
人们还认为,关于自身和个人的思虑最能被称为思虑;而这拥有共同的名称“思虑”。
ἐκείνων δὲ ἣ μὲν οἰκονομία ἣ δὲ νομοθεσία ἣ δὲ πολιτική, καὶ ταύτης ἣ μὲν βουλευτικὴ ἣ δὲ δικαστική.
在其他的思虑中,一种是家政学,另一种是立法学,再一种是政治学,而在政治学中,一部分是熟虑的,另一部分是司法的。
εἶδος μὲν οὖν τι ἂν εἴη γνώσεως τὸ αὑτῷ εἰδέναι· ἀλλʼ ἔχει διαφορὰν πολλήν·
因此,为了自身而认识,应当是认识的一种形式;但这有很大的不同。
καὶ δοκεῖ ὁ τὰ περὶ αὑτὸν εἰδὼς καὶ διατρίβων φρόνιμος εἶναι, οἱ δὲ πολιτικοὶ πολυπράγμονες· διὸ Εὐριπίδης " πῶς δʼ ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως ἐν τοῖσι πολλοῖς ἠριθμημένον στρατοῦ ἴσον μετασχεῖν; τοὺς γὰρ περισσοὺς καί τι πράσσοντας πλέον " ζητοῦσι γὰρ τὸ αὑτοῖς ἀγαθόν, καὶ οἴονται τοῦτο δεῖν πράττειν.
那些了解并专注于自身事务的人被认为是思虑的,而政治家们则被认为是爱管闲事的;因此欧里庇得斯说: “我怎能说是思虑聪慧的呢? 当我本可以无忧无虑地,作为军队大众中的一员,分得同等的一份;因为那些杰出且多做事的人……” 因为他们追求自身的善,并认为应该这样做。
ἐκ ταύτης οὖν τῆς δόξης ἐλήλυθε τὸ τούτους φρονίμους εἶναι· καίτοι ἴσως οὐκ ἔστι τὸ αὑτοῦ εὖ ἄνευ οἰκονομίας οὐδʼ ἄνευ πολιτείας.
因此,从这种意见中产生了这些人是思虑者的看法;然而,或许自身的良好生活离不开家政,也离不开政制。
ἔτι δὲ τὰ αὑτοῦ πῶς δεῖ διοικεῖν, ἄδηλον καὶ σκεπτέον.
此外,应该如何管理自身的事务,尚不清晰,且必须予以考察。
σημεῖον δʼ ἐστὶ τοῦ εἰρημένου καὶ διότι γεωμετρικοὶ μὲν νέοι καὶ μαθηματικοὶ γίνονται καὶ σοφοὶ τὰ τοιαῦτα, φρόνιμος δʼ οὐ δοκεῖ γίνεσθαι.
所说之事的证据还在于,年轻人可以成为几何学家和数学家,并在这些方面成为智者,但一个年轻人似乎不能成为思虑者。
αἴτιον δʼ ὅτι καὶ τῶν καθʼ ἕκαστά ἐστιν ἡ φρόνησις, ἃ γίνεται γνώριμα ἐξ ἐμπειρίας, νέος δʼ ἔμπειρος οὐκ ἔστιν· πλῆθος γὰρ χρόνου ποιεῖ τὴν ἐμπειρίαν·
其原因在于,思虑也关涉具体事物,而这些具体事物是通过经验而被认识的,年轻人则没有经验,因为长久的时间才能产生经验。
ἐπεὶ καὶ τοῦτʼ ἄν τις σκέψαιτο, διὰ τί δὴ μαθηματικὸς μὲν παῖς γένοιτʼ ἄν, σοφὸς δʼ ἢ φυσικὸς οὔ.
事实上,人们也可以思考这一点:为什么一个孩子可以成为数学家,却不能成为智者或自然哲学家。
ἢ ὅτι τὰ μὲν διʼ ἀφαιρέσεώς ἐστιν, τῶν δʼ αἱ ἀρχαὶ ἐξ ἐμπειρίας·
是因为前者的对象是通过抽象而来的,而后者的原理则是来自经验吗?
καὶ τὰ μὲν οὐ πιστεύουσιν οἱ νέοι ἀλλὰ λέγουσιν, τῶν δὲ τὸ τί ἐστιν οὐκ ἄδηλον;
而且年轻人对于后者并不是确信,而只是口头上说说,而对于前者,其本质难道不是清晰的吗?
ἔτι ἡ ἁμαρτία ἢ περὶ τὸ καθόλου ἐν τῷ βουλεύσασθαι ἢ περὶ τὸ καθʼ ἕκαστον· ἢ γὰρ ὅτι πάντα τὰ βαρύσταθμα ὕδατα φαῦλα, ἢ ὅτι τοδὶ βαρύσταθμον.
此外,在熟虑中的错误,要么是关于普遍者的,要么是关于具体者的;因为错误要么是认为所有重水都是坏的,要么是认为这杯水是重的。
ὅτι δʼ ἡ φρόνησις οὐκ ἐπιστήμη, φανερόν· τοῦ γὰρ ἐσχάτου ἐστίν, ὥσπερ εἴρηται· τὸ γὰρ πρακτὸν τοιοῦτον.
而思虑不是学问认识,这是显而易见的;因为它是关于极点事物的,正如所说过的,实践之物就是这种性质。
ἀντίκειται μὲν δὴ τῷ νῷ· ὁ μὲν γὰρ νοῦς τῶν ὅρων, ὧν οὐκ ἔστι λόγος, ἣ δὲ τοῦ ἐσχάτου, οὗ οὐκ ἔστιν ἐπιστήμη ἀλλʼ αἴσθησις, οὐχ ἡ τῶν ἰδίων, ἀλλʼ οἵᾳ αἰσθανόμεθα ὅτι τὸ ἔσχατον τρίγωνον· στήσεται γὰρ κἀκεῖ.
它确实与理智相对立;因为理智是关于那些没有论证的定义的,而思虑则是关于极点事物的,关于这些事物没有学问认识,而是只有感觉——这不是关于特殊官能的感觉,而是像我们感知到极点的图形是三角形那样的感觉;因为在那里也会停止。
ἀλλʼ αὕτη μᾶλλον αἴσθησις ἢ φρόνησις, ἐκείνης δʼ ἄλλο εἶδος.
但这种感觉更接近于感觉而非思虑,它是与另一种感觉不同种类的。

词汇与语法注释

  1. 6.8τὸ μέντοι εἶναι οὐ ταὐτὸν αὐταῖς — 冠词化不定式 τὸ εἶναι 表示“本质”或“定义”,接与格 αὐταῖς。这是亚里士多德常用的公式化表达,表示两者在作为底层状态(hexis)时是同一的,但在其定义或本质上并不同一。
  2. 6.8τῆς δὲ περὶ πόλιν ἣ μὲν ... ἣ δὲ ... — 属格 τῆς περὶ πόλιν(省略了“思虑” φρονήσεως)是部分属格,被后文的 ἣ μὲν ... ἣ δὲ ...(一方……,另一方……)所分割。结构为:“在关于城邦的思虑中,一方面是……,另一方面是……”。
  3. 6.8τὸ γὰρ ψήφισμα πρακτὸν ὡς τὸ ἔσχατον — 短语 ὡς τὸ ἔσχατον(“作为极点/具体者”)指相对于普遍法律而言,在实践层面上最具体、最个别的阶段。由于这种个别性,民会决议(ψήφισμα)被认为是可实践的(πρακτόν)。
  4. 1142aτοῦ γὰρ ἐσχάτου ἐστίν — 属格 τοῦ ἐσχάτου 连同系动词 ἐστίν 充当表示关联或对象的属格,意思是“它是关涉极点/具体之物的”。
  5. 1142aἀλλʼ οἵᾳ αἰσθανόμεθα ὅτι τὸ ἔσχατον τρίγωνον — 关系代词 οἵᾳ 是阴性单数与格,与省略的 αἰσθήσει 呼应,意为“通过一种像……那样的感觉”。该例子说明了数学感知中,人们直观地把握一个具体的图形是三角形,并在此处分析停止(στήσεται)的过程。

引用这一段

亚里士多德, 尼各马可伦理学 §6.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:6.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。