Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §6.5-6.6

实践理性的思虑定义与把握原理的直观理智

第 65 段,共 123 段 · 希腊语

内容简介

本文界定了思虑(phronesis)是关涉人类善恶的、伴随真理性的理性的实践性状态,并指出它是灵魂“形成意见的部分”的德性,进而论证了把握学问认识起点的只能是理智(nous)。

§6.5περὶ δὲ φρονήσεως οὕτως ἂν λάβοιμεν, θεωρήσαντες τίνας λέγομεν τοὺς φρονίμους.
关于思虑,我们可以通过考察我们把什么样的人称为思虑者,来以此种方式把握它。
δοκεῖ δὴ φρονίμου εἶναι τὸ δύνασθαι καλῶς βουλεύσασθαι περὶ τὰ αὑτῷ ἀγαθὰ καὶ συμφέροντα, οὐ κατὰ μέρος, οἷον ποῖα πρὸς ὑγίειαν, πρὸς ἰσχύν, ἀλλὰ ποῖα πρὸς τὸ εὖ ζῆν ὅλως.
确实,能够对自身善的和有益的事物进行良好的熟虑,似乎是思虑者的特征,这不是在局部的意义上(例如,什么样的食物有助于健康或力量),而是在整体上什么样的食物有助于良好生活。
σημεῖον δʼ ὅτι καὶ τοὺς περί τι φρονίμους λέγομεν, ὅταν πρὸς τέλος τι σπουδαῖον εὖ λογίσωνται, ὧν μή ἐστι τέχνη.
其迹象在于,我们之所以也称某些人在特定方面具有思虑,是因为他们在没有技术的地方,为了某个高尚的目的而进行了良好的计算。
ὥστε καὶ ὅλως ἂν εἴη φρόνιμος ὁ βουλευτικός.
因此,从整体上讲,善于熟虑的人应当就是思虑者。
βουλεύεται δʼ οὐθεὶς περὶ τῶν ἀδυνάτων ἄλλως ἔχειν, οὐδὲ τῶν μὴ ἐνδεχομένων αὐτῷ πρᾶξαι.
但是,没有人会对那些不可能以他种状况存在的事物进行熟虑,也不会对那些他不可能去实践的事物进行熟虑。
ὥστʼ εἴπερ ἐπιστήμη μὲν μετʼ ἀποδείξεως, ὧν δʼ αἱ ἀρχαὶ ἐνδέχονται ἄλλως ἔχειν, τούτων μή ἐστιν ἀπόδειξις (π̔άντα γὰρ ἐνδέχεται καὶ ἄλλως ἔχειν), καὶ οὐκ ἔστι βουλεύσασθαι περὶ τῶν ἐξ ἀνάγκης ὄντων, οὐκ ἂν εἴη ἡ φρόνησις ἐπιστήμη οὐδὲ τέχνη, ἐπιστήμη μὲν ὅτι ἐνδέχεται τὸ πρακτὸν ἄλλως ἔχειν, τέχνη δʼ ὅτι ἄλλο τὸ γένος πράξεως καὶ ποιήσεως.
因此,如果学问认识是伴随着证明的,而那些起点容许有他种状况的事物是没有证明的(因为所有这一切也容许有他种状况),且对于出于必然存在的事物是不可能进行熟虑的,那么思虑就既不是学问认识,也不是技术:它不是学问认识,是因为可实践的对象容许有他种状况;它不是技术,是因为实践和制作的类别不同。
λείπεται ἄρα αὐτὴν εἶναι ἕξιν ἀληθῆ μετὰ λόγου πρακτικὴν περὶ τὰ ἀνθρώπῳ ἀγαθὰ καὶ κακά.
那么,剩下的就是,它是一种伴随真理性的理性的实践性状态,关涉对人而言的善与恶。
τῆς μὲν γὰρ ποιήσεως ἕτερον τὸ τέλος, τῆς δὲ πράξεως οὐκ ἂν εἴη· ἔστι γὰρ αὐτὴ ἡ εὐπραξία τέλος.
因为制作的目的在制作活动之外,而实践的目的却不能如此;因为良好的实践活动本身就是目的。
διὰ τοῦτο Περικλέα καὶ τοὺς τοιούτους φρονίμους οἰόμεθα εἶναι, ὅτι τὰ αὑτοῖς ἀγαθὰ καὶ τὰ τοῖς ἀνθρώποις δύνανται θεωρεῖν· εἶναι δὲ τοιούτους ἡγούμεθα τοὺς οἰκονομικοὺς καὶ τοὺς πολιτικούς.
这就是为什么我们认为伯里克利和像他那样的人是思虑者,因为他们能够观照对自己好的事物和对人类好的事物;并且我们认为操持家务者和政治家也是这样的人。
ἔνθεν καὶ τὴν σωφροσύνην τούτῳ προσαγορεύομεν τῷ ὀνόματι, ὡς σῴζουσαν τὴν φρόνησιν.
由此,我们也用这个名字来称呼节制,因其能保存思虑。
σῴζει δὲ τὴν τοιαύτην ὑπόληψιν.
而它保存了此种判断。
οὐ γὰρ ἅπασαν ὑπόληψιν διαφθείρει οὐδὲ διαστρέφει τὸ ἡδὺ καὶ λυπηρόν, οἷον ὅτι τὸ τρίγωνον δύο ὀρθὰς ἔχει ἢ οὐκ ἔχει, ἀλλὰ τὰς περὶ τὸ πρακτόν.
因为快乐和痛苦并不会摧毁或歪曲所有的判断(例如,三角形是否具有两个直角),而只会摧毁或歪曲那些关于实践的判断。
αἱ μὲν γὰρ ἀρχαὶ τῶν πρακτῶν τὸ οὗ ἕνεκα τὰ πρακτά· τῷ δὲ διεφθαρμένῳ διʼ ἡδονὴν ἢ λύπην εὐθὺς οὐ φαίνεται ἀρχή, οὐδὲ δεῖν τούτου ἕνεκεν οὐδὲ διὰ τοῦθʼ αἱρεῖσθαι πάντα καὶ πράττειν· ἔστι γὰρ ἡ κακία φθαρτικὴ ἀρχῆς.
因为实践的起点也就是实践所指向的目的;但对于因快乐或痛苦而堕落的人来说,起点立刻就变得不明显了,他也不会觉得应该为了这个目的、并因为这个目的去选择和实践一切;因为恶德是会摧毁起点的。
ὥστʼ ἀνάγκη τὴν φρόνησιν ἕξιν εἶναι μετὰ λόγου ἀληθῆ περὶ τὰ ἀνθρώπινα ἀγαθὰ πρακτικήν.
因此,思虑必定是一种伴随真理性的理性的、关涉人类之善的实践性状态。
ἀλλὰ μὴν τέχνης μὲν ἔστιν ἀρετή, φρονήσεως δʼ οὐκ ἔστιν· καὶ ἐν μὲν τέχνῃ ὁ ἑκὼν ἁμαρτάνων αἱρετώτερος, περὶ δὲ φρόνησιν ἧττον, ὥσπερ καὶ περὶ τὰς ἀρετάς.
再者,技术有其德性,思虑却没有;而且在技术中,蓄意犯错的人更可取,但在思虑中,蓄意犯错的人则更不可取,正如在德性中那样。
δῆλον οὖν ὅτι ἀρετή τις ἐστὶ καὶ οὐ τέχνη.
显然,它是一种德性,而不是技术。
δυοῖν δʼ ὄντοιν μεροῖν τῆς ψυχῆς τῶν λόγον ἐχόντων, θατέρου ἂν εἴη ἀρετή, τοῦ δοξαστικοῦ· ἥ τε γὰρ δόξα περὶ τὸ ἐνδεχόμενον ἄλλως ἔχειν καὶ ἡ φρόνησις.
既然灵魂中拥有理性的部分有两个,它应当是其中一个部分的德性,即形成意见的部分;因为意见和思虑都与容许有他种状况的事物相关。
ἀλλὰ μὴν οὐδʼ ἕξις μετὰ λόγου μόνον· σημεῖον δʼ ὅτι λήθη μὲν τῆς τοιαύτης ἕξεως ἔστι, φρονήσεως δʼ οὐκ ἔστιν.
然而,它也并不仅仅是某种伴随理性的状态;其迹象在于,对此类状态可以有遗忘,但对思虑却没有遗忘。
§6.6ἐπεὶ δʼ ἡ ἐπιστήμη περὶ τῶν καθόλου ἐστὶν ὑπόληψις καὶ τῶν ἐξ ἀνάγκης ὄντων, εἰσὶ δʼ ἀρχαὶ τῶν ἀποδεικτῶν καὶ πάσης ἐπιστήμης (μετὰ λόγου γὰρ ἡ ἐπιστήμη), τῆς ἀρχῆς τοῦ ἐπιστητοῦ οὔτʼ ἂν ἐπιστήμη εἴη οὔτε τέχνη οὔτε φρόνησις· τὸ μὲν γὰρ ἐπιστητὸν ἀποδεικτόν, αἳ δὲ τυγχάνουσιν οὖσαι περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν.
既然学问认识是关于普遍者和出于必然存在之物的判断,而且可证明者和一切学问认识都存在起点(因为学问认识是伴随理性的),那么对于学问认识的对象之起点,既不能有学问认识,也不能有技术,更不能有思虑;因为学问认识的对象是可证明的,而后者恰好是关于容许有他种状况的事物的。
οὐδὲ δὴ σοφία τούτων ἐστίν· τοῦ γὰρ σοφοῦ περὶ ἐνίων ἔχειν ἀπόδειξίν ἐστιν.
的确,智慧也不是关于这些起点的;因为智者的特征是对某些事物拥有证明。
εἰ δὴ οἷς ἀληθεύομεν καὶ μηδέποτε διαψευδόμεθα περὶ τὰ μὴ ἐνδεχόμενα ἢ καὶ ἐνδεχόμενα ἄλλως ἔχειν, ἐπιστήμη καὶ φρόνησίς ἐστι καὶ σοφία καὶ νοῦς, τούτων δὲ τῶν τριῶν μηδὲν ἐνδέχεται εἶναι (λέγω δὲ τρία φρόνησιν ἐπιστήμην σοφίαν), λείπεται νοῦν εἶναι τῶν ἀρχῶν.
如果我们在那些不可能或可能以他种状况存在的事物上,据以把握真理且绝不出错的状态,是学问认识、思虑、智慧和理智,而它们不可能是这三者中的任何一个(我说的三者是指思虑、学问认识和智慧),那么剩下的就是,理智是把握起点的。

词汇与语法注释

  1. 25φρονίμου εἶναι — 属格 φρονίμου 是与不定式 εἶναι 连用的谓语性属格,意为“是思虑者的特征”或“属于思虑者”。其主语是后文带有冠词的不定式短语 τὸ δύνασθαι...。
  2. 30ὧν μή ἐστι τέχνη — 关系从句 ὧν... 中使用否定词 μή 而非 οὐ,表明该从句具有条件性或概括性的力量,指的是“任何不存在技术的事物”。
  3. 1140bδυοῖν δʼ ὄντοιν μεροῖν — 该结构起到了属格绝对独立结构(“既然存在两个部分……”)的作用,同时也起到了在前文先导并引入主句中部分属格结构(θατέρου ... τοῦ δοξαστικοῦ)的作用。
  4. 1141aλείπεται νοῦν εἶναι — 这是由非人称动词 λείπεται(“剩下的是……”)引导的“对格+不定式”结构。对格 νοῦν 作为不定式 εἶναι 的逻辑主语,属格 τῶν ἀρχῶν 充当 εἶναι 的补语(意为“是关于起点的”)。

引用这一段

亚里士多德, 尼各马可伦理学 §6.5-6.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:6.5-6.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。