Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §6.3-6.4

把握真理的五种状态与科学知识及技术

第 64 段,共 123 段 · 希腊语

内容简介

本文引入灵魂把握真理的五种状态(技术、学问认识、思虑、智慧、理智),首先界定“学问认识”是一种针对必然且永恒之物的、具有证明能力的状态。随后界定“技术”是一种伴随真理性理性的、针对容许有他种状况之物的制作性状态。

§6.3ἀρξάμενοι οὖν ἄνωθεν περὶ αὐτῶν πάλιν λέγωμεν.
那么,让我们重新从头开始,再次讨论它们。
ἔστω δὴ οἷς ἀληθεύει ἡ ψυχὴ τῷ καταφάναι ἢ ἀποφάναι, πέντε τὸν ἀριθμόν· ταῦτα δʼ ἐστὶ τέχνη ἐπιστήμη φρόνησις σοφία νοῦς· ὑπολήψει γὰρ καὶ δόξῃ ἐνδέχεται διαψεύδεσθαι.
让我们假设灵魂通过肯定或否定来把握真理的状态有五种;它们是技术、学问认识、思虑、智慧、理智;因为通过设想和意见,我们是有可能出错的。
ἐπιστήμη μὲν οὖν τί ἐστιν, ἐντεῦθεν φανερόν, εἰ δεῖ ἀκριβολογεῖσθαι καὶ μὴ ἀκολουθεῖν ταῖς ὁμοιότησιν.
如果我们必须严密地讨论而不随从于相似之处的话,那么学问认识是什么,从以下这一点就是显而易见的。
πάντες γὰρ ὑπολαμβάνομεν, ὃ ἐπιστάμεθα, μηδʼ ἐνδέχεσθαι ἄλλως ἔχειν· τὰ δʼ ἐνδεχόμενα ἄλλως, ὅταν ἔξω τοῦ θεωρεῖν γένηται, λανθάνει εἰ ἔστιν ἢ μή.
因为我们大家都设想,我们学问认识到的东西是不容许有种状况的;而对于容许有他种状况的事物,一旦脱离了我们的观照,我们便无法察觉它们是否存在。
ἐξ ἀνάγκης ἄρα ἐστὶ τὸ ἐπιστητόν.
因此,学问认识的对象是出于必然的。
ἀίδιον ἄρα· τὰ γὰρ ἐξ ἀνάγκης ὄντα ἁπλῶς πάντα ἀίδια, τὰ δʼ ἀίδια ἀγένητα καὶ ἄφθαρτα.
所以它也是永恒的;因为绝对出于必然的存在者全都是永恒的,而永恒者则是无生无灭的。
ἔτι διδακτὴ ἅπασα ἐπιστήμη δοκεῖ εἶναι, καὶ τὸ ἐπιστητὸν μαθητόν.
此外,一切学问认识似乎都是可教授的,而学问认识的对象则是可学习的。
ἐκ προγινωσκομένων δὲ πᾶσα διδασκαλία, ὥσπερ καὶ ἐν τοῖς ἀναλυτικοῖς λέγομεν· ἣ μὲν γὰρ διʼ ἐπαγωγῆς, ἣ δὲ συλλογισμῷ.
而所有的教学都从预先已知的事情开始,正如我们在《分析论》中所说的那样:一者是通过归纳,另一者是通过三段论。
ἡ μὲν δὴ ἐπαγωγὴ ἀρχή ἐστι καὶ τοῦ καθόλου, ὁ δὲ συλλογισμὸς ἐκ τῶν καθόλου.
归纳是普遍者的起点,而三段论则从普遍者出发。
εἰσὶν ἄρα ἀρχαὶ ἐξ ὧν ὁ συλλογισμός, ὧν οὐκ ἔστι συλλογισμός· ἐπαγωγὴ ἄρα.
因此,存在着三段论赖以出发、但其自身却不能被三段论证明的起点;因此它是通过归纳获得的。
ἡ μὲν ἄρα ἐπιστήμη ἐστὶν ἕξις ἀποδεικτική, καὶ ὅσα ἄλλα προσδιοριζόμεθα ἐν τοῖς ἀναλυτικοῖς· ὅταν γάρ πως πιστεύῃ καὶ γνώριμοι αὐτῷ ὦσιν αἱ ἀρχαί, ἐπίσταται·
所以,学问认识是一种具有证明能力的状态,以及我们在《分析论》中附加界定的其他特征;因为当一个人在某种程度上确信,并且起点对他而言是明白的时候,他就是拥有了学问认识。
εἰ γὰρ μὴ μᾶλλον τοῦ συμπεράσματος, κατὰ συμβεβηκὸς ἕξει τὴν ἐπιστήμην.
因为如果他不是比结论更好地了解起点,他就只是偶然地拥有该学问认识。
περὶ μὲν οὖν ἐπιστήμης διωρίσθω τὸν τρόπον τοῦτον.
关于学问认识,我们就以此种方式界定。
§6.4τοῦ δʼ ἐνδεχομένου ἄλλως ἔχειν ἔστι τι καὶ ποιητὸν καὶ πρακτόν· ἕτερον δʼ ἐστὶ ποίησις καὶ πρᾶξις (πιστεύομεν δὲ περὶ αὐτῶν καὶ τοῖς ἐξωτερικοῖς λόγοις)· ὥστε καὶ ἡ μετὰ λόγου ἕξις πρακτικὴ ἕτερόν ἐστι τῆς μετὰ λόγου ποιητικῆς ἕξεως.
在容许有他种状况的事物中,既有制作的对象,也有实践的对象;而制作和实践是不同的(关于这一点,我们也信任那些外篇的讨论);因此,伴随理性的实践性状态,不同于伴随理性的制作性状态。
διὸ οὐδὲ περιέχεται ὑπʼ ἀλλήλων· οὔτε γὰρ ἡ πρᾶξις ποίησις οὔτε ἡ ποίησις πρᾶξίς ἐστιν.
所以,它们也不互相包含;因为实践不是制作,制作也不是实践。
ἐπεὶ δʼ ἡ οἰκοδομικὴ τέχνη τίς ἐστι καὶ ὅπερ ἕξις τις μετὰ λόγου ποιητική, καὶ οὐδεμία οὔτε τέχνη ἐστὶν ἥτις οὐ μετὰ λόγου ποιητικὴ ἕξις ἐστίν, οὔτε τοιαύτη ἣ οὐ τέχνη, ταὐτὸν ἂν εἴη τέχνη καὶ ἕξις μετὰ λόγου ἀληθοῦς ποιητική.
既然建筑术是一种技术,本质上就是某种伴随理性的制作性状态,而且既没有任何技术不是伴随理性的制作性状态,也没有任何这样的状态不是技术,那么技术也就是伴随真理性的理性的制作性状态。
ἔστι δὲ τέχνη πᾶσα περὶ γένεσιν καὶ τὸ τεχνάζειν καὶ θεωρεῖν ὅπως ἂν γένηταί τι τῶν ἐνδεχομένων καὶ εἶναι καὶ μὴ εἶναι, καὶ ὧν ἡ ἀρχὴ ἐν τῷ ποιοῦντι ἀλλὰ μὴ ἐν τῷ ποιουμένῳ· οὔτε γὰρ τῶν ἐξ ἀνάγκης ὄντων ἢ γινομένων ἡ τέχνη ἐστίν, οὔτε τῶν κατὰ φύσιν· ἐν αὑτοῖς γὰρ ἔχουσι ταῦτα τὴν ἀρχήν.
一切技术都与生成有关,它涉及如何以技艺去构思和观照,使那些可能存在也可能不存在的、且其起点在制作者而不在被制作物之中的事物得以生成;因为技术既不与那些出于必然存在或生成的事物相关,也不与那些依自然而存在或生成的事物相关;因为这些事物在自身中具有它们的起点。
ἐπεὶ δὲ ποίησις καὶ πρᾶξις ἕτερον, ἀνάγκη τὴν τέχνην ποιήσεως ἀλλʼ οὐ πράξεως εἶναι.
既然制作和实践是不同的,那么技术必定是关于制作而非关于实践的。
καὶ τρόπον τινὰ περὶ τὰ αὐτά ἐστιν ἡ τύχη καὶ ἡ τέχνη, καθάπερ καὶ Ἀγάθων φησὶ " τέχνη τύχην ἔστερξε καὶ τύχη τέχνην.
而且在某种意义上,运气和技术涉及相同的事物,正如阿加通所说:“技术钟爱运气,运气钟爱技术。
" ἡ μὲν οὖν τέχνη, ὥσπερ εἴρηται, ἕξις τις μετὰ λόγου ἀληθοῦς ποιητική ἐστιν, ἡ δʼ ἀτεχνία τοὐναντίον μετὰ λόγου ψευδοῦς ποιητικὴ ἕξις,περὶ τὸ ἐνδεχόμενον ἄλλως ἔχειν.
” 因此,正如所说,技术是一种伴随真理性的理性的制作性状态,而无技术相反,是一种伴随虚假的理性的制作性状态,与容许有他种状况的事物相关。

词汇与语法注释

  1. 1139b15οἷς ἀληθεύει ἡ ψυχὴ — 关系代词 `οἷς` 是表示手段或方式的与格(“通过它们”),其先行词在语境上指代随后提及的五种状态。动词 `ἀληθεύει` 意为“把握真理”或“处于真理状态”,以 `ἡ ψυχὴ`(灵魂)为主语。
  2. 1139b33ὅταν γάρ πως πιστεύῃ καὶ γνώριμοι αὐτῷ ὦσιν αἱ ἀρχαί — 虚拟语气动词 `πιστεύῃ` 的语法主语是省略了的泛指或不定代词(“某人”)。`γνώριμοι` 是形容词复数主格,作为以 `αἱ ἀρχαί`(起点、原理)为主语的系动词 `ὦσιν` 的表语。
  3. 1140a11τὸ τεχνάζειν καὶ θεωρεῖν — 带冠词的不定式 `τὸ τεχνάζειν καὶ θεωρεῖν` 用作名词性成分,与前文的 `περὶ γένεσιν`(关于生成)形成同位关系或作为其补充说明。随后的 `ὅπως ἂν γένηται` 是由这两个不定式所支配的间接疑问从句,使用了带有表示可能性小词 `ἄν` 的虚拟语气。

引用这一段

亚里士多德, 尼各马可伦理学 §6.3-6.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:6.3-6.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。