Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §6.10-6.11

理解与判断力的本质及其与实践诸能力的关系

第 69 段,共 123 段 · 希腊语

内容简介

亚里士多德定义了“理解”与“判断力(谅解)”,指出它们与“明智”不同,仅具有判定性而非指令性。接着论述了判断力、理解、明智和智性都关涉个别与极端之物,属于同一批具有经验的人并随年龄自然增长。

§6.10ἔστι δὲ καὶ ἡ σύνεσις καὶ ἡ εὐσυνεσία, καθʼ ἃς λέγομεν συνετοὺς καὶ εὐσυνέτους, οὔθʼ ὅλως τὸ αὐτὸ ἐπιστήμῃ ἢ δόξῃ (πάντες γὰρ ἂν ἦσαν συνετοί) οὔτε τις μία τῶν κατὰ μέρος ἐπιστημῶν, οἷον ἡ ἰατρικὴ περὶ ὑγιεινῶν, ἡ γεωμετρία περὶ μεγέθη·
理解与好理解——凭借它们,我们称人们为有理解力者与善于理解者——既完全不同于学问认识或意见(因为若是那样,所有人都会是有理解力者了),也不是某种具体的个别学问,例如关于健康的医学,或关于大小的几何学。
οὔτε γὰρ περὶ τῶν ἀεὶ ὄντων καὶ ἀκινήτων ἡ σύνεσίς ἐστιν οὔτε περὶ τῶν γιγνομένων ὁτουοῦν, ἀλλὰ περὶ ὧν ἀπορήσειεν ἄν τις καὶ βουλεύσαιτο.
因为理解既非关于那些永恒存在且不可动摇的事物,也非关于任何生成变化的事物,而是关于人们可能会产生困惑并进行熟虑的事物。
διὸ περὶ τὰ αὐτὰ μὲν τῇ φρονήσει ἐστίν, οὐκ ἔστι δὲ τὸ αὐτὸ σύνεσις καὶ φρόνησις.
因此,虽然理解与明智是关于相同事物的,但理解与明智并不是同一回事。
ἡ μὲν γὰρ φρόνησις ἐπιτακτική ἐστιν· τί γὰρ δεῖ πράττειν ἢ μή, τὸ τέλος αὐτῆς ἐστίν· ἡ δὲ σύνεσις κριτικὴ μόνον.
因为明智具有指令性(因为它的目的就是规定应当做什么或不应当做什么),而理解则仅仅具有判定性。
ταὐτὸ γὰρ σύνεσις καὶ εὐσυνεσία καὶ συνετοὶ καὶ εὐσύνετοι.
因为理解与好理解,有理解力者与善于理解者,其实是同一回事。
ἔστι δʼ οὔτε τὸ ἔχειν τὴν φρόνησιν οὔτε τὸ λαμβάνειν ἡ σύνεσις· ἀλλʼ ὥσπερ τὸ μανθάνειν λέγεται συνιέναι, ὅταν χρῆται τῇ ἐπιστήμῃ, οὕτως ἐν τῷ χρῆσθαι τῇ δόξῃ ἐπὶ τὸ κρίνειν περὶ τούτων περὶ ὧν ἡ φρόνησίς ἐστιν, ἄλλου λέγοντος, καὶ κρίνειν καλῶς· τὸ γὰρ εὖ τῷ καλῶς τὸ αὐτό.
理解既不是拥有明智,也不是获得明智;但正如当人们使用学问认识时,学习被称为“领会”一样,在别人说话时,为了对明智所关涉的那些事物进行判定,且优美地判定而使用意见,也就是在使用意见中被称为理解(因为“好”与“优美”是同一回事)。
καὶ ἐντεῦθεν ἐλήλυθε τοὔνομα ἡ σύνεσις, καθʼ ἣν εὐσύνετοι, ἐκ τῆς ἐν τῷ μανθάνειν· λέγομεν γὰρ τὸ μανθάνειν συνιέναι πολλάκις.
由此,人们据以被称为善于理解者的“理解”这一名称,就是从学习中使用的那个词演变而来的;因为我们经常把学习称为“领会”。
§6.11ἡ δὲ καλουμένη γνώμη, καθʼ ἣν συγγνώμονας καὶ ἔχειν φαμὲν γνώμην, ἡ τοῦ ἐπιεικοῦς ἐστὶ κρίσις ὀρθή.
被称为判断力的那种能力——凭借它,我们说人们富有谅解力并具有判断力——是公道者的正确判定。
σημεῖον δέ· τὸν γὰρ ἐπιεικῆ μάλιστά φαμεν εἶναι συγγνωμονικόν, καὶ ἐπιεικὲς τὸ ἔχειν περὶ ἔνια συγγνώμην.
其证据在于:我们说公道者最富有谅解力,而对某些事情予以谅解也正是公道的表现。
ἡ δὲ συγγνώμη γνώμη ἐστὶ κριτικὴ τοῦ ἐπιεικοῦς ὀρθή· ὀρθὴ δʼ ἡ τοῦ ἀληθοῦς.
谅解是针对公道之事的正确的判定性判断;而正确的,也就是符合真理的。
εἰσὶ δὲ πᾶσαι αἱ ἕξεις εὐλόγως εἰς ταὐτὸ τείνουσαι· λέγομεν γὰρ γνώμην καὶ σύνεσιν καὶ φρόνησιν καὶ νοῦν ἐπὶ τοὺς αὐτοὺς ἐπιφέροντες γνώμην ἔχειν καὶ νοῦν ἤδη καὶ φρονίμους καὶ συνετούς.
所有这些品质理所当然地指向同一个目标;因为我们在谈到判断力、理解、明智和智性时,把它们归于同样的人,说他们已经具有了判断力和智性,并且是明智的和有理解力的。
πᾶσαι γὰρ αἱ δυνάμεις αὗται τῶν ἐσχάτων εἰσὶ καὶ τῶν καθʼ ἕκαστον· καὶ ἐν μὲν τῷ κριτικὸς εἶναι περὶ ὧν ὁ φρόνιμος, συνετὸς καὶ εὐγνώμων ἢ συγγνώμων·
因为所有这些能力都是关于极端之物与个别事物的;而且正是由于在判定明智者所关涉的事物上具有能力,一个人才被称为是有理解力的、具有良好判断力的或富有谅解力的。
τὰ γὰρ ἐπιεικῆ κοινὰ τῶν ἀγαθῶν ἁπάντων ἐστὶν ἐν τῷ πρὸς ἄλλον.
因为公道的事,在与他人的关系上,对于所有善的事物都是共同的。
ἔστι δὲ τῶν καθʼ ἕκαστα καὶ τῶν ἐσχάτων ἅπαντα τὰ πρακτά· καὶ γὰρ τὸν φρόνιμον δεῖ γινώσκειν αὐτά, καὶ ἡ σύνεσις καὶ ἡ γνώμη περὶ τὰ πρακτά, ταῦτα δʼ ἔσχατα.
而一切可付诸实践的事物都属于个别事物和极端之物;事实上,明智者必须认识这些事物,而理解和判断力也都是关于可付诸实践的事物,这些正是极端之物。
καὶ ὁ νοῦς τῶν ἐσχάτων ἐπʼ ἀμφότερα· καὶ γὰρ τῶν πρώτων ὅρων καὶ τῶν ἐσχάτων νοῦς ἐστὶ καὶ οὐ λόγος, καὶ ὁ μὲν κατὰ τὰς ἀποδείξεις τῶν ἀκινήτων ὅρων καὶ πρώτων, ὁ δʼ ἐν ταῖς πρακτικαῖς τοῦ ἐσχάτου καὶ ἐνδεχομένου καὶ τῆς ἑτέρας προτάσεως·
而且智性在两个方向上都涉及极端之物;因为最初的定义和最后的极端都是智性的对象,而非理性论证的对象;而在论证中的智性是关于不动的和最初的定义,在实践事务中的智性则是关于极端的、偶然的以及另一个前提。
ἀρχαὶ γὰρ τοῦ οὗ ἕνεκα αὗται· ἐκ τῶν καθʼ ἕκαστα γὰρ τὰ καθόλου·
因为这些个别事物是“为了什么”的始点;因为正是从个别事物中产生出普遍者。
τούτων οὖν ἔχειν δεῖ αἴσθησιν, αὕτη δʼ ἐστὶ νοῦς.
因此,对于这些个别事物,我们必须具有感觉,而这种感觉就是智性。
διὸ καὶ φυσικὰ δοκεῖ εἶναι ταῦτα, καὶ φύσει σοφὸς μὲν οὐδείς, γνώμην δʼ ἔχειν καὶ σύνεσιν καὶ νοῦν.
因此,这些能力也被认为是天然具有的,虽然没有人天生具有智慧,但人们却被认为天生具有判断力、理解和智性。
σημεῖον δʼ ὅτι καὶ ταῖς ἡλικίαις οἰόμεθα ἀκολουθεῖν, καὶ ἥδε ἡ ἡλικία νοῦν ἔχει καὶ γνώμην, ὡς τῆς φύσεως αἰτίας οὔσης.
其证据在于,我们认为这些能力伴随着年龄而到来,而到了某个特定的年龄就具有了智性和判断力,仿佛自然就是其原因。
ὥστε δεῖ προσέχειν τῶν ἐμπείρων καὶ πρεσβυτέρων ἢ φρονίμων ταῖς ἀναποδείκτοις φάσεσι καὶ δόξαις οὐχ ἧττον τῶν ἀποδείξεων· διὰ γὰρ τὸ ἔχειν ἐκ τῆς ἐμπειρίας ὄμμα ὁρῶσιν ὀρθῶς.
因此,我们应当注意经验丰富者、年长者或明智者那些未经证明的断言和意见,其关注程度不亚于关注证明;因为他们由于拥有来自经验的眼光,所以能够正确地看清事物。
τί μὲν οὖν ἐστὶν ἡ φρόνησις καὶ ἡ σοφία, καὶ περὶ τί ἑκατέρα τυγχάνει οὖσα, καὶ ὅτι ἄλλου τῆς ψυχῆς μορίου ἀρετὴ ἑκατέρα, εἴρηται.
那么,明智和智慧是什么,它们各自关涉什么,以及它们各自是灵魂不同部分的德性,这些都已经说过了。

词汇与语法注释

  1. 1143a13ἀλλʼ ὥσπερ τὸ μανθάνειν λέγεται συνιέναι... οὕτως ἐν τῷ χρῆσθαι τῇ δόξῃ... — 该句是由从句(ὥσπερ...)与主句(οὕτως...)构成的比较结构。正如在使用学问知识时“学习”(μανθάνειν)被称为“领会”(συνιέναι)一样,在他人说话时(ἄλλου λέγοντος 为属格独立结构),为了判定明智所关涉的事物而“使用意见”(ἐν τῷ χρῆσθαι),且判定得良好(καλῶς)时,即构成了“理解”(σύνεσις)。整个以 ἐν τῷ 开头的介词短语构成了理解的定义性情境。
  2. 1143b3τοῦ ἐσχάτου καὶ ἐνδεχομένου καὶ τῆς ἑτέρας προτάσεως — 这三个属格并列作为实践(ταῖς πρακτικαῖς)中智性(νοῦς)的直接对象。τῆς ἑτέρας προτάσεως(另一个前提)指的是相对于普遍大前提而言的具体“小前提”,由于它不是通过证明而是由智性直接把握的,因此它作为实质上相当于感觉的“智性”的支配属格。
  3. 1143b11τῶν ἐμπείρων καὶ πρεσβυτέρων ἢ φρονίμων — 该属格是所有属格或起因属格,修饰名词短语 ταῖς ἀναποδείκτοις φάσεσι καὶ δόξαις(未经证明的断言和意见)。这一名词短语作为支配与格的动词 προσέχειν(注意)的与格补足语,表明“应当注意那些属于经验丰富者、年长者或明智者的(断言和意见)”。

引用这一段

亚里士多德, 尼各马可伦理学 §6.10-6.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:6.10-6.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。