§6.7τὴν δὲ σοφίαν ἔν τε ταῖς τέχναις τοῖς ἀκριβεστάτοις τὰς τέχνας ἀποδίδομεν, οἷον Φειδίαν λιθουργὸν σοφὸν καὶ Πολύκλειτον ἀνδριαντοποιόν, ἐνταῦθα μὲν οὖν οὐθὲν ἄλλο σημαίνοντες τὴν σοφίαν ἢ ὅτι ἀρετὴ τέχνης ἐστίν·
在技术领域中,我们把智慧赋予那些最精确的技术,例如我们称石雕家菲迪亚斯为“聪慧的”,称雕塑家波留克列特斯为“聪慧的”,在这里我们用智慧所表示的无非是它是技术的德性。
εἶναι δέ τινας σοφοὺς οἰόμεθα ὅλως οὐ κατὰ μέρος οὐδʼ ἄλλο τι σοφούς, ὥσπερ Ὅμηρός φησιν ἐν τῷ Μαργίτῃ
"
τὸν δʼ οὔτʼ ἂρ σκαπτῆρα θεοὶ θέσαν οὔτʼ ἀροτῆρα
οὔτʼ ἄλλως τι σοφόν.
但我们认为,有些人是整体上有智慧的,而不是在局部上或在其他方面有智慧,正如荷马在《马尔吉特斯》中所说:神既未使他成为掘土者,也未使他成为耕作者,也未在任何其他方面使他有智慧。
"
ὥστε δῆλον ὅτι ἀκριβεστάτη ἂν τῶν ἐπιστημῶν εἴη ἡ σοφία.
因此很明显,智慧应该是诸学问认识中最精确的一种。
δεῖ ἄρα τὸν σοφὸν μὴ μόνον τὰ ἐκ τῶν ἀρχῶν εἰδέναι, ἀλλὰ καὶ περὶ τὰς ἀρχὰς ἀληθεύειν.
所以,智者不仅必须知道从起点导出的结论,还必须在关于起点的方面把握真理。
ὥστʼ εἴη ἂν ἡ σοφία νοῦς καὶ ἐπιστήμη, ὥσπερ κεφαλὴν ἔχουσα ἐπιστήμη τῶν τιμιωτάτων.
因此,智慧应当是理智与学问认识,它是对最尊贵的事物的、具有“头脑”的学问认识。
ἄτοπον γὰρ εἴ τις τὴν πολιτικὴν ἢ τὴν φρόνησιν σπουδαιοτάτην οἴεται εἶναι, εἰ μὴ τὸ ἄριστον τῶν ἐν τῷ κόσμῳ ἄνθρωπός ἐστιν.
因为,如果人不是宇宙中最好的东西,那么如果有人认为政治学或思虑是最卓越的,那就是荒谬的。
εἰ δὴ ὑγιεινὸν μὲν καὶ ἀγαθὸν ἕτερον ἀνθρώποις καὶ ἰχθύσι, τὸ δὲ λευκὸν καὶ εὐθὺ ταὐτὸν ἀεί, καὶ τὸ σοφὸν ταὐτὸ πάντες ἂν εἴποιεν, φρόνιμον δὲ ἕτερον·
如果说健康和善对于人类和鱼类是不同的,而白色和笔直却永远是相同的,那么所有人都会说,智慧的东西是相同的,而思虑的东西却是不同的。
τὰ γὰρ περὶ αὑτὸ ἕκαστα τὸ εὖ θεωροῦν φησὶν εἶναι φρόνιμον, καὶ τούτῳ ἐπιτρέψει αὐτά.
因为人们说,那个能很好地观照关涉自身之物者就是思虑者,并且会把这些事物托付给它。
διὸ καὶ τῶν θηρίων ἔνια φρόνιμά φασιν εἶναι, ὅσα περὶ τὸν αὑτῶν βίον ἔχοντα φαίνεται δύναμιν προνοητικήν.
因此,人们甚至说某些野兽也是有思虑的,即那些在关涉自身生活方面显现出预见能力的野兽。
φανερὸν δὲ καὶ ὅτι οὐκ ἂν εἴη ἡ σοφία καὶ ἡ πολιτικὴ ἡ αὐτή·
同样显而易见的是,智慧与政治学不可能是同一的。
εἰ γὰρ τὴν περὶ τὰ ὠφέλιμα τὰ αὑτοῖς ἐροῦσι σοφίαν, πολλαὶ ἔσονται σοφίαι· οὐ γὰρ μία περὶ τὸ ἁπάντων ἀγαθὸν τῶν ζῴων, ἀλλʼ ἑτέρα περὶ ἕκαστον, εἰ μὴ καὶ ἰατρικὴ μία περὶ πάντων τῶν ὄντων.
因为如果他们把关涉自身有益之物的活动称为智慧,就会有许多种智慧;因为并不存在一种关涉所有动物之善的单一智慧,而是对每种动物都有不同的智慧,除非恰好也有一门关涉所有存在物的单一医学。
εἰ δʼ ὅτι βέλτιστον ἄνθρωπος τῶν ἄλλων ζῴων, οὐδὲν διαφέρει· καὶ γὰρ ἀνθρώπου ἄλλα πολὺ θειότερα τὴν φύσιν, οἷον φανερώτατά γε ἐξ ὧν ὁ κόσμος συνέστηκεν.
如果是因为人是其他动物中最好的,那也无济于事;因为还有其他在本性上比人高贵得多、神圣得多的事物,例如最显而易见的就是构成宇宙的那些事物。
ἐκ δὴ τῶν εἰρημένων δῆλον ὅτι ἡ σοφία ἐστὶ καὶ ἐπιστήμη καὶ νοῦς τῶν τιμιωτάτων τῇ φύσει.
因此,从所说的话中可以明显看出,智慧是对本性上最尊贵的事物的学问认识与理智。
διὸ Ἀναξαγόραν καὶ Θαλῆν καὶ τοὺς τοιούτους σοφοὺς μὲν φρονίμους δʼ οὔ φασιν εἶναι, ὅταν ἴδωσιν ἀγνοοῦντας τὰ συμφέροντα ἑαυτοῖς, καὶ περιττὰ μὲν καὶ θαυμαστὰ καὶ χαλεπὰ καὶ δαιμόνια εἰδέναι αὐτούς φασιν, ἄχρηστα δʼ, ὅτι οὐ τὰ ἀνθρώπινα ἀγαθὰ ζητοῦσιν.
因此,人们说阿那克萨哥拉、泰勒斯以及像他们这样的人是智者,但不是思虑者,当人们看到他们对自己有益的事物一无所知时;并且人们说,他们知道的事物是奇异的、令人惊叹的、艰难的和神圣的,但是无用的,因为他们不寻求人类的善。
ἡ δὲ φρόνησις περὶ τὰ ἀνθρώπινα καὶ περὶ ὧν ἔστι βουλεύσασθαι·
而思虑则是关于人类的事物,以及那些可以进行熟虑的事物。
τοῦ γὰρ φρονίμου μάλιστα τοῦτʼ ἔργον εἶναί φαμεν, τὸ εὖ βουλεύεσθαι, βουλεύεται δʼ οὐδεὶς περὶ τῶν ἀδυνάτων ἄλλως ἔχειν, οὐδʼ ὅσων μὴ τέλος τι ἔστι, καὶ τοῦτο πρακτὸν ἀγαθόν.
因为我们说,这特别是思虑者的工作,即良好地熟虑,但没有人会对那些不可能以他种状况存在的事物进行熟虑,也不会对那些没有某种目的的事物、且这一目的是可实践之善的事物进行熟虑。
ὁ δʼ ἁπλῶς εὔβουλος ὁ τοῦ ἀρίστου ἀνθρώπῳ τῶν πρακτῶν στοχαστικὸς κατὰ τὸν λογισμόν.
而绝对地善于熟虑的人,是能根据理性计算,瞄准人类可实践之物中的最善者的人。
οὐδʼ ἐστὶν ἡ φρόνησις τῶν καθόλου μόνον, ἀλλὰ δεῖ καὶ τὰ καθʼ ἕκαστα γνωρίζειν· πρακτικὴ γάρ, ἡ δὲ πρᾶξις περὶ τὰ καθʼ ἕκαστα.
思虑不仅关涉普遍者,还必须认识具体者;因为它是实践性的,而实践关涉具体者。
διὸ καὶ ἔνιοι οὐκ εἰδότες ἑτέρων εἰδότων πρακτικώτεροι, καὶ ἐν τοῖς ἄλλοις οἱ ἔμπειροι·
因此,在某些情况下,不了解普遍知识的人比了解普遍知识的人更具有实践力,在其他事物中,有经验的人也是如此。
εἰ γὰρ εἰδείη ὅτι τὰ κοῦφα εὔπεπτα κρέα καὶ ὑγιεινά, ποῖα δὲ κοῦφα ἀγνοοῖ, οὐ ποιήσει ὑγίειαν, ἀλλʼ ὁ εἰδὼς ὅτι τὰ ὀρνίθεια ὑγιεινὰ ποιήσει μᾶλλον.
因为如果一个人知道“轻的肉易消化且有益健康”,却不知道什么样的肉是轻的,他就不能带来健康,相反,知道“禽肉有益健康”的人更能带来健康。
ἡ δὲ φρόνησις πρακτική· ὥστε δεῖ ἄμφω ἔχειν, ἢ ταύτην μᾶλλον.
而思虑是实践性的;因此必须兼备两者,或者更应拥有后者。
εἴη δʼ ἄν τις καὶ ἐνταῦθα ἀρχιτεκτονική.
但在这一领域中也应存在某种支配性的思虑。